TLG 2950 001 :: ADAMANTIUS :: De recta in deum fide (olim sub auctore Origene Adamantio) De recta in deum fide (olim sub auctore Origene Adamantio) Citation: Page — (line) | ||
2 | ΑΔΑΜΑΝΤΙΟΣ. Οἱ τὸν φιλαλήθη καὶ φιλάνθρωπον τρόπον μεταδιώκοντες καὶ τὴν τοῦδε τοῦ κόσμου δίοδον εὖ μάλα βιοῦν ἐθέ‐ λοντες, ἐπὶ τὴν ἀξιέραστον καὶ ἀξιάγαστον πίστιν τὴν εἰς θεὸν ἀφο‐ ρῶντες, ἐγκρατεῖς τῆς ἀμείνονος καὶ τελειοτάτης δόξης γίνονται, | |
5 | τοὐναντίον δὲ οἱ ἀστάτῳ γνώμῃ καὶ περιέργῳ γνώσει καὶ ἀνοήτῳ λογισμῶ ἀδοξίαν ἀντὶ δόξης θεῷ προϊέμενοι. ὅθεν μοι δοκεῖ οὐ μικρὸν κίνδυνον εἶναι τὸν τῆς ἐπισφαλοῦς καὶ φαύλης εἰς θεὸν πίστεως· βάσιν γὰρ οἶμαι καὶ ἑδραίωμα εἶναι πασῶν τῶν ἀρετῶν τὴν ἁρμόζουσαν θεῷ δόξαν τε καὶ πίστιν· ὅθεν, εἴ σοι δοκεῖ, ἀρ‐ | |
---|---|---|
10 | χώμεθα τοῦ λόγου. ΜΕΓΕΘΙΟΣ. Προλαβὼν ὁ ἀδελφὸς Ἀδαμάντιος τὸν ὑπὲρ ἐμοῦ λόγον ἐποιήσατο· οἴδαμεν γὰρ καὶ ἡμεῖς ὅτι ἡ πίστις πάντων διαφέρει καὶ ἡ ὀρθὴ εἰς θεὸν δόξα. χρὴ οὖν τὸν δικαστὴν ἐπακούσαντα ἀμφοτέρων δοκιμάσαι ἐν τίνι ἐστὶν ἡ ἀληθὴς καὶ | |
15 | δικαία πίστις ****. δείξω γὰρ ὅτι μᾶλλον βλασφημεῖτε τὸν θεὸν ἤπερ δοξάζετε, καὶ τὸν μὲν ἀληθινὸν θεόν, ὄντα ἀγαθόν, γνωρίζειν οὐ θέλετε, ἕτερον δὲ ἀντὶ τοῦ ἀγαθοῦ δοξάζειν βού‐ λεσθε, λέγοντος τοῦ Χριστοῦ· οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ πατήρ. | |
20 | ΕΥΤΡΟΠΙΟΣ. Ἀμφότεροι αἱρεῖσθέ με δικαστήν; ΑΔ. Ἀμφότεροι. ΕΥΤΡ. Ἐμμένετε τῇ ἐμῇ κρίσει; | |
ΜΕΓ. Ἐμμένω καὶ στοιχῶ ταῖς σαῖς ἀποφάσεσιν. | 2 | |
4 | ΑΔ. Ἐπίδοξοι καὶ οὐχ οἱ τυχόντες ἀκροαταὶ πάρεισιν· εἴγε καὶ αὐτοῖς παραστῇ ἡ ὑπὸ σοῦ κρίσις δικαίως προφερομένη, ἐμμένω καὶ αὐτὸς τοῖς ὑπὸ σοῦ μετ’ ἀληθείας λεγομένοις. ΜΕΓ. Βούλει πρῶτον ἐμὲ ἐξετάσαι ἐκ τῶν γραφῶν; | |
5 | ΑΔ. Ὁρισάσθω πρῶτον Μεγέθιος ὅπως ποτὲ δοξάζει, ἵν’ οὕ‐ τως ἡ ἐξέτασις καὶ ἡ ἀπόδειξις τῶν ὁρισθέντων ἐκ τῶν γραφῶν γένηται. ΜΕΓ. Ὁρισάσθω πρῶτον Ἀδαμάντιος, αὐτὸς γὰρ κατήρξατο τοῦ λόγου. | |
10 | ΕΥΤΡ. Εὔλογόν ἐστι τὸν προαρξάμενον αὐτὸν ὁρίσασθαι. ΑΔ. Ἕνα θεὸν καὶ κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων εἶναι πεπίστευκα καὶ τὸν ἐξ αὐτοῦ θεὸν λόγον ὁμοούσιον, ἀεὶ ὄντα καὶ ἐπ’ ἐσχάτων καιρῶν ἄνθρωπον ἐκ Μαρίας ἀναλαβόντα, καὶ τοῦτον σταυρωθέντα καὶ ἀναστάντα ἐκ νεκρῶν. πιστεύω δὲ καὶ τῷ ἁγίῳ | |
15 | πνεύματι τῷ ἀεὶ ὄντι. ὁρισάσθω δὲ καὶ οὗτος. ΜΕΓ. Ἐγώ φημι εἶναι τρεῖς ἀρχάς, θεὸν τὸν πατέρα τοῦ Χρι‐ στοῦ ἀγαθὸν καὶ ἄλλον τὸν δημιουργὸν καὶ ἕτερον τὸν πονηρόν. ὁ γὰρ ἀγαθὸς οὔτε δημιουργός ἐστι τῶν κακῶν, [οὔτε ἐκ γυναικὸς γε‐ γέννηται,] οὔτε ὁ κόσμος οὗτος ἐξ αὐτοῦ δεδημιούργηται, ἀλλότριος | |
20 | δὲ πάσης κακίας καὶ παντὸς τοῦ δημιουργήματος, καὶ δείξω ταῦθ’ οὕτως ἔχειν. ΑΔ. Ἀρχὰς ἔφησας εἶναι τρεῖς· ἀνάγκη σε ὃ ἐπηγγείλω πλη‐ ρῶσαι· ἀρχὴ γάρ μοι δοκεῖ λέγεσθαι διὰ τὸ ἄρχειν τινός, ὥσπερ καὶ κύριος λέγεται διὰ τὸ κυριεύειν τινῶν· τίνος τοίνυν ἄρχουσιν αἱ | |
25 | τρεῖς ἀρχαί; ἀποκρίνου. ΜΕΓ. Ἡ ἀγαθὴ ἀρχὴ τῶν Χριστιανῶν ἄρχει, ἡ δὲ δημιουργικὴ τῶν Ἰουδαίων, ἡ δὲ πονηρὰ τῶν ἐθνικῶν. ΑΔ. Ὁμόφρονες καὶ κοινωνοί εἰσιν οἱ τρεῖς ἢ οὐδὲν κοινὸν ἔχουσι πρὸς ἀλλήλους; | |
30 | ΜΕΓ. Οὐδὲν κοινὸν ἔχουσι πρὸς ἀλλήλους. | |
ΑΔ. Οἱ τρεῖς ἐπὶ τὸ αὐτὸ γενόμενοι ἔπλασαν ἢ ἐδημιούργησαν | 4 | |
6 | τοὺς ἀνθρώπους, ἢ ἕκαστος ἑαυτῷ ἔκτισε τὸν ἄνθρωπον οὗ καὶ ἄρχει; ΜΕΓ. Οὐχ οἱ τρεῖς ἔκτισαν τοὺς ἀνθρώπους, ἀλλ’ ὁ εἷς. ΑΔ. Ποῖος τῶν τριῶν; | |
5 | ΜΕΓ. Ὁ τῶν Ἰουδαίων. ΑΔ. Τοῦ τῶν Ἰουδαίων θεοῦ κτίσαντος τοὺς ἀνθρώπους, κατὰ ποῖον τρόπον ἢ ποίαν αἰτίαν ἄρχουσιν ὁ ἀγαθὸς καὶ ὁ πο‐ νηρὸς τῶν ἀνθρώπων; δείκνυται γὰρ ἐξ ἀμφοτέρων ὁ δημιουργὸς ἀγαθός. εἰ μὲν ἑκὼν συνεχώρησεν αὐτοῖς τὸ [οὐ] τῶν ἰδίων ἄρχειν, | |
10 | ἔσται ἐξ ἀνάγκης ὁ δημιουργὸς ἀγαθός, ὁ τὰ ἴδια ἀλλοτρίοις χαρισά‐ μενος. εἰ δὲ κατ’ ἀδυναμίαν τοῦ δημιουργοῦ ὁ ἀγαθὸς καὶ ὁ πονη‐ ρὸς ἀφήρπασαν, ἔσονται οὗτοι πονηροί, οἱ τῶν ἀλλοτρίων ἐφιέ‐ μενοι. ΕΥΤΡ. 〈Εἰ〉 ἀγαθὸν λέγεις τὸν ἁρπάσαντα τὰ τοῦ δημιουργοῦ | |
15 | καὶ ἄρχοντα τῶν ἀλλοτρίων, πῶς οἷόν τέ ἐστιν ἀγαθὸν λέγεσθαι τὸν τὰ ἀλλότρια ἁρπάζοντα; ΜΕΓ. Οὐχ ἥρπασεν, ἀλλ’ ἐλεήσας ἔπεμψε τὸν υἱὸν ὡς 〈ἀγαθὸσ〉 ἀγαθὸν καὶ ἐρρύσατο ἡμᾶς. ΑΔ. Τὸ ἐλεεῖν τινα συμπάθειά τις πρὸς τὸ οἰκεῖόν ἐστι γινο‐ | |
20 | μένη· συνεπάθησεν οὖν ὁ ἀγαθὸς ἰδίοις ἢ ἀλλοτρίοις; ΜΕΓ. Ἀλλοτρίοις. ΑΔ. Ὡς καλοῖς συνεπάθησεν ἢ ὡς κακοῖς; ΜΕΓ. Ὡς ἁμαρτωλοῖς. ΑΔ. Πρὶν ἢ ἁμάρτωσιν οἱ ἄνθρωποι, καλοὶ πρὸς τοῦ δημιουργοῦ | |
25 | ἐκτίσθησαν ἢ κακοί; ὡς οὖν καλῶν ἐπεθύμησεν ἢ ὡς κακῶν; εἰ μὲν οὖν ὡς κακῶν, ἔσται κακῶν ἐπιθυμητής· ἀγαθὸς δὲ κακῶν οὐκ ἐπιθυμεῖ· εἰ δὲ ὡς ἀγαθῶν, ἔσται ὁ δημιουργὸς ἀγαθῶν ποιη‐ τής, (οὐκοῦν ἀγαθός· ἐξ ὧν γὰρ πράττει τις τὰς προσηγορίας λαμ‐ βάνει, ἐλεήμων ἐκ τοῦ ἐλεεῖν, καὶ τἄλλα ὁμοίως). | |
30 | ΜΕΓ. Οὔτε ὡς ἀγαθῶν οὔτε ὡς κακῶν, ἀλλὰ σπλαγχνισθεὶς ἠλέησεν. ΕΥΤΡ. Βούλεται λέγειν Μεγέθιος ὅτι οὔτε ἡμέρα οὔτε νύξ, ἀλλά τι μέσον τούτων. ἑρμηνευσάτω οὖν τί ἐστιν ὃ λέγει, εἰ μήτε κα‐ λοὺς λέγει τοὺς ἀνθρώπους ἐκτίσθαι μήτε κακούς· τί οὖν ἐστὶ με‐ | |
35 | ταξὺ καλοῦ τε καὶ κακοῦ; | 6 |
8 | ΜΕΓ. Ταῦτα σοφίσματά ἐστιν· ἐγὼ γὰρ δεικνύω ἀπὸ τῶν γρα‐ φῶν ὅτι τρεῖς εἰσιν ἀρχαί. ΑΔ. Ἰσοσθενεῖς εἰσιν αἱ τρεῖς ἀρχαὶ ἢ ἑτέρα θατέρας διενήνοχε; ΜΕΓ. Μὴ γένοιτο· οὐκ εἰσὶν ἴσαι. | |
5 | ΑΔ. Ποία οὖν προφερεστέρα; ΜΕΓ. Ἡ τοῦ ἀγαθοῦ ἰσχυροτέρα. ΑΔ. Ὑπόκεινται αἱ ἀτονώτεραι ἀρχαὶ τῇ ἰσχυροτέρᾳ; ΜΕΓ. Ὑπόκεινται. ΑΔ. Οὔκουν κατὰ βούλησιν τοῦ κρείττονος αἱ ἥττονες ἀρχαὶ | |
10 | πάντα πράττουσιν; ΜΕΓ. Οὐ κατὰ βούλησιν αὐτοῦ οὗτοι τὰ πονηρὰ πράττουσιν· (ἅπαξ δὲ ἰσχυρότερος αὐτῶν ἐστί), καὶ γὰρ ὁ ἐλθὼν Χριστὸς καὶ τὸν διάβολον ἐνίκησε καὶ τὰ τοῦ δημιουργοῦ δόγματα ἀνέτρεψεν. ΑΔ. Κατὰ βούλησιν τοῦ ἀγαθοῦ εἰσιν οὗτοι; | |
15 | ΜΕΓ. Οὔ. ΑΔ. Ἀγνοεῖ οὖν ὅτι εἰσίν; ΜΕΓ. Οὐκ ἀγνοεῖ. ΕΥΤΡ. Ἔφης ἰσχυρότερον εἶναι τὸν ἀγαθόν, ἄλλως δὲ καὶ μὴ βουλόμενον αὐτοὺς εἶναι· πῶς τοίνυν τοῦτ’ ἐνδέχεται; εἰ γάρ ἐστιν | |
20 | αὐτὸς ἰσχυρότερος καὶ μὴ βουλόμενος εἶναι αὐτούς, εἰσὶ δὲ κατὰ τὸν σὸν λόγον, ἢ βούλεται αὐτοὺς εἶναι, ἢ οὐ δύναται αὐτοὺς ἀνελεῖν, ἢ ἀγνοεῖ ὅτι εἰσίν. ΜΕΓ. Ἐγὼ δύναμαι δεῖξαι ὅτι φάλσα ἐστὶ τὰ εὐαγγέλια. ΑΔ. Ἀπὸ ποίων ἀποδείξεων ἔχεις δεῖξαι ταῦθ’ οὕτως ἔχειν; | |
25 | ΜΕΓ. Ἀπ’ αὐτῶν τῶν εὐαγγελίων δεικνύω ὅτι φάλσα ἐστίν. ΑΔ. Δέχῃ οὖν κἀμὲ ἐκ τῶν εὐαγγελίων δεικνύοντα μὴ εἶναι πλαστά; ΜΕΓ. Δέχομαι ἐὰν δείξῃς εἰπὲ δὲ πρῶτον τὰ ὀνόματα τῶν γρα‐ ψάντων τὰ εὐαγγέλια. | |
30 | ΑΔ. Οἱ μαθηταὶ τοῦ Χριστοῦ γεγραφήκασιν, Ἰωάννης καὶ Ματ‐ θαῖος, Μᾶρκος καὶ Λουκᾶς. ΜΕΓ. Μᾶρκον καὶ Λουκᾶν οὐκ ἔσχε μαθητὰς ὁ Χριστός· ἐντεῦθεν ἐλέγχεσθε φάλσα ποιοῦντες. διὰ τί γὰρ οἱ μαθηταί, ὧν γέγραπται | |
τὰ ὀνόματα ἐν τῷ εὐαγγελίῳ, οὐκ ἔγραψαν, ἀλλ’ οἱ μὴ ὄντες μαθηταί; | 8 | |
10 | τίς οὖν ἐστὶ Λουκᾶς ἢ Μᾶρκος; ἠλέγχθητε ἐπὶ τούτῳ ὀνόματα 〈οὐ〉 γεγραμμένα ἐν τῇ γραφῇ προφέροντες. ΕΥΤΡ. Ἔχων μαθητὰς ὁ Χριστὸς οὐ μᾶλλον τούτοις ἐνεχείριζεν ἢ τοῖς μὴ οὖσι μαθηταῖς; φαίνεταί μοι τοῦτ’ οὐ καλῶς ἔχειν· ἔδει | |
5 | γὰρ τοὺς μαθητὰς αὐτοὺς ἐμπιστευθῆναι μᾶλλον. ΑΔ. Μαθηταί εἰσι καὶ οὗτοι τοῦ Χριστοῦ. ΜΕΓ. Ποίησον ἀναγνωσθῆναι τὸ εὐαγγέλιον καὶ εὑρήσεις ὅτι οὐ γέγραπται τὰ ὀνόματα ταῦτα. ΕΥΤΡ. Ἀναγνωσθήτω. | |
10 | ΑΔ. Τῶν δώδεκα ἀποστόλων ἀνεγνώσθη τὰ ὀνόματα, οὐχὶ καὶ τῶν οβʹ. ΕΥΤΡ. Πόσους ἔσχεν ὁ Χριστὸς ἀποστόλους; ΑΔ. Πρώτους ἀπέστειλε ιβʹ καὶ μετὰ ταῦτα οβʹ εὐαγγελίσασθαι. Μᾶρκος οὖν καὶ Λουκᾶς, ἐκ τῶν οβʹ ὄντες, Παύλῳ τῷ ἀποστόλῳ | |
15 | συνευηγγελίσαντο. ΜΕΓ. Ἀδύνατον ὅτι ποτ’ εἶδον οὗτοι Παῦλον. ΑΔ. Δείκνυμι αὐτὸν τὸν ἀπόστολον μαρτυροῦντα Μάρκῳ καὶ Λουκᾷ. ΜΕΓ. Τῷ σῷ φάλσῳ οὐ πιστεύω ἀποστολικῷ. | |
20 | ΑΔ. Προένεγκε τὸ ἀποστολικόν σου, εἰ καὶ τὰ μάλιστα περι‐ κεκομμένον ἐστί, καὶ δείκνυμι ὅτι Μᾶρκος καὶ Λουκᾶς συνήργησαν Παύλῳ. ΜΕΓ. Δεῖξον. ΑΔ. Ἀναγινώσκω ἐν τοῖς τελευταίοις τῆς πρὸς Κολοσσαεῖς | |
25 | Παύλου· Ἀσπάζεται ὑμᾶς, φησίν, Ἀρίσταρχος, ὁ συναιχμάλω‐ τός μου, καὶ Μᾶρκος, ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολὰς ἵνα ἔλθῃ πρὸς ὑμᾶς· δέξασθε οὖν αὐτόν· καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς. οὗτοι μόνοι μού εἰσι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγε‐ | |
30 | νήθησάν μοι παρηγορία, καὶ τὰ ἑξῆς. ἀσπάζεται ὑμᾶς Λουκᾶς καὶ Δημᾶς. παρέσχον τὰς ἀποδείξεις τῆς ἐπιστολῆς. ὁρᾷς ὅτι καὶ αὐτὸς ὁ ἀπόστολος μαρτυρεῖ αὐτοῖς. ΕΥΤΡ. Δήλη ἡ περὶ τούτων ἀπόδειξις. ΜΕΓ. Ἐγὼ ἐλέγχω ἑτέρωθεν ὅτι φάλσα ἐστὶ τὰ εὐαγγέλια. λέγει | |
35 | γὰρ ὁ ἀπόστολος ἓν εὐαγγέλιον, ὑμεῖς δὲ τέσσαρα λέγετε. | 10 |
12 | ΑΔ. Εὐαγγελισταὶ μὲν τέσσαρες, εὐαγγέλιον δὲ ἕν, ἕνα γὰρ Χρι‐ στὸν εὐηγγελίσαντο καὶ τὸ αὐτὸ ἔφρασαν. εἰ μὲν οὖν ἕκαστος αὐτῶν ἄλλον καὶ ἄλλον Χριστὸν ἀνηγόρευσεν ἢ εὐηγγελίσατο, εὖ λέγεις· εἰ δὲ οἱ τέσσαρες περὶ ἑνὸς Χριστοῦ λέγουσιν, οὐκέτι τέσσαρα ἀλλὰ ἕν. | |
5 | ΜΕΓ. Ὁ ἀπόστολος οὐκ εἶπε· κατὰ τὰ εὐαγγέλιά μου, ἀλλά· κατὰ τὸ εὐαγγέλιόν μου. ἴδε πῶς λέγει ἓν εἶναι. καὶ λέγει· εἴ τις ὑμᾶς εὐαγγελίσεται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνά‐ θεμα ἔστω. ἐκείνου λέγοντος ἓν εἶναι, πῶς ὑμεῖς τέσσαρα λέγετε; ΑΔ. Εὐαγγέλιον καὶ ἡμεῖς φαμεν ἕν, εὐαγγελισταὶ δὲ τέσσαρες. | |
10 | ΜΕΓ. Οὐδὲ τέσσαρες εὐαγγελισταὶ ἀλλ’ [οὐδὲ] εἷς· λέγει γὰρ ὅτι· οὐκ ἔστιν ἄλλο κατὰ τὸ εὐαγγέλιόν μου, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι εἰς ἕτερον εὐαγγέλιον τοῦ Χριστοῦ. ΑΔ. Παύλου λέγοντος πλείους εἶναι τοὺς εὐαγγελιστάς, πῶς φῂς | |
15 | ἕνα εἶναι; ΜΕΓ. Οὐκ εἶπεν ὅτι πολλοὶ εὐαγγελισταί. ΑΔ. Ἔχω μετὰ χεῖρας τὸν ἀπόστολον καὶ δείκνυμι λέγοντα ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ· ἀλλὰ κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρα‐ νοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα. εὐηγγελι‐ | |
20 | σάμεθα εἶπεν, εἰ γὰρ εἷς ἦν, ἔλεξεν ἄν· παρ’ ὃ εὐηγγελισάμην· τὸ δὲ εὐηγγελισάμεθα πολλοὺς σημαίνει. ΕΥΤΡ. Τὸ εὐηγγελισάμεθα πολλῶν ἐστὶ καὶ οὐχ ἑνός. ΜΕΓ. Οὐ τούτους λέγει ἀλλὰ Σιλουανὸν καὶ Τιμόθεον. ΕΥΤΡ. Τὸ πρότερον λέγων Παῦλον μόνον εἶναι εὐαγγελιστήν, | |
25 | νῦν καὶ ἄλλους ὡμολόγησας. ἐξὸν οὖν καὶ τοὺς λοιποὺς μαθητὰς εὐαγγελίσασθαι. εἰ γὰρ Σιλουανὸς καὶ Τιμόθεος καὶ Παῦλος εὐηγγε‐ λίσαντο, λέγει δὲ Παῦλος· κατὰ τὸ εὐαγγέλιόν μου, εἰκὸς πολλῶν | |
ὄντων εὐαγγελιστῶν ἓν λέγεσθαι τὸ εὐαγγέλιον. | 12 | |
14 | ΜΕΓ. Διαφωνοῦσι τὰ εὐαγγέλια καὶ ἄλλα καὶ ἄλλα λέγουσιν, ὅθεν φαίνεται φάλσα. ΑΔ. Ἄλλον καὶ ἄλλον Χριστὸν εὐαγγελίζονται; ἐν τούτῳ οἴει διαφωνεῖν; | |
5 | ΜΕΓ. Οὔκ, ἀλλ’ ἀντίκεινται. ΑΔ. Ὅρισαι ὃ βούλει. νοητὰς εἶναι λέγεις τὰς γραφὰς ἢ ψιλάς; καί, ἐὰν βούλῃ, φράσον, ἵνα οὕτως ἡ ἐξέτασις γένηται. ΜΕΓ. Ψιλάς, καὶ ὥσπερ γέγραπται οὕτως ἔχει καὶ οὐδὲν ἄλλο. ΑΔ. Λέγει οὖν ὁ Χριστὸς ὅτι· υἱὸς ἀνθρώπου εἰμί· υἱὸς | |
10 | ἀνθρώπου ἐστὶ κατὰ σέ, καὶ οὐ θεοῦ; ΜΕΓ. Ὁ Χριστὸς θεοῦ ἐστιν υἱός. ΕΥΤΡ. Ἔφης τὰ γεγραμμένα οὕτως ἔχειν· πῶς οὖν ἐστιν υἱὸς θεοῦ, ἑαυτὸν λέγων υἱὸν ἀνθρώπου; ΜΕΓ. Παραβολῇ ἐχρήσατο λέγων υἱὸν ἀνθρώπου. | |
15 | ΕΥΤΡ. Παραβολὴ νοητή ἐστιν ἢ αἰσθητή; ΜΕΓ. Νοητή. ΕΥΤΡ. Πῶς οὖν ἔφης ψιλὰ εἶναι τὰ τῶν γραφῶν; οὐκοῦν νοητά ἐστι καὶ 〈οὐ〉 ψιλά, (καὶ εἰς ὃ δοκοῦσι τῇ λέξει διαφωνεῖν ὁ νοῦς ὁ αὐτὸς εὑρίσκεται*). | |
20 | ΜΕΓ. Τὰ μὲν νοητά, τὰ δὲ ψιλά. ΕΥΤΡ. Δοκεῖς μοι ἀστάτῳ γνώμῃ φέρεσθαι. ΜΕΓ. Ὅπου παραβολὴ ἐπιγέγραπται, ἐκεῖνά ἐστι νοητά, τὰ δὲ ἄλλα ψιλά. ΑΔ. Δεικνύεις οὖν ὅτι περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου παραβολὴ | |
25 | ἐπιγέγραπται; ἀνάγνωθι ὅτι οὐκ ἐπιγέγραπται παραβολή. (πόθεν οὖν δεικνύεις ὅτι υἱὸς θεοῦ ἐστι; τῶν δύο γὰρ θάτερον ὁμολογήσεις.) κατὰ γὰρ τὰ σοὶ δόξαντα ἢ ψευστὴς εὑρίσκεται ὁ Χριστός, ὅτι μὴ ὢν ἄνθρωπος ἑαυτὸν ἔλεγεν υἱὸν ἀνθρώπου, ἢ νοηταί εἰσι πᾶσαι αἱ θεῖαι γραφαί, εἰ καὶ μὴ ἐπιγέγραπται παραβολή· [διὸ καὶ πᾶσα θεό‐ | |
30 | πνευστος εἴρηται παρὰ τοῦ ἀποστόλου·] καὶ ἐν νοῒ αὐτῶν ἡ συμφωνία εὑρίσκεται [ἢ νοηταί εἰσι πᾶσαι αἱ γραφαί], καὶ οὐκ ἤδη τὰ γεγραμμένα | |
ψιλὰ ταῦτ’ ἐστὶ τὰ ἀληθῆ καὶ σαφῆ. | 14 | |
16 | ΜΕΓ. Δείξω ὅτι ἕν ἐστι τὸ εὐαγγέλιον. ΑΔ. Τίς ἐστιν ὁ γράψας τὸ εὐαγγέλιον τοῦτο ὃ ἔφης εἶναι ἕν; ΜΕΓ. Ὁ Χριστός. ΑΔ. Αὐτὸς ὁ κύριος ἔγραψεν ὅτι ἐσταυρώθη καὶ ἀνέστη τῇ | |
5 | τρίτῃ ἡμέρᾳ; οὕτω γράφει; ΜΕΓ. Ὁ ἀπόστολος Παῦλος προσέθηκεν. ΑΔ. Παρῆν γὰρ Παῦλος ἐν τῷ σταυρωθῆναι τὸν Χριστόν; ΜΕΓ. Αὐτὸς ἔγραψε τὸ εὐαγγέλιον ἁπλῶς. ΑΔ. Ἐὰν οὖν δείξω ὅτι οὐ παρῆν, ἀλλὰ καὶ μετὰ ταῦτα ἐδίωκε | |
10 | τοὺς τῆς ἐκκλησίας, γίνῃ Χριστιανός; ΜΕΓ. Οὐ γάρ εἰμι Χριστιανός; ΑΔ. Πῶς εἶ Χριστιανός, ὃς οὐδὲ ὄνομα Χριστιανοῦ κατηξίωσαι φέρειν; οὐ γὰρ Χριστιανὸς ὀνομάζῃ ἀλλὰ Μαρκιωνιστής. ΜΕΓ. Καὶ ὑμεῖς τῆς καθολικῆς λέγεσθε· οὐκ ἐστὲ οὖν Χριστιανοὶ | |
15 | οὔτε ὑμεῖς. ΑΔ. Εἰ ἀνθρώπου τὴν προσωνυμίαν ἐκεκτήμεθα, καλῶς ἔλεξας, εἰ δὲ διὰ τὸ καθ’ ὅλου τοῦ κόσμου εἶναι λεγόμεθα, τί ἐν τούτῳ φαῦλον; δεῖξον οὖν εἰ [οὐκ] ἔξεστιν ὄνομα ἀνθρώπου φέρειν· ἐγὼ δείκνυμι οὐ μόνον ἐπισκόπου μὴ ἐξὸν εἶναι φέρειν ὄνομα, ἀλλὰ μηδ’ | |
20 | ἀποστόλου. τίς μείζων ἦν, Μαρκίων ἢ Παῦλος; ΜΕΓ. Παῦλος. ΑΔ. Ἄκουε οὖν, εἰ βούλει, τοῦ διενηνοχότος Παύλου προστάσ‐ σοντος· ἤκουσταί μοι, φησίν, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες εἰσὶν ἐν ὑμῖν· ὃς μὲν γὰρ ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ | |
25 | δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. μεμέρισται ὁ Χριστός; (μὴ Παῦ‐ λος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτί‐ σθητε;) ΜΕΓ. Σύ μοι ἐπιφέρεις τὸ ὄνομα· ἐγὼ Χριστιανὸς λέγομαι, καὶ γὰρ ὧδε λέγονται Σωκρατιανοί τινες. | |
30 | ΑΔ. Ἐγὼ τὸ Σωκράτους ὄνομα ἀρνοῦμαι, οὐκ εἰδὼς τίς ἐστιν. ΕΥΤΡ. Εἰ ἀλλήλοις ἐπιφέρετε τὰ ὀνόματα, ἀνάγκη ἀμφοτέρους ἀρνήσασθαι. ΑΔ. Οὔτε οἶδα τίς ἐστι Σωκράτης, ἀρνεῖται καὶ οὗτος Μαρκίωνα; ΜΕΓ. Μαρκίων ἐπίσκοπός μου ἦν. | |
35 | ΑΔ. Ἐξ ὅτου Μαρκίων ἐτελεύτησε, τοσούτων ἐπισκόπων, μᾶλλον | 16 |
18 | δὲ ψευδεπισκόπων, παρ’ ὑμῖν διαδοχαὶ γεγόνασι· διὰ τί μὴ τῇ τῶν διαδόχων ἐπωνυμίᾳ κέκλησθε. ἀλλὰ τῇ τοῦ σχισματοποιοῦ Μαρκίωνος; ΕΥΤΡ. Τοῦ ἀποστόλου Παύλου αἰτιωμένου διὰ τὸ τινὰς ἐπ’ ὀνό‐ ματος αὐτοῦ ἢ Ἀπολλὼ ἢ Κηφᾶ φέρεσθαι, δείκνυται μὴ δεῖν ὀνόματι | |
5 | ἐπισκόπου κεχρῆσθαι· δεῖ γὰρ μᾶλλον τῷ διαφέροντι ὀνόματι προσπε‐ λάσαι ἢ τῷ ἥττονι ΜΕΓ. Ἐάν μοι συγχωρήσητε εἰπεῖν, δείξω ὅτι καὶ τρεῖς ἀρχαὶ εἰσίν, καὶ ὅτι ἄλλος ἐστὶν ὁ τοῦ νόμου θεὸς καὶ ἕτερος θεὸς ὁ πονηρός, καὶ ἀπὸ τῶν ὑμετέρων γραφῶν δείξω ὅτι οὕτως ἔχει. | |
10 | ΕΥΤΡ. Πρότερον δειχθήτω εἰ τρεῖς ἀρχαί, εἰ τρεῖς φύσεις, καὶ τότε φανήσεται ἡ ἑκάστου διοίκησις. ΑΔ. Δεῖξον ὅτι τρεῖς εἰσιν ἀρχαί, καὶ τότε λέγε ὃ βούλει. ΜΕΓ. Δεικνύω ὅτι ὁ δημιουργὸς ἄλλα ἐνομοθέτησε, καὶ ὁ Χρι‐ στὸς ἐναντία τούτου. | |
15 | ΑΔ. Διὰ τὸ διαφόρους καὶ ἐναντιουμένους τοὺς νόμους ὑπο‐ νοεῖν σε, διὰ τοῦτο οἴει ἄλλον καὶ ἄλλον θεὸν εἶναι; ΜΕΓ. Καὶ μάλα· ἑαυτῷ οὐδείς ποτε ἐναντιοῦται οὐδὲ ἀντίκειται, ὥσπερ ἀντίκειται τὸ εὐαγγέλιον τῷ νόμῳ. ΑΔ. Τὸν δημιουργὸν θεὸν ἔφης τῶν Ἰουδαίων εἶναι. μόνος καὶ | |
20 | εἷς ἐστιν ἢ πολλοί; ΜΕΓ. Εἷς ὁ τῶν Ἰουδαίων. ΑΔ. Οὐδενὸς εἰκὸς μικροῦ παραδείγματος ἅψασθαι πρὸς τὸ συν‐ ετώτερον γενέσθαι τὸ λεγόμενον. ὃν τρόπον γυνὴ τετοκυῖα παιδίον, | |
οὐ πρότερον τελείαν τούτῳ προσκομίζει τὴν τροφήν, ἀλλὰ γαλακτο‐ | 18 | |
20 | τροφεῖ, καὶ μετέπειτα μείζοσι καὶ ἰσχυροτέροις κέχρηται βρώμασι —οἶδε γὰρ καὶ ὁ ἀπόστολος Παῦλος κατὰ προκοπὴν νομοθεσίας τοῖς ἀνθρώποις προσάγειν, λέγων· γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὐδ’ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρ‐ | |
5 | κικοί ἐστε —τὸν αὐτὸν τρόπον καὶ ὁ θεός· κατὰ γὰρ αὔξησιν τοῖς ἀνθρώποις ἐνομοθέτησεν, ἄλλα τῷ Ἀδὰμ ὡς νηπίῳ, ἄλλα τῷ Νῶε, ἄλλα τῷ Ἀβραάμ, ἕτερα διὰ Μωσέως καὶ ἄλλα διὰ τοῦ εὐαγγελίου κατὰ προκοπὴν ἀρχομένου τοῦ κόσμου καὶ μεσάζοντος καὶ τελειου‐ μένου, τὸ τέλειον τῷ τελείῳ ταμιευσάμενος. ἵν’ οὖν μὴ δόξῃς ἀσύ‐ | |
10 | στατόν με τὸν λόγον ποιεῖσθαι, παρέξομαι τὰς ἀποδείξεις ὅπως ὁ αὐτὸς θεὸς ἀμφότερα ἐνομοθέτησε. προστάττει γὰρ τῷ Ἀβραὰμ φονεύειν αὐτοῦ τὸν υἱόν· μετὰ ταῦτα νομοθετεῖ διὰ Μωσέως μὴ δεῖν φονεύειν, ἀλλὰ τὸν δράσαντα ἀνδροκτονίαν, τοῦτον ἀντικτείνεσθαι. ἐπεὶ οὖν ὁ αὐτὸς δικαιοῖ φονεύειν καὶ μὴ φονεύειν, δύο ἐρεῖς εἶναι | |
15 | θεοὺς καὶ ἠναντιωμένους ἀλλήλοις; ΕΥΤΡ. Ὁ αὐτὸς κελεύει φονεύειν καὶ μὴ φονεύειν; ΑΔ. Ὁ αὐτός, καὶ οὐ μόνον ἐν τούτῳ εὑρίσκεται ἀλλὰ καὶ ἐν πολλοῖς πολλάκις, καί ἐσθ’ ὅτε μὲν νομοθετεῖ θυσίας καὶ ὁλοκαυτώ‐ ματα αὑτῷ προσφέρεσθαι, καὶ πάλιν μὴ προσφέρεσθαι. ἀποκρινάσθω | |
20 | οὖν εἰ ἄλλος ἐστὶν ὁ κελεύων σφάζεσθαι τὸν Ἰσαάκ, καὶ ἄλλος προσ‐ τάττει μὴ φονεύειν καὶ θυσίας προσφέρεσθαι καὶ μὴ προσφέρεσθαι. ΕΥΤΡ. 〈Εἰ〉 οὕτω περιέχεται ἐν τῇ γραφῇ, ποτὲ μὲν ἐπιτρέπειν θυσίαν προσκομίζειν, ποτὲ δὲ μὴ βούλεσθαι, τί λέγεις, Μεγέθιε; ὁ αὐτός ἐστιν ὁ θεὸς ὁ ἐνδιαλλάσσων τοὺς νόμους, ἢ δύο εἰσίν, (ὧν | |
25 | ὡρίσω ἕνα τὸν δημιουργὸν εἶναι; καὶ οὐκέτι τρεῖς ἀρχαὶ ἀλλὰ τέσσαρες, καὶ οὐχ ἵσταται ὑμῶν τὸ δόγμα). ΜΕΓ. Ὁ τῶν Ἰουδαίων ὁ αὐτός ἐστιν, ὁ δημιουργός, ὁ δὲ ἡμέ‐ τερος οὐκ ἔστιν αὐτοῦ υἱός. ΑΔ. Ποία ἀπόδειξις τοῦ μὴ εἶναι τὸν Χριστὸν υἱὸν τοῦ δημι‐ | |
30 | ουργοῦ; ΜΕΓ. Ὅτι ὁ Χριστὸς ἀνέτρεψε τὰ τοῦ δημιουργοῦ, καὶ δείκνυμι ὅτι ἀνέτρεψε. | |
ΑΔ. Δεῖξον ὅτι ἀνέτρεψε. | 20 | |
22 | ΜΕΓ. Ὁ θεὸς τῆς γενέσεως ἐντέταλται Μωσεῖ ἐκβαίνοντι ἐκ γῆς Αἰγύπτου λέγων· ἕτοιμοι γένεσθε, τὴν ὀσφὺν ἐζωσμένοι, τοὺς πόδας ὑποδεδεμένοι, τὰς ῥάβδους ἐν ταῖς χερσὶν ὑμῶν, τὰς πήρας ἔχοντες ἐφ’ ἑαυτούς· χρυσὸν καὶ ἄργυρον καὶ τὰ ἄλλα | |
5 | πάντα ἀπενέγκασθε τῶν Αἰγυπτίων. ὁ δὲ κύριος ἡμῶν ὁ ἀγα‐ θός, ἀποστέλλων τοὺς μαθητὰς αὐτοῦ εἰς τὴν οἰκουμένην, λέγει· μήτε ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, μήτε πήραν, μήτε δύο χιτῶνας, μήτε χαλκὸν ἐν ταῖς ζώναις ὑμῶν. ἴδε πῶς τηλαυγῶς ὁ ἀγαθὸς τοῖς ἐκείνου ἐναντιοῦται δόγμασιν. | |
10 | ΕΥΤΡ. Τὸ αὐτό μοι φαίνεται τοῦτο ὅπερ τὸ φονεύειν καὶ μὴ φονεύειν, καὶ τὸ διδόναι θυσίας καὶ μὴ διδόναι. ταὐτὸν οὖν ἐστι καὶ τὸ λαμβάνειν ἀργύριον καὶ πήραν, καὶ μὴ λαμβάνειν. ζητῶ δὴ τοῦτο εἰ, τοῦ δημιουργοῦ προστάξαντος τῷ Ἀβραὰμ φονεύειν τὸν υἱόν, ἄλλος ἐστὶν ὁ νομοθετήσας μὴ φονεύειν καὶ ἄλλος ὁ τῷ Ἀβραὰμ προστάξας. | |
15 | (ΑΔ. Εἰ δὲ εἷς ἐστιν ὁ ταῦτα νομοθετήσας τὰ ἠναντιωμένα, ἅπερ αὐτὸς ἐδοκίμασεν εὖ ἔχειν, εἰ καὶ ἡμῖν δοκοῦσιν ἐναντία εἶναι. πῶς διὰ τὸ δοκεῖν ἠναντιῶσθαί τινα τῶν ἐν τῷ εὐαγγελίῳ ταῖς τοῦ νόμου προστάξεσι, δύο λέγεις εἶναι θεοὺς τοὺς προστάσσοντας, μὴ δείξας πῶς οὖν ὁ αὐτὸς τοῦ νόμου θεός, εἷς ὤν, εἶπε φονεύειν καὶ | |
20 | μὴ φονεύειν; εἰ δὲ ἐξὸν αὐτῷ ὡς θεῷ κατὰ καίρους ὃ βούλεται, μᾶλλον δὲ ὃ δοκιμάζει χρήσιμον, νομοθετεῖν, ὁ αὐτὸς δείκνυται ὁ προστάξας λαμβάνειν ἐφόδια τῆς ὁδοῦ καὶ μὴ λαμβάνειν. τὴν δὲ αἰτίαν τούτων ἐγὼ εἰπεῖν οὐκ ἔχω, τὰ δὲ πράγματα ὅμοια τυγχάνει.) ΕΥΤΡ. Τί λέγεις, Μεγέθιε; ὁ αὐτὸς θεὸς εἷς ἐστιν, ἢ δύο ἐν τῷ | |
25 | νόμῳ ἐναντία προστάσσοντες; ΜΕΓ. Οὗτος μὲν ὁ αὐτός, ὁ δὲ Χριστὸς οὐκ ἔστιν αὐτοῦ υἱός. ΕΥΤΡ. Εἰ διὰ τὸ δοκεῖν ἐναντιοῦσθαι τὰς νομοθεσίας λέγεις ἄλλου υἱὸν εἶναι τὸν Χριστόν, πλάττῃ, Μεγέθιε, ἐδείχθη γὰρ ὁ αὐτὸς τὰ ἴδια ἀνατρέψας, ὡς καὶ αὐτὸς ὡμολόγηκας. | |
30 | ΑΔ. Καὶ εἰ ἦν ὃ προέτεινε κεφάλαιον, ἐδεικνύετο ἑνὸς καὶ τοῦ | 22 |
24 | αὐτοῦ θεοῦ· ὅμως δὲ δείκνυμι μὴ εἶναι ἐναντίον τοῦτο ἀλλὰ διαφορὰς πραγμάτων. οἱ μὲν γὰρ ἀφ’ Ἱερουσαλὴμ ὑπὸ Χριστοῦ πεμπόμενοι εἰρήνην εὐαγγελίσασθαι ἀπεστέλλοντο· οἱ δὲ ἐξ Αἰγύπτου πολέμῳ ἐδιώκοντο ὑπὸ τῶν ἰδίων [Χὰμ γὰρ παῖς οἰκέτης ἔσται τοῖς ἀδελ‐ | |
5 | φοῖς αὐτοῦ, φησὶν ἡ γραφὴ περὶ τῶν υἱῶν τοῦ Νῶε, Σήμ, Χάμ, Ἰαφέθ. Χὰμ παῖς οἰκέτης ἔσται τῷ ἀδελφῷ αὐτοῦ] οἰκετῶν. ἔδει οὖν τοὺς οἰκέτας τοὺς τὸν πόλεμον αἱρησαμένους ὑπὸ πολέμου ἀναλωθῆναι· καὶ τὸ εὐαγγέλιον δὲ οἶδε τοὺς κακοὺς ἀμύνεσθαι καὶ φονεύειν. οὕτω γὰρ λέγει ὅτι· ἥξει ὁ κύριος τοῦ κακοῦ δούλου ἐν ἡμέρᾳ ᾗ οὐ | |
10 | γινώσκει καὶ ἐν ὥρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ διχοτομήσει αὐτὸν καὶ θήσει τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων. ἐστὶ τοίνυν δίκαιον τοὺς πολεμοῦντας ἀδίκως ἀντιπολεμεῖσθαι δικαίως. οὕτω τοίνυν δίκαιον τοὺς εἰρήνην εὐαγγελισαμένους δίχα ὅπλων εὐαγγελί‐ σασθαι. ἄλλως δὲ καὶ Ἡσαΐας ὁ προφήτης ἔλεγεν· ὡς ὡραῖοι οἱ | |
15 | πόδες τῶν εὐαγγελιζομένων εἰρήνην. ἦν δὲ καὶ παρὰ τῷ προφήτῃ δεδοκιμασμένος ὁ καιρὸς πότε τὰ ὅπλα συγκοπῆναι ἔδει, φήσαντος· ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ | |
20 | τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. ΕΥΤΡ. Αὕτη οὐκ ἔστιν ἐναντίωσις ὁπότε ἐδείχθη καὶ ὁ Χριστὸς τοὺς κακοὺς ἀμυνόμενος, λέγων διχοτομεῖσθαι τὸν δοῦλον τὸν κακόν. ΜΕΓ. Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως, πολέμου συστάντος | |
25 | πρὸς τὸν λαόν, ἀναβὰς ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἐξέτεινε τὰς χεῖρας αὐτοῦ πρὸς τὸν θεόν, ἵνα πολλοὺς τῷ πολέμῳ ἀνέλῃ· ὁ δὲ κύριος ἡμῶν, ἀγαθὸς ὤν, ἐξέτεινε τὰς χεῖρας αὐτοῦ οὐχὶ τοῦ ἀνελεῖν τοὺς ἀνθρώπους ἀλλὰ τοῦ σῶσαι. τί οὖν ὅμοιον; ὁ μὲν διὰ τῆς ἐκτάσεως τῶν χειρῶν ἀναιρεῖ, ὁ δὲ σῴζει. | |
30 | ΑΔ. Ἀναγκαῖον ἂν εἴη ἀκριβῶς τὰς ἐκτάσεις ἀμφοτέρων δοκι‐ | 24 |
26 | μάσαι, Μωσέως τε καὶ τοῦ Χριστοῦ, καὶ ἐὰν μὲν ὅμοιαι, εὖ ἂν ἔχοι, εἰ δὲ ἐναντίαι πρὸς ἀλλήλους, ἀποδεικτέον. καὶ ἡ Μωσέως γὰρ ἔκ‐ τασις τῶν χειρῶν τὸν λαὸν πιστὸν τῷ θεῷ ἔσωσε, τοὺς δὲ ὑπεναν‐ τίους ἀπώλεσε, καὶ ἡ τοῦ Χριστοῦ οὕτως ἐποίησεν. εἰ μὲν οὖν ἡ | |
5 | ἔκτασις τῶν χειρῶν τοῦ Χριστοῦ πάντας ἔσωσε, πιστούς τε καὶ ἀπί‐ στους καὶ φονεῖς καὶ μοιχούς, δοκεῖς τι λέγειν· εἰ δὲ οἱ πιστεύσαντες μὲν αὐτῷ ἐσώθησαν, οἱ δὲ ἀπιστήσαντες αὐτῷ ἀπώλοντο, ὡς ὁ Ἀμαλέκ, τί ἐναντίον; καὶ γὰρ μετὰ τὴν ἔκτασιν τῶν χειρῶν τοῦ Χριστοῦ τῶν ἀπίστων καὶ ὁ ναὸς καὶ ἡ πόλις κατεστράφη, καὶ | |
10 | διεσπάρη ὁ λαὸς καὶ ἀπώλετο. ὁμοία τοίνυν ἐστὶν ἡ ἔκτασις τῶν χειρῶν ἀμφοτέρων, προτύπωσις τοῦ Χριστοῦ ἡ Μωσέως γενομένη· ἄμφω γὰρ τοὺς μὲν πιστοὺς ἔσωσαν, τοὺς δὲ ἀπίστους ἀπώλεσαν. ΜΕΓ. Οὐκ ἔστιν ἴσον οὐδὲ ὅμοιον. ΕΥΤΡ. Δοκεῖς μοι μὴ νοεῖν τὰ λεγόμενα· τότε γὰρ δοκεῖ διαλ‐ | |
15 | λάττειν, ὁπόταν ὁ εἷς τοὺς πιστοὺς σώσῃ, ὁ δὲ ἕτερος τοὺς ἀπίστους. Ἀμφότεροι δὲ εὑρίσκονται τὸ αὐτὸ πράττοντες· οὐδὲν οὖν τὸ ἀντί‐ πιπτον. λέγε εἴ τι ἕτερον ἔχεις. ΜΕΓ. Ὁ ἐν τῷ νόμῳ κύριος λέγει· ἀγαπήσεις τὸν ἀγαπῶντά σε, καὶ μισήσεις τὸν ἐχθρόν σου· ὁ δὲ κύριος ἡμῶν, ἀγαθὸς ὤν, | |
20 | λέγει· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. ΑΔ. Εἰ μὲν γὰρ ἐν μόνῳ τῷ εὐαγγελίῳ ἔκειτο, καλῶς ἔλεξας· εἰ δὲ καὶ ἐν τῷ νόμῳ εὑρίσκομεν διεσταλμένον· ἐὰν ἴδῃς, φησί, τὸν βοῦν ῥεμβόμενον τοῦ ἐχθροῦ σου, οὐκ ἐάσεις αὐτὸν ἀπολέσθαι· | |
25 | ἀνάξας ἀποδώσεις αὐτῷ τὸν βοῦν αὐτοῦ. καὶ πάλιν φάσκει· ἐὰν ἴδῃς τὸν ὄνον τοῦ ἐχθροῦ σου ἐν τῇ ὁδῷ πεσόντα, οὐ μὴ ἀντιπαρέλθῃς αὐτόν, ἕως ἐπάρας γομώσῃς τὸν ὄνον. ἀλλ’ | |
οὖν γε καὶ ὅτε ὁ λαὸς ἐπῆλθεν ἀνελεῖν Μωσέα καὶ ἐπεσκίασεν ἡ δόξα | 26 | |
28 | κυρίου, ἦν δὲ ὅσιον τοὺς ἐπελθόντας ἐχθρῶν δίκην ἀναιρεῖσθαι, καὶ ἔπεσε κατὰ τὸ γεγραμμένον ἡ θραῦσις, καὶ ἔμελλεν ὄλλυσθαι ὁ λαός, εἰ μὴ Μωσῆς, παραπέμψας τὴν ἔχθραν, ἐδεήθη τοῦ θεοῦ ὑπὲρ τῶν ἐχθρῶν αὐτοῦ, εἰπών· Ἀαρών, ἀπάντησον τῷ ὀλοθρευτῇ, λαβὼν | |
5 | ἐν τῇ χειρί σου τὸ πυρεῖον· ἀκούσας Ἀαρὼν ἀπήντησε καὶ ἐκό‐ πασεν ἡ θραῦσις. ἀλλὰ καὶ Δαυῒδ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ καὶ εὑρὼν τόπον ἀνελεῖν αὐτόν, οὐκ ἀνεῖλεν ἀλλὰ τοὐναντίον εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖται· ἀλλ’ οὖν γε καὶ Ἱερεμίας, βληθεὶς ὑπ’ ἐχθρῶν εἰς λάκκον, οὐκ ἐμνησικάκησεν ἀλλὰ τοὐναντίον καὶ αὐτὸς ηὔχετο | |
10 | ὑπὲρ αὐτῶν. λέγει δὲ ἐν τῷ γράμματι τοῦ εὐαγγελίου· ἀναχωρεῖτε ἀπ’ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ὁρᾷς ὅτι συνᾴδει τὸ εὐαγγέλιον τῷ νόμῳ. ΜΕΓ. Ἐν τίνι συνᾴδει; ΕΥΤΡ. Πῶς οὐκ ἔστι τὰ αὐτά; ἃ προέτεινεν ὁ Χριστὸς γενέσθαι, | |
15 | ταῦτα ἐν τῷ νόμῳ γέγονεν. ἐχθροὺς ἀγαπᾶν προσέταξε, καὶ ὁ νόμος ἐχθροὺς μὴ ἀμύνεσθαι προσέταξεν, ἀλλ’ οὐδὲ μέχρι βοὸς ἢ ὄνου παρορᾶν κελεύει. πῶς δὲ καὶ ὁ Χριστὸς οὐ μισήσει τοὺς τὰ φαῦλα πράσσοντας ὡς ἐχθρούς, λέγων· ἀναχωρεῖτε ἀπ’ ἐμοῦ; τοῦτο οὐκ ἔστιν ἀγάπης τὸ ἀπώσασθαι τοὺς ἐχθρούς. | |
20 | ΜΕΓ. Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως, ἵνα πολεμῶν πλείονας ἀνέλῃ, ἔστησε τὸν ἥλιον τοῦ μὴ δῦσαι μέχρι συντελέσῃ ἀναιρῶν τοὺς πολεμοῦντας πρὸς τὸν λαόν· ὁ δὲ κύριος, ἀγαθὸς ὤν, λέγει· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. ΑΔ. Περὶ τοῦ τοὺς ἀδίκως πόλεμον κατὰ δεσποτῶν συστησα‐ | |
25 | μένους [ὅσιον] δικαίως ἀναιρεῖσθαι ἀποδέδεικται, ἐξ ὧν καὶ ὁ Χριστὸς τὸν φαύλως ἀναστραφέντα κελεύει βληθῆναι εἰς τὸ σκότος τὸ ἐξώ‐ τερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ἕνεκεν δὲ τοῦ· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, τοῦτο δείκνυται οὐ μόνον δι’ ἐντολῆς ἐν τῷ νόμῳ, ἀλλὰ δι’ ἔργου γεγονός, | |
30 | ὡς γέγραπται ὅτι παρώργισαν τὸν Μωσῆν ἐν τοῖς ἔργοις αὐτῶν Ἀαρὼν καὶ Μαρία ἡ ἀδελφὴ αὐτοῦ, συμβῆναι δὲ τὴν Μαρίαν λέπρᾳ περιπεσεῖν διὰ τὸν παροργισμόν· ὁ δὲ Μωσῆς παρὰ τοῦ Ἀαρὼν 〈αἰτη‐ θεὶσ〉 οὐκ ἀνέμεινε τὸν ἥλιον δῦσαι, ἀλλὰ τοὐναντίον ἱκέτευσε τὸν | |
θεὸν ἰαθῆναι τὴν ἀδελφὴν αὐτοῦ. ὅρα τοίνυν ὅτι καὶ ἐν τῷ νόμῳ | 28 | |
30 | τοιαῦτα ἐγένετο, ὅπως μὴ ἐπιδύῃ ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ. ἀλλὰ μὴν καὶ ὁ προφήτης κηρύσσει ἀναφανδόν· μὴ μνησικακεῖτε ἕκα‐ στος πρὸς τὸν πλησίον αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν. ὡδὶ πέφηνε τοίνυν καὶ ἐν νόμῳ καὶ ἐν εὐαγγελίῳ εἶναι τό· ὁ ἥλιος μὴ | |
5 | ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. ΜΕΓ. Οὐδὲ γέγραπται τοῦτο ἐν τῷ νόμῳ περὶ τοῦ μὴ ἐπιδύειν τὸν ἥλιον· τί ἄλλα ἀντ’ ἄλλων λέγεις; ΕΥΤΡ. Βούλει μόνον φιλονεικεῖν ἀδίκως, Μεγέθιε· εὕρηται καὶ ἔργῳ καὶ παραγγελίᾳ γεγενημένον ἐν τῷ νόμῳ· τὸ γὰρ παραγγεῖλαι | |
10 | τὸν προφήτην μὴ μνησικακεῖν οὐ δοκεῖ σοι ἀκριβέστερον εἶναι; ὁ μὲν οὖν Χριστὸς κἂν μιᾶς ἡμέρας προθεσμίαν τῷ παροργισμῷ ἔδωκεν, ὁ δὲ προφήτης οὐδ’ ὅλως μνησικακεῖν προσέταξε. ΜΕΓ. Ὡς φαίνεται, οὐ δικαστὴς εἶ, ἀλλ’ ἀντίδικος. ΑΔ. Οὐκ Εὐτρόπιος ἀντίδικός σού ἐστιν, ἀλλ’ ἡ ἀλήθεια· αὕτη | |
15 | γὰρ ἀντιδικεῖν τοῖς ψευδηγόροις πέφυκε. καὶ γὰρ ἀήττητος καὶ ἀθά‐ νατος ὑπάρχει ἡ ἀλήθεια, βλάστημα τοῦ ἀγαθοῦ θεοῦ οὖσα. ΕΥΤΡ. Οἱ παρόντες ἀκροαταὶ λεγέτωσαν εἰ παρὰ τὸ δίκαιον ἀπεφηνάμην· καὶ γὰρ αὐτὸς Ἕλλην ὢν βούλομαι Χριστιανὸς γενέσθαι **** ἀνάγκη οὖν **** τὸ κρεῖττόν με αἱρήσασθαι. | |
20 | ΜΕΓ. Δείξω ὅτι ἠναντίωται τὸ εὐαγγέλιον τῷ νόμῳ. ΕΥΤΡ. Τὸ ἠναντιῶσθαι οὐκ ἤδη δύο θεοὺς δείκνυσι· καὶ γὰρ ὡμολόγηται ὑπὸ σοῦ ὅτι εἷς ἦν ὁ λέγων· φόνευσον, καί· μὴ φονεύσῃς. ΜΕΓ. Ἐκ τούτου δείκνυται μὴ ὢν ἀγαθὸς ὁ δημιουργὸς ὅτι ἑαυτῷ ἐναντιοῦται. | |
25 | ΑΔ. Εἰ διὰ τὸ διαφόρους νόμους αὐτὸν τεθεικέναι λέγεις αὐτὸν μὴ εἶναι ἀγαθόν, ἄκουε [ἴσος ὢν] ὅτι καὶ ὁ Χριστὸς οὐδὲν διαλλάττει αὐτοῦ, ἀλλ’ ἴσως τοῦ δημιουργοῦ καὶ αὐτὸς διάφορα νομοθετεῖ· λέγει γάρ· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ μετὰ ταῦτα λέγει τοῖς | |
ἐχθροῖς τῆς πίστεως· πορεύεσθε εἰς τὸ σκότος τὸ ἐξώτερον | 30 | |
32 | πῶς ἠγάπα τοὺς ἐχθροὺς οὓς ἀπέστελλεν εἰς τὸ σκότος τὸ ἐξώτερον; ἐν τούτῳ ποία ἀγάπη; ΜΕΓ. Ἐν τῷ νόμῳ λέγει· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, ὁ δὲ κύριος, ἀγαθὸς ὤν, λέγει ἐν τῷ εὐαγ‐ | |
5 | γελίῳ· ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν σιαγόνα, παράθες αὐτῷ καὶ τὴν ἄλλην. ΑΔ. Καλλίστως καὶ ἁρμοδίως τέθεινται αἱ φωναὶ νομοθεσίας. ἡ μὲν γὰρ πρώτη ἐν τῷ νόμῳ, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, φόβῳ συγκέκραται, ὅπως μή τις τολμήσῃ θατέρου ὀφθαλμὸν ἐξελεῖν καὶ | |
10 | παύσωνται τῆς πρὸς ἀλλήλους μνησικακίας. ὥσπερ οὖν ἐν τῷ νόμῳ ὁ φόβος ἐκώλυσε τὴν μάχην, οὕτω καὶ ἐν τῷ εὐαγγελίῳ τὸν αὐτὸν τρόπον κεκώλυται μὴ διὰ τὸ ἐλάχιστον ῥάπισμα ἀντιλέγειν καὶ μνη‐ σικακεῖν, ἀλλ’ εἴκειν καὶ πείθεσθαι. ταῦτα τοίνυν ἐστὶ φόβος καὶ ἐπιείκεια, ἀμφότερα εἰρήνης κατασκευαστικά· καὶ ὃς μὲν διὰ τὸν φόβον | |
15 | πέπαυται τῆς μάχης, ὃς δὲ διὰ τῆς ἐπιεικείας τὴν εἰρήνην ἠσπάσατο. εἰ δὲ μόνον ἐν τῷ νόμῳ τὰς ἀνταποδόσεις λελέχθαι λέγεις, ἄκουε τοῦ εὐαγγελίου λέγοντος· ᾧ μετρεῖτε μέτρῳ ἀντιμετρηθήσεται ὑμῖν. μάθετε σαφέστερον ἐκ τοῦ αὐτοῦ εὐαγγελίου ὅτι ἕκαστος καθὸ ἔπραξε τοῦτο κομίζεται, ὥσπερ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἐν τῷ | |
20 | λέξαι· ὃς ἄν με ἀρνήσηται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνή‐ σομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρα‐ νοῖς. δέδεικται τοίνυν καὶ διὰ νόμου καὶ διὰ τοῦ εὐαγγελίου ὅτι ἕκαστος πρὸς ἃ πράττει πρὸς τὸν ἀδελφὸν αὐτοῦ, τοῦτο κομιεῖται. ΜΕΓ. Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως ἐκ δρυμοῦ [Ἐλισσαῖος] | |
25 | ἄρκτῳ εἶπεν ἐξελθεῖν καὶ καταφαγεῖν τοὺς ἀπαντήσαντας αὐτῷ παῖδας· ὁ δὲ ἀγαθὸς κύριος· ἄφετε, φησί, τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. ΑΔ. Χρὴ τοίνυν ἀμφοτέρων τῶν παιδίων τὰς προσελεύσεις ἱστο‐ ρῆσαι, καὶ εἰ μὲν ἴσαι εἰσὶν αἱ προσαγωγαί, εὖ ἂν ἔχοι, ἐστὶ γὰρ τὸ | |
30 | πᾶν αἴτιον τοῖς προσιοῦσιν. οἱ μὲν τῷ Χριστῷ προσεληλυθότες δι’ εὐλογίας προσῄεσαν· οἱ δὲ διὰ χλεύην καὶ ὕβριν ἐπεσπάσαντο ἑαυτοῖς ὄλεθρον θηριώδη. δέδεικται γὰρ ὅτι πρὸς ἃ πράττει ἕκαστος, οὕτω | |
κομίζεται. δίκαιον τοίνυν τοὺς προσεληλυθότας λαβεῖν εὐλογίας | 32 | |
34 | τυχεῖν τῆς ἑαυτῶν προαιρέσεως, καὶ τοὺς ὑβρίσαντας τὸν τοῦ θεοῦ προ‐ φήτην καὶ τοὐναντίον τούτους θηριοβρώτους γενέσθαι· καθὼς ἐκο‐ λάσθη εἰς κύριον ἀσεβήσας Ἰούδας. αὐτὸς γὰρ ὁ Χριστὸς ἀπεφήνατο λέγων· οὐαὶ τῷ ἀνθρώπῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα‐ | |
5 | δίδοται· συμφέρει αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ γεννηθέντα μύλῳ ὀνικῷ προστεθῆναι καὶ καταποντισθῆναι ἐν τῷ βάθει τῆς θαλάσσης. εὑρήσεις δὲ καὶ τοὺς προφήτας πολλάκις πολλοὺς ἐλεή‐ σαντας· ἀλλ’ οὖν γε καὶ νεκροὺς ἐγείραντας. ἀλλὰ καὶ Σωμανῖτις δεηθεῖσα τοῦ προφήτου ἀπείληφε τὸν τεθνηκότα αὐτῆς υἱόν. ἀπο‐ | |
10 | δέδεικται οὖν φανερῶς ἑνὸς θεοῦ τοὺς προφήτας ὄντας καὶ τὸν Χριστόν· εἷς γὰρ ὤν, ὃν ὡς εἰδὼς ἔφης ἀγαθὸν μόνον εἶναι 〈καὶ〉 οὐχὶ καὶ δίκαιον [ὁ Χριστός], τίνι λόγῳ κελεύει τὸν ἀδίκως ἀσεβήσαντα Ἰούδαν δικαίως εἰς θάλασσαν ῥίπτεσθαι; οἶμαι γὰρ τὸ τοὺς ἁμαρτά‐ νοντας κολάζειν δικαίου εἶναι καὶ οὐκ ἀγαθοῦ κατὰ σέ. ἀγαθὸς γὰρ | |
15 | ὢν μόνον καὶ οὐχὶ καὶ δίκαιος, ὀφείλει μηδένα κολάζειν, εἰ δὲ κολάζει, ἔσται καὶ δίκαιος. λεκτέον τοίνυν καὶ τοῦτο· δῆλον γὰρ ὅτι δίκαιος, ὁ δημιουργός, οὐδὲν εἶχε πρᾶγμα κολάσαι τὸν Ἰούδαν, μηδὲν ἠδικη‐ μένος παρ’ αὐτοῦ. ἀλλ’ οὐδὲ διάβολος ἠδύνατο κολάσαι τὸν Ἰούδαν, μηδὲν ὑπ’ αὐτοῦ βλαβείς, μᾶλλον δὲ τοὐναντίον βοηθηθείς· ὃν γὰρ | |
20 | ἐφοβεῖτο καὶ ἐβόα· τί ἐμοὶ καὶ σοί; ἦλθες πρὸ καιροῦ βασανίσαι με; τοῦτον ἐθεώρει θανάτῳ ὑποβληθέντα ὑπὸ τοῦ Ἰούδα. εἰκὸς οὖν μήτε ὑπὸ τοῦ ἀγαθοῦ Χριστοῦ κολάζεσθαι τὸν Ἰούδαν, ἀγαθὸς γὰρ οὐδέποτε κολάζει. τίνα τοίνυν τῶν τριῶν φὴς κεκολακέναι τὸν Ἰούδαν; δέδεικται γὰρ ὅτι 〈ὁ〉 δίκαιος, οὔτε ἀδικηθεὶς αὐτός, οὐκ | |
25 | ἐκόλασε μηδὲν βλαβείς· εἰ δὲ ἐκόλασεν, ἀνάγκη αὐτὸν ὡς ἔκδικον κατα‐ στάντα εἶναι παρὰ τοῦ ἀδικηθέντος. εἰ δὲ ὁ διάβολος ἐκόλασε τὸν Ἰούδαν, ἔσται δίκαιος καὶ οὐ κακός· ὁ γὰρ κατακρίνας τὸν ἀδίκως παραδόντα δίκαιος· ἔσται οὖν δίκαιος καὶ οὐ πονηρός. εἰ δὲ ὁ Χρι‐ στὸς ἐκόλασε, τοὐναντίον τῆς σῆς γνώμης ἔσται· ἀγαθὸς γὰρ οὐδέποτ | |
30 | κολάζει· εἰ δὲ ἐκόλασε, δίκαιος καὶ οὐκ ἀγαθὸς ἔσται. ἄκουε δὴ καὶ | 34 |
36 | τοῦ ἀποστόλου λέγοντος ὅτι· ἕκαστος παρὰ Χριστοῦ κομίζεται εἴτε ἀγαθὸν εἴτε κακόν. ΜΕΓ. Τί ὅμοιον; ὁ προφήτης ἀπέκτεινεν, ὁ δὲ Χριστὸς ἔσωσεν. (ΑΔ. Τοὐναντίον δὲ τοὺς ἀπίστους ἀπώλεσεν. ἔλεγε γὰρ ἑκάστῳ· | |
5 | ἡ πίστις σου σέσωκέ σε· εἰ οὖν ἡ πίστις ἑκάστου, ἡ ἐκ προαιρέσεως, πέφυκε σώζειν, τοὐναντίον ἡ ἀπιστία ἀπώλεσεν.*) ΕΥΤΡ. Οἱ τῷ προφήτῃ προσελθόντες εὐλογίας λαβεῖν προσῆλθον; ΑΔ. Οὐκ, ἀλλὰ χλεύης ἕνεκεν καὶ ὕβρεως ἀμέλει φαλακρὸν τοῦτον ἐκίκλησκον. | |
10 | ΕΥΤΡ. Δίκαιον ἦν κατὰ τὴν προαίρεσιν τῆς προσαγωγῆς οὕτω καὶ κομίσασθαι, μάλιστα τοῦ ἀποστόλου λέγοντος παρὰ τοῦ Χριστοῦ ἀγαθὰ καὶ κακὰ κομίζεσθαι. ΜΕΓ. Ὁ δημιουργὸς οὐδὲ ᾔδει ποῦ ἐστιν ὁ Ἀδάμ, λέγων· ποῦ εἶ; ὁ δὲ Χριστὸς καὶ τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ᾔδει. | |
15 | ΑΔ. Πῶς οὖν καὶ ὁ Χριστὸς περὶ Λαζάρου λέγει· ποῦ τεθεί‐ κατε αὐτόν; ἠγνόει ἴσως ποῦ κεῖται. ΜΕΓ. Οὐ γέγραπται ἐν τῷ ἡμετέρῳ εὐαγγελίῳ. ΑΔ. Οἶδας ὅτι ἐπηγγείλω ἐκ τοῦ ἡμετέρου εὐαγγελίου δεικνύναι. ἐπεὶ οὖν 〈οὐ〉 βούλει τοῦτο, πῶς πυνθάνεται ὁ Χριστὸς παρὰ τοῦ ἀρχι‐ | |
20 | δαίμονος λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δέ, φησίν, εἶπε· Λεγεών. ἴσως οὖν κατὰ σὲ ἠγνόει καὶ διὰ τοῦτο ἐπυνθάνετο. ΜΕΓ. Οὐχ ὅμοιον. ΕΥΤΡ. Ἀμφότερά μοι δοκοῦσιν ἄγνοια εἶναι, τό τε λέγειν· ποῦ εἶ; καὶ τό· τί σοι ὄνομα; λέγειν. | |
25 | ΑΔ. Οὐχ ὡς πυνθανόμενος ὁ θεὸς τῷ Ἀδὰμ φάσκει· ποῦ εἶ; ἀλλ’ ὑπομιμνήσκειν αὐτὸν ἐβούλετο. τὸ πρότερον γὰρ ἐν μακαριότητι διάγοντα καὶ μικρὸν ὕστερον παρακούσαντα τῆς ἐντολῆς καὶ ὄντα γυμνόν, ὑπομιμνήσκει ποῦ εἶ; λέγων, ὅρα ἐν ποίοις ἦς καὶ ποῦ εἶ, | |
ἐκπεσὼν τῆς τρυφῆς παραδείσου. | 36 | |
38 | ΜΕΓ. Πῶς οὖν ἐν τῷ νόμῳ λέγει· ἱμάτιον ἀνθ’ ἱματίου, ὁ δὲ ἀγαθὸς κύριος λέγει· ἐάν τίς σου ἄρῃ τὸ ἱμάτιον, πρόσθες αὐτῷ καὶ τὸν χιτῶνα; ΑΔ. Τοῦτο μὲν τὸ κεφάλαιον ὅμοιόν ἐστι τοῦ· ὀδόντα ἀντὶ | |
5 | ὀδόντος· ἀλλ’ ἵνα μὴ οἰηθῇς ἀργῶς ἡμᾶς πρὸς τὰς προτάσεις φέρε‐ σθαι, εἰ καὶ μάλιστα δικαστοῦ τόπον φθάσας κατείληφας ἐν τῷ ἐπι‐ φέρειν τὰς ἐκ τῶν γραφῶν ἐρωτήσεις· ὁ γάρ τοι ἐπιφέρων μείζων ἐστὶ τοῦ ἐπιλυομένου· τοῦτο τό· ἐάν τίς σου ἄρῃ τὸ ἱμάτιον ἐν μὲν τῷ εὐαγγελίῳ γέγραπται, ἐν δὲ τοῖς πατριάρχαις ἔργῳ γεγένηται. | |
10 | Ἰωσὴφ ἀποδυθεὶς τὸ ἱμάτιον ὑπὸ τῶν ἀδελφῶν οὐ μόνον τὸν χιτῶνα προσδίδωσι, κατὰ τὸ λεχθὲν ἐν τῷ εὐαγγελίῳ, ἀλλὰ καὶ σιτία καὶ ἐν καιρῷ λιμοῦ τροφὰς καὶ ὅσα πλεῖστα [ὅσα] χρήματα. ἀλλὰ καὶ ἐν τῷ νόμῳ τοῦτο προστέτακται· ἐὰν λάβῃ σου ὁ ἀδελφὸς ἀργύριον [ἢ ἱμάτιον], τῷ ἑβδόμῳ μηνὶ καὶ τὸν τόκον καὶ τὸ κεφάλαιον | |
15 | ἀφήσεις αὐτῷ [καὶ τὸν χιτῶνα]. ΜΕΓ. Ὁ προφήτης τοῦ θεοῦ τῆς γενέσεως λέγει· τὰ τόξα μου ἐντεταμένα καὶ τὰ βέλη μου ἠκονημένα, ὁ δὲ ἀπόστολός φησιν· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. | |
20 | ΑΔ. Καλὸν καλῷ οὐκ ἀντίκειται, οὔτε κακὸν κακῷ, οὔτε φῶς φωτί, οὔτε λευκὸν λευκῷ, ἀλλὰ τὸ μέλαν τῷ λευκῷ. πῶς τοίνυν οἴει ταῦτα ἀντικεῖσθαι τὰ τοῦ προφήτου καὶ τὰ τοῦ ἀποστόλου; ἢ ἀγνοεῖς ὅτι τόξα καὶ [ἡ] μάχαιρα καὶ θυρεὸς καὶ βέλη καὶ ὅπλα πάντα πολεμικά ἐστιν; | |
25 | ΕΥΤΡ. Ὁ προφήτης τίνος ἦν, τοῦ δικαίου ἢ τοῦ πονηροῦ; ΜΕΓ. Τοῦ δικαίου. ΑΔ. Πῶς οὖν πονηρὸν λέγει ὁ ἀπόστολος τὸν δίκαιον, λέγων· τὰ βέλη τοῦ πονηροῦ; | |
ΕΥΤΡ. Οὐ ταὐτόν ἐστιν. | 38 | |
40 | ΜΕΓ. Ὁ θεὸς τῆς γενέσεως ὑποχυθέντα τὸν Ἰσαὰκ οὐκέτι ἐποίησε διαβλέψαι, ὁ δὲ κύριος ἡμῶν, ἀγαθὸς ὤν, πολλῶν τυφλῶν ἤνοιξεν ὀφθαλμούς. ΑΔ. Ἀγνοεῖς τὴν οἰκονομίαν τοῦ θεοῦ. ὁ οὖν δοὺς τῷ Ἀβραὰμ | |
5 | παρὰ προσδοκίαν ἐπὶ τῷ γήρᾳ υἱούς, καὶ Τωβίᾳ χαρισάμενος τὸ βλέπειν, ἵνα μὴ πάντα τὰ μεγαλεῖα διεξερχόμενοι μηκύνωμεν τὸν λόγον, ἠδύνατο καὶ τὸν Ἰσαὰκ μὴ συγχωρῆσαι ὑποχυθῆναι. ἀλλ’ ἐπεὶ ἔμελλεν ὁ Ἰσαὰκ τὸν Ἠσαῦ εὐλογεῖν, ἦν δὲ εἰρημένον τῇ Ῥεβέκκᾳ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάττονι, διὰ τὸ μυστήριον τῶν δύο | |
10 | λαῶν ὑπεχύθη, ὅπως ἄκων εὐλογήσῃ τὸν νεώτερον Ἰακώβ, τουτέστι τὸν μεταγενέστερον τῶν Ἰουδαίων λαὸν τῆς καθολικῆς ἐκκλησίας. ΜΕΓ. Ἐκ τοῦ διωχθῆναι ἡμᾶς πολλάκις καὶ μισεῖσθαι οὐκ ἔστι φανερὸν ὅτι ἄλλου ἐσμὲν θεοῦ καὶ τοῦ τῆς γενέσεως ἀλλότριοι; λέγει γάρ· καρδία βασιλέως ἐν χειρὶ θεοῦ. δῆλον οὖν ὅτι αὐτὸς | |
15 | ὁ τῆς γενέσεως θεὸς ἡμᾶς ἐδίωκεν ἀπὸ τοῦ ἐν χερσὶν ἔχειν τὰς καρ‐ δίας τῶν βασιλέων. ΑΔ. Ταῦτα μέν, εἰ (πρὸ τούτων τῶν χρόνων) ἐσοφίζου, ὅπως ποτὲ εἶχε λόγον, εἶχε δὲ καὶ εὐχερῆ τὴν ἐπίλυσιν· οἴομαι δὲ ἀναρμόστως καὶ ἀπεπιτηδείως (τοῦ καιροῦ) σε προαγηοχέναι τοῦτο τὸ κεφάλαιον. | |
20 | (νῦν δὲ τοῦ βασιλέως ὄντος θεοσεβοῦς, τί φὴς ἕτερον τὸν ἐν τοῖς πρὸ τούτου κατέχοντα τὰς καρδίας ἐκείνων καὶ διώκοντα, καὶ ἕτερον θεὸν τὸν κατέχοντα τὴν καρδίαν τούτου; κρεῖττον γὰρ καὶ τοὐναντίον τῶν βασιλέων ἐκείνων αὐτὸς βασιλεύει. ἃ γὰρ ἐκεῖνοι καθεῖλον αὐτὸς ἀνῳκοδόμησεν, οὓς ἐκεῖνοι ἐμίσησαν οὗτος ἠγάπησεν, οὓς ἐκεῖνοι ἐτίμων ναούς τε καὶ εἴδωλα αὐτὸς καθεῖλε.) | |
25 | κατὰ σὲ οὖν ἄλλος θεὸς ἦν ἐν ἐκείνοις καὶ ἕτερος ἐν τούτῳ· πολλὴ ἐν τούτῳ ἄνοια. ἀλλ’ οὐ μόνον ἡμεῖς (ἐδιώχθημεν), ἀλλὰ καὶ οἱ προ‐ φῆται πολλοὶ ἐμαρτύρησαν, ἀλλὰ καὶ οἱ τρεῖς παῖδες πρὸ τούτου. καὶ τοῦτό φησιν ὁ προφήτης· ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, (ὅθεν καὶ Παῦλος, τῇ αὐτῇ προφητικῇ φωνῇ χρησάμενος, | |
30 | ἔλεγεν· ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.*) ὁμοίως δὲ καὶ οἱ τοῦ Χριστοῦ μαθηταί, κατόπιν τῶν προφητῶν βαίνοντες, | |
ὡσαύτως (ἐδιώκοντο)· ἀνάγκη σε ἀλλότριον εἶναι τοῦ κανόνος τῶν | 40 | |
42 | διωχθέντων προφητῶν καὶ δικαίων, ἀποστόλων τε καὶ τῶν διωκο‐ μένων διὰ Χριστὸν μαθητῶν. ΕΥΤΡ. Πῶς οὖν 〈ὁ ἀπόστολοσ〉 ἀποκέχρηται τοῖς προφήταις; εἰ γὰρ οἱ προφῆται λέγουσι καὶ αὐτὸς ὁμοίως, δῆλον ὅτι οὐκ ἀκυροῖ, | |
5 | ἀλλ’ ὥσπερ καλοῖς καὶ νομίμοις κέχρηται. ΜΕΓ. Οὐδενὶ ῥητῶς ἀποκέχρηται τῶν ἀρχαίων· ἀμήχανον. ΑΔ. Δείκνυμι ἐν πολλοῖς λέγοντα τὸν ἀπόστολον καὶ ἐπικυροῦντα καὶ οὐκ ἀποβάλλοντα. λέγει γὰρ ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπι‐ στολῇ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· ἐξ | |
10 | αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃ ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέγραπται· ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. ἀκριβέστερον δὲ ἐν τῇ αὐτῇ ἐπιστολῇ ἐμφαίνει, λέγων· τίς ποι‐ μαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος οὐκ ἐσθίει; μὴ κατ’ | |
15 | ἄνθρωπον ταῦτα λαλῶ, ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλο‐ ῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν. | |
20 | ΜΕΓ. Οἶδας ὅτι Μωσέως νόμον εἶπεν, οὐ τοῦ θεοῦ. ΕΥΤΡ. Οἶδα ὅτι Μωσέως νόμον εἶπεν, ἀλλ’ ἐκύρωσεν εἰπών· μὴ περὶ τῶν βοῶν μέλει, φησί, τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη. ὁρᾶς ὅτι κυροῖ καὶ ὡς καλῶς κειμένῳ κέχρηται. οὐδεὶς γὰρ σαπρῷ νόμῳ κέχρηται πρὸς ἀπόδειξιν ἢ φαύλῳ, | |
25 | ἀλλὰ κρείττονι καὶ τελείῳ· ὡς γὰρ σύ, βουλόμενος συνιστᾶν τὰ ὑπὸ σοῦ λεγόμενα, Παύλῳ κέχρησαι μάρτυρι, ἵνα βέβαια ᾖ τὰ ὑπὸ σοῦ λεγόμενα, οὕτω καὶ ὁ ἀπόστολος ἀπεχρήσατο μάρτυρι τῷ νόμῳ. ΜΕΓ. Ἐγὼ ἐκ τῶν γραφῶν δείξω ὅτι ἄλλος ἐστὶν ὁ τοῦ Χριστοῦ πατήρ, καὶ ἄλλος ὁ δημιουργός. ὁ δημιουργὸς ἐγνώσθη τῷ Ἀδὰμ καὶ | |
30 | τοῖς κατὰ καιρόν, ὡς ἐν ταῖς γραφαῖς δηλοῦται· ὁ δὲ τοῦ Χριστοῦ | |
πατὴρ ἄγνωστός ἐστιν, ὡς αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο, περὶ αὐτοῦ | 42 | |
44 | εἰπών· οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις γινώσκει εἰ μὴ ὁ πατήρ. ΑΔ. Πάνυ δυσνοήτως φέρῃ περὶ τὰς γραφάς· οἴει γὰρ μόνον ὑπὸ τοῦ σωτῆρος λελέχθαι τοῦτο. ἄκουε Ἠσαΐου λέγοντος· ἔγνω | |
5 | βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν. καὶ Ἰερε‐ μίας λέγει ὡς πάλαι μὴ γνωσθέντα αὐτόν· λέγει γάρ· πάντες με γνώσονται ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. ΜΕΓ. Πῶς οὖν ἐν τῷ Ἰεζεκιὴλ λέγει· ἐπεγνώσθην τοῖς πα‐ | |
10 | τράσιν ὑμῶν ἐν τῇ ἐρήμῳ. ΑΔ. Οὐκ ἤδη διὰ τὸ τὸν Ἰεζεκιὴλ φῆσαι· ἐπεγνώσθην τοῖς πατράσιν αὐτῶν, καὶ αὐτοὶ ἔγνωσαν αὐτόν· καὶ γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τοσούτῳ χρόνῳ συνδιατρίβων τοῖς μαθηταῖς, ἔλεγεν· οὐδεὶς γινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ· καίτοι ὑπὸ πάντων | |
15 | ἑωρᾶτο, ἀλλ’ οὐκ ἐγινώσκετο. λέγων· ἀναχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐδέποτε ἔγνων ὑμᾶς, μὴ ὁ καρδιο‐ γνώστης οὐκ ἐπέγνω αὐτούς; ἀλλ’ οὐχ ὡς ἐβούλετο ἐπολιτεύοντο· τὸ γὰρ συνιεῖν γινώσκειν λέγεται, ὡς καὶ ὁ Δαυΐδ· οἱ πατέρες ὑμῶν οὐ συνῆκαν τὰ θαυμάσιά μου ἐν γῇ Χαναάν, καίτοι εἶδον. οὔτε | |
20 | γὰρ ἐκ τοῦ θεωρεῖν ἤδη καὶ τὸ συνιεῖν παράκειται. φανερῶς εὑρίσκῃ μὴ μόνον προφήταις ἀντιλέγων, ἀλλὰ καὶ τῷ εὐαγγελίῳ· τοῦ γὰρ Χριστοῦ ὑπὸ πάντων θεωρουμένου ἀναφανδὸν καὶ λέγοντος· οὐδεὶς οἶδε τὸν υἱόν, ὑμεῖς ἐναντίους τοὺς προφήτας οἴεσθε. σαφῶς τοίνυν καὶ ὁ Χριστὸς καὶ οἱ προφῆται ἐμήνυσαν περὶ γνώσεως θεοῦ καὶ | |
25 | ἀγνωσίας. ΕΥΤΡ. Δῆλον ὅτι τὸ συνιεῖν γινώσκειν αἱ γραφαὶ λέγουσιν. ὁπότε γὰρ ὁ προφήτης λέγει· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν, ὁμῶς [δὲ] καὶ ὁ Χριστός, συνδιατρίβων τοῖς μαθη‐ ταῖς ἔλεγεν· οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. ἀλλὰ καὶ συνὼν | |
30 | ἔλεγεν αὐτοῖς· οὐδέποτε ἔγνων ὑμᾶς. | 44 |
46 | ΜΕΓ. Ἐναργεστέρα μοί ἐστιν ἀπόδειξις τοῦ μὴ εἶναι υἱὸν τοῦ δικαίου τὸν Χριστόν· ὁ γὰρ τοῦ νόμου οὔπω ἐλήλυθε. εἰ γὰρ ἦλθεν, ἐπληροῦτο ἂν τὰ εἰς αὐτὸν ὑπὸ τοῦ Δαυῒδ κηρυχθέντα, λέγοντος· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν | |
5 | οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ. ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, καὶ πάλιν· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου, καὶ τὰ ἑξῆς· ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. ἐκ τούτου δείκνυται ὅτι ὁ ἐλθὼν Χριστὸς ἄλλος ἐστίν, ἐκ τοῦ μήτε βασιλεῖς | |
10 | μήτε ἄρχοντας γενέσθαι κατ’ αὐτοῦ, μήτε ἔθνη ποιμανθῆναι ἐν ῥάβδῳ σιδηρᾷ. ΑΔ. Οἱ βασιλεύειν δοκοῦντες ἐν τῷ Ἰσραὴλ καὶ ἄρχειν καὶ ἔχοντες ἐξουσίαν θανατοῦν καὶ σώζειν πάντες κατὰ τοῦ Χριστοῦ παρεγένοντο. καὶ ὅτι ῥάβδῳ σιδηρᾷ ἐποιμάνθησαν ἀποδεικτέον κατὰ τὴν προφη‐ | |
15 | τείαν τοῦ Δανιήλ, λέγοντος· μετὰ τὴν χρυσῆν καὶ ἀργυρᾶν καὶ χαλκῆν ἐγερθήσεται βασιλεία σιδηρᾶ, ἥτις δέδεικται οὖσα τῶν Ῥωμαίων, δι’ ἧς ἐποιμάνθησαν οἱ κατὰ Χριστοῦ γεγονότες· τὰ γὰρ ἔθνη εἰς κληρονομίαν αὐτῷ ἦν δεδομένα, περὶ ἧς κληρονομίας λέγει ὁ Δαυΐδ· κύριε, μνήσθητι ἡμῶν ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· | |
20 | ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σωτηρίᾳ τοῦ ἔθνους σου, (τοῦ ἐπαι‐ νεῖσθαι μετὰ τῆς κληρονομίας σου. δῆλον οὖν ὅτι αὕτη ἐστὶν ἡ κληρονομία τῶν ἐθνῶν ὧν ᾐτήσατο.*) ΕΥΤΡ. Εἰ μὴ βασιλέων καὶ ἀρχόντων ἐξουσία παρῆν, πῶς οἷόν | |
τε ἦν σταυρωθῆναι τὸν Χριστόν; | 46 | |
48 | ΜΕΓ. Δανιὴλ λέγει· εἶδον, καὶ ἰδού, λίθος ἐτμήθη ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα [ἄνευ χειρῶν], καὶ ἐποί‐ ησεν αὐτὴν ὡς κονιορτὸν καὶ ἐξεφυσήθη ὑπ’ ἀνέμου. ὁ λίθος ἦν 〈ἡ〉 ἐκ θεοῦ βασιλεία ἐν δόξῃ φαινομένη καὶ ἡ εἰκὼν ἡ ἐπὶ τῆς | |
5 | γῆς βασιλεία [συστήκειν]. Δείκνυται οὖν τὸν διὰ νόμου καὶ προφητῶν Χριστὸν μηδέπω ἐληλυθέναι· εἰ γὰρ ἐληλύθει, οὐκ ἂν ἦν ἑτέρα βασι‐ λεία ἐπὶ τῆς γῆς, ὡς ἐμήνυσε Δανιήλ. ἐκ δὲ τοῦ πάσας τὰς βασιλείας συστήκειν δείκνυται μήπω ἐληλυθὼς ὁ διὰ νόμου καὶ προφητῶν Χριστός. | |
10 | ΑΔ. Τὰ δικαίως ἐν ταῖς γραφαῖς εἰρημένα βούλει ἀδίκως νοεῖν· οἱ γὰρ προφῆται καὶ τὸ εὐαγγέλιον δύο Χριστοῦ παρουσίας διασα‐ φοῦσι, μίαν ἐν ταπεινοφροσύνῃ, τὴν πρώτην, καὶ τὴν μετὰ ταῦτα ἐν δόξῃ. περὶ μὲν οὖν τῆς πρώτης Ἠσαΐας οὕτως εἶπεν· εἴδομεν αὐτὸν καὶ οὐκ εἶχε κάλλος οὔτε εἶδος, ἀλλὰ τὸ εἶδος αὐτοῦ | |
15 | ἄτιμον, ἐκλεῖπον ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. καὶ πάλιν· ἰδοὺ ὁ παῖς ὃν ᾑρέτισα, ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου· οὐκ ἐρίσει οὐδὲ κραυγάσει ἐν ταῖς πλατείαις, κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τετυφωμένον οὐ σβέσει. καὶ πάλιν· χαῖρε, θύγατερ Ἱερουσαλήμ, σφόδρα, κή‐ | |
20 | ρυσσε, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πραΰς, ἐπιβεβηκὼς ἐπ’ ὄνον, ὡς ἐν τῷ εὐαγγελίῳ δεδήλωται ὅτι καθίσας ἐπ’ ὄνου εἰσῆλθεν εἰς Ἱερουσαλήμ. τηλαυγὲς οὖν τὸ ποτὲ μὲν ἐν δόξῃ, ποτὲ δὲ ἐν πραΰτητι· οἶδε δὲ τὴν ἐν δόξῃ καὶ Παῦλος ὁ ἀπό‐ στολος, λέγων· ἐν κελεύσματι θεοῦ, ἐν φωνῇ ἀρχαγγέλου, ἐν | |
25 | τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται κύριος ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται πρῶτοι, ἔπειτα καὶ ἡμεῖς οἱ περιλει‐ πόμενοι εἰς τὴν παρουσίαν αὐτοῦ ἅμα σὺν αὐτοῖς ἁρπαγησό‐ μεθα ἐν νεφέλαις εἰς ἀπάντησιν αὐτοῦ· καθὼς καὶ ὁ Δανιὴλ | |
λέγει· εἶδον ὡς υἱὸν ἀνθρώπου διὰ τῶν νεφελῶν ἐρχόμενον. | 48 | |
50 | λέγει δὲ καὶ ἐν τῷ εὐαγγελίῳ· ὥσπερ ἡ ἀστραπὴ ἐκβαίνει ἀπ’ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ ἔλευσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. τηλαυγέστατα δέδεικται ἡ ἔλευσις αὐτοῦ ἡ πρώτη, ἐν ταπεινοφροσύνῃ γεγονυῖα, καὶ ἡ μέλλουσα ἐν τῇ δόξῃ. | |
5 | αὐτοῦ τοίνυν ἐν τῇ γῇ ὄντος καὶ ἄλλην παρουσίαν κηρύττοντος, τὴν ἐν δόξῃ ὀφείλουσαν γενέσθαι, ἴσως ὑμεῖς ἐναντιοῦσθε ταῖς δύο παρου‐ σίαις· οὔτε γὰρ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐπέγνωτε, οὔτε τὴν ἄλλην προσδοκᾶτε, μὴ συνιέντες τὰ θειωδῶς προστεταγμένα. ΜΕΓ. Ἀκριβῆ σοι ἀπόδειξιν παρέξω ὅτι ἀλλότριος ἦν ὁ τοῦ | |
10 | νόμου καὶ τῶν προφητῶν Χριστός. Ἰωάννης οὐκ ἐπέγνωκεν αὐτόν, ὃ ἦν ἀδύνατον, προφήτην τὸν ἐκ γενέσεως ἀγνοῆσαι τὸν Χριστὸν αὐτοῦ· ἀκούσας γὰρ ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, ἔπεμψε τοὺς μαθητὰς αὐτοῦ πρὸς αὐτὸν λέγων· σὺ εἶ ὁ ἐρ‐ χόμενος ἢ ἕτερον προσδοκῶμεν; | |
15 | ΑΔ. Εἰ περὶ Χριστοῦ ἐπυνθάνετο Ἰωάννης, ἔλεξε· σὺ εἶ ὁ Χριστός, φάσκει γάρ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; νῦν τοίνυν οὐκ ἔστι φρονήσεως τὸ τῶν παρόντων ἐξετάσαι· σὺ εἶ; ὁ λέγων· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, οὐκ ἠγνόει ὅτι αὐτός ἐστιν· ἀλλ’, ἐπεὶ πρόδρομος ἐγίνετο, 〈εἰ〉 | |
20 | καὶ ἐν τῷ ᾅδῃ ἐπυνθάνετο· ᾔδει γὰρ λέγοντα αὐτόν· ὑπάγω καὶ πέμψω τὸν παράκλητον, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον. ἄλλως δὲ καὶ τὸ ἀληθέστερον μάθε. ἐπειδὴ οἱ μαθηταὶ αὐτοῦ ἦσαν ἀνα‐ γινώσκοντες μὲν δύο παρουσίας τοῦ Χριστοῦ, ἀγνοοῦντες δὲ ὅτι αὐτός ἐστιν ὁ μέλλων ἐξιέναι ἐκ τοῦ κόσμου, ὁ Ἰωάννης μεταπαραδιδοὺς | |
25 | τῷ δεσπότῃ τοὺς μαθητάς· ἦν γὰρ θέμις τοὺς ὑπὸ Ἰωάννου μαθη‐ | 50 |
52 | τευθέντας τῷ Χριστῷ μεταπαραδοθῆναι· ὁ οὖν Ἰωάννης ἀπέστειλε τοὺς μαθητὰς ὅπως μάθωσιν ὅτι ἐκεῖνός ἐστι, μήπως μετὰ τὴν αὐτοῦ τελευτὴν σφαλῶσιν. ἀπέλθετε οὖν ὑμεῖς, ἀκροάσασθε, φησίν, εἰ αὐτός ἐστιν· ὁρᾶτε δὲ καὶ τὴν Χριστοῦ ἀπόκρισιν. μεταπαραλαβὼν τοὺς | |
5 | μαθητὰς καὶ βουλόμενος δεῖξαι, τὰ ἔργα προέβαλεν εἰπών· τυφλοὶ ἀναβλέπουσι καὶ κωφοὶ ἀκούουσι καὶ χωλοὶ περιπατοῦσι καὶ νεκροὶ ἐγείρονται, καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. αὐτοὺς οὖν μεταπαραλαβὼν ἐνουθέτει διὰ τῶν ἔργων, ἵνα πεισθῶσιν ὅτι αὐτός ἐστι ἡ ἀλήθεια πᾶσα. | |
10 | ΜΕΓ. Οὕτως ἀλλότριοι ἦμεν τοῦ φανέντος Χριστοῦ, καὶ ὁ φανεὶς Χριστὸς τοῦ ποιήσαντος θεοῦ, 〈ὥστε〉 Παῦλος λέγει ὅτι Χρι‐ στὸς ἡμᾶς ἐξηγόρασε. δῆλον οὖν ὅτι ἀλλοτρίους· ἰδίους γὰρ οὐδείς ποτε ἀγοράζει· ἀγοράζει γὰρ ἀλλοτρίους οὐκ ἰδίους. ΑΔ. Πάνυ ἀπαρακολουθήτως φέρεσθε. ὃ οὖν ὑπενόησας εἰ δεί‐ | |
15 | ξειας, εὖ ἂν ἔχοι· εἰ δὲ λόγον θηρεύεις μὴ ἐπιλυόμενον, οὐχ ὁσίως φρονεῖς. τὸν πριάμενον ἔφης εἶναι τὸν Χριστόν· ὁ πεπρακὼς τίς ἐστιν; οὐκ ἦλθεν εἰς σὲ ὁ ἁπλοῦς μῦθος ὅτι ὁ πωλῶν καὶ ὁ ἀγοράζων ἀδελφοί εἰσιν; εἰ κακὸς ὢν ὁ διάβολος τῷ ἀγαθῷ πέπρακεν, οὐκ ἔστι κακός, ἀλλ’ ἀγαθός· ὁ γὰρ ἀπ’ ἀρχῆς φθονήσας τῷ ἀνθρώπῳ νῦν | |
20 | οὐκέτι ὑπὸ φθόνου ἄγεται, τῷ ἀγαθῷ τὴν νομὴν παραδούς. ἔσται | |
οὖν δίκαιος, [ὁ] τοῦ φθόνου καὶ παντὸς κακοῦ παυσάμενος. αὐτὸς | 52 | |
54 | γοῦν ὁ θεὸς εὑρίσκεται πωλήσας· μᾶλλον δὲ [οἱ] ἡμαρτηκότες ἑαυτοὺς ἀπηλλοτρίωσαν οἱ ἄνθρωποι διὰ τὰς ἁμαρτίας αὐτῶν, πάλιν δὲ ἐλυ‐ τρώθησαν διὰ τὴν εὐσπλαγχνίαν αὐτοῦ. τοῦτο γάρ φησιν ὁ προφή‐ της· ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ἐξαπ‐ | |
5 | έστειλα τὴν μητέρα ὑμῶν. καὶ ἄλλος πάλιν· δωρεὰν ἐπράθητε καὶ οὐ μετ’ ἀργυρίου λυτρωθήσεσθε. τὸ δέ· οὐ μετ’ ἀργυρίου δηλοῖ ὅτι 〈διὰ〉 τοῦ αἵματος τοῦ Χριστοῦ· τοῦτο γὰρ φάσκει ὁ προ‐ φήτης ὅτι· αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. εἰκὸς δὲ ὅτι κατὰ σὲ ἐπρίατο, | |
10 | δοὺς ἑαυτοῦ τὸ αἷμα· πῶς οὖν καὶ ἐκ νεκρῶν ἠγείρετο; εἰ γὰρ ὁ λαβὼν τὴν τιμὴν τῶν ἀνθρώπων τὸ αἷμα ἀπέδωκεν, οὐκέτι ἐπώ‐ λησεν· εἰ δὲ μὴ ἀπέδωκε, πῶς ἀνέστη Χριστός; οὐκέτι οὖν τό· ἐξου‐ σίαν ἔχω θεῖναι καὶ ἐξουσίαν ἔχω λαβεῖν ἵσταται. ὁ γοῦν διά‐ βολος κατέχει τὸ αἷμα τοῦ Χριστοῦ ἀντὶ τῆς τιμῆς τῶν ἀνθρώπων. | |
15 | πολλὴ βλάσφημος ἄνοια· φεῦ τῶν κακῶν. ἀπέθανεν, ἀνέστη ὡς δυνατός· ἔλαβεν ὃ ἔθηκεν. αὕτη ποία πρᾶσις; τοῦ προφήτου λέγοντος· ἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. ὅπου ἀνάστασις, ἐκεῖ θάνατος. ΕΥΤΡ. Δοκεῖ μοι μὴ παρ’ ἄλλου ἠγορακέναι· τίς δέ ποτε τὰ | |
20 | ἴδια ἀγοράζει; δεῖξον. ΑΔ. Αὐτὸς ὁ Χριστὸς συνᾴδων τοῖς προφήταις ἔλεγε· πᾶς ὁ | |
ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. | 54 | |
56 | ΜΕΓ. Παρὰ τῆς ἁμαρτίας ἠγόρασεν; ΕΥΤΡ. Δῆλον ὅτι τὴν ἁμαρτίαν κύριον ὠνόμασε καὶ ἐλυτρώ‐ σατο, καταχρηστικῶς εἰπὼν ἠγορακέναι. ΜΕΓ. Οὐκ εἶπεν ὅτι ἡ ἁμαρτία κύριός ἐστιν. | |
5 | ΕΥΤΡ. Πολλὴ ἀνοησία· τῷ εἰπεῖν· πᾶς ὁ ποιῶν τὴν ἁμαρ‐ τίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, οὐκ ἔδειξε σαφῶς; ΑΔ. Σαφέστερον ἐπεργάζεται τῷ λόγῳ ὁ ἀπόστολος, λέγων· ὅτε ἦτε δοῦλοι τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. (πῶς γὰρ 〈ἂν〉 λεχθείη κύριος, μὴ ὑφεστῶτος τοῦ κυριευομένου;) | |
10 | ΕΥΤΡ. Δέδεικται τοῦτο σαφῶς. ΜΕΓ. Ὁ Χριστὸς φανερῶς λέγει ὅτι· οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· τί ἕτερα ἀντ’ ἄλλων εἰσάγετε; ΑΔ. Πόσους κυρίους οἴει αὐτὸν εἰρηκέναι; ΜΕΓ. Καθὼς λέγει τὸ εὐαγγέλιον· οὐ δύναται δένδρον σαπρὸν | |
15 | καρποὺς καλοὺς ἐνεγκεῖν, οὐδὲ δένδρον καλὸν καρποὺς κακοὺς ἐνέγκαι· οἱ δύο κύριοι ἐδείχθησαν. ὁρᾷς δύο φύσεις, δύο κυρίους. ΑΔ. Διὰ τί μὴ ὅλην τὴν ἀκολουθίαν τοῦ ῥητοῦ εἶπας, ἀλλ’ ἐκλεξάμενος ἃ δὴ νομίζεις σοι προσαρμόζειν, μόνα ταῦτα εἰσηγήσω; | |
20 | λέξω τοίνυν ὡς γέγραπται· οὐδείς, φησί, δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ. | |
ΕΥΤΡ. Μαμωνᾶν τίνα βούλεται ὀνομάζειν; | 56 | |
58 | ΑΔ. Τὰ χρήματα, τὰ ἀργυρᾶ. πείσει δέ σε καὶ ὁ ἔξωθεν λόγος ὅτι· ἕκαστος ᾧ ἥττηται, τούτῳ καὶ δεδούλωται. προστάττει τοίνυν καὶ ὁ Χριστὸς μὴ ἀντέχεσθαι χρημάτων, μήτε δοῦλον τῷ μαμωνᾷ γενέσθαι, ἀλλὰ θεῷ μόνῳ προσανέχειν. πᾶς γάρ, φησίν, | |
5 | ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. ΕΥΤΡ. Εἰ τὸν μαμωνᾶν βούλεται φύσιν ἰδίαν εἶναι καὶ ἰδίαν ἀρχήν, τουτέστι τὰ χρήματα, οὐκέτι δύο ἢ τρεῖς ἔσονται ἀρχαί, ἀλλὰ πλεῖσται ὅσαι. ἔσται γὰρ καὶ ἥλιος ἰδίαν ἔχων φύσιν καὶ ἀρχήν, καὶ σελήνη ὁμοίως, καὶ ἄστρα καὶ ἀὴρ καὶ ὕδωρ. πῶς τοίνυν φὴς τὰ | |
10 | χρήματα ἰδίαν ἀρχὴν καὶ ἰδίαν φύσιν εἶναι; ΜΕΓ. Οὐκ ἐγὼ εἶπον· ὁ Χριστὸς εἶπεν ὅτι· οὐ δύναται δέν‐ δρον σαπρὸν καρποὺς καλοὺς προενεγκεῖν, οὐδὲ δένδρον καλὸν καρποὺς σαπροὺς προενέγκαι. ΑΔ. Τοῦτο τὸ κεφάλαιον οὐ φύσεων ἕνεκα λέγεται, ἀλλ’ ἀνθρώ‐ | |
15 | πων· καὶ εἰ περὶ φύσεων ἔλεγεν, οὐκ ἂν καρποὺς ὠνόμασεν· ἀδύνατον γάρ φησι μεταβληθῆναι. ἔτι δείκνυμι ἐκ τοῦ εὐαγγελίου ὅτι περὶ ἀνθρώπων αὐτεξουσίων λέγει, καὶ οὐ περὶ ἀρχῶν. λέγει γὰρ οὕτως· Ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. | |
20 | καὶ πάλιν λέγει· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέρει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ προφέρει πονηρά. ἐκ τοῦ περισσεύματος τῆς καρ‐ δίας τὸ στόμα λαλεῖ· ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλο‐ γισμοὶ πονηροί. ὁρᾷς ὅτι ἐκ μιᾶς φύσεως ἀνθρώπων καὶ καλὸν | |
25 | καὶ κακὸν ὁ σωτὴρ λέγει προφέρεσθαι. | |
ΜΕΓ. Οὐ περὶ ἀνθρώπων τοῦτο λέγει. | 58 | |
60 | ΕΥΤΡ. Τούτου ποίαν ἐναργεστέραν ἀπόδειξιν ζητεῖς; ΑΔ. Ἀμεταβλήτους ἔφης τὰς φύσεις εἶναι· λέγει δὲ ἐν τῷ εὐαγ‐ γελίῳ· ἐκ τῶν λίθων τέκνα ἐγεῖραι τῷ Ἀβραάμ· λέγει δὲ τοῦτο καὶ Παῦλος ὁ ἀπόστολος· τὸ πρότερον ὄντα με βλάσφημον καὶ | |
5 | διώκτην καὶ ὑβριστήν· ὁποῖον δένδρον ἦν, καλὸν ἢ σαπρόν; ἀπο‐ κρίνου. ΜΕΓ. Οὐ περὶ Παύλου ζητῶ. ΑΔ. Διώκτης ἦν τὸ πρότερον· μετὰ ταῦτα γέγονεν ἀπόστολος· πῶς τοίνυν τὸ σαπρὸν δένδρον γέγονε καλόν, εἰ οὐ δύναται δένδρον | |
10 | σαπρὸν καρποὺς καλοὺς ἐνεγκεῖν; καὶ Ἰούδας τὸ πρότερον ὁποῖον δέν‐ δρον ἦν; ΜΑΡΚΟΣ Μαρκιωνιστής. Ἐγὼ ὁρίζομαι οὐ τρεῖς ἀρχὰς εἶναι ἀλλὰ δύο, πονηρὰν καὶ ἀγαθήν. ΑΔ. Αὐτοφυεῖς εἰσιν αἱ δύο ἀρχαὶ καὶ ἄναρχοι, ἢ ἡ μὲν ἀρχὴν | |
15 | ἔσχε τοῦ εἶναι, ἡ δὲ ἄναρχος; ΜΚ. Αὐτοφυεῖς καὶ ἄναρχοι οὖσαι. ΑΔ. Ἀπέραντοι δύο ἀρχαὶ ἢ πεπερασμέναι; ΜΚ. Ἀπέραντοι. ΑΔ. Πάντη οὖν καὶ ὁ πονηρὸς ἐπεκτείνεται καὶ ὁ ἀγαθός; τὸ | |
20 | γὰρ ἀπέραντον πανταχῆ εἶναι δεῖ. | 60 |
62 | ΜΚ. Πάντη ἐστὶ καὶ τὸ ἀγαθὸν καὶ τὸ πονηρόν. ΑΔ. Οὐκοῦν συμπεπλεγμέναι εἰσὶ καὶ ψαύουσαι ἀλλήλων. ΜΚ. Οὔτε συμπεπλεγμέναι, οὔτε ψαύουσαι. ΑΔ. Τὸ οὖν ἀπό τινος διεστὼς οὐκ ἔστι πανταχῆ. πῶς οὖν | |
5 | δύναται δύο πράγματα ἀπειρομεγέθη ὑπάρχειν, ἀλλήλων κεχωρισμένα; τὰ γὰρ ἀλλήλων κεχωρισμένα ἐξ ἀνάγκης ἐν πέρατι εὑρίσκεται, τὸ δὲ πέρας ἔχον καὶ ἀρχὴν ἕξει, τὸ δὲ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· οὔτε οὖν ἄναρχα, οὔτε ἀτελεύτητα νομισθήσεται, ἀνάγκη δὲ καὶ τὸν περιέχοντα τόπον μείζονα εἶναι τῶν περιεχομένων. | |
10 | ΕΥΤΡ. Εἰ κεχωρισμέναι ἀπ’ ἀλλήλων εἰσὶν αἱ δύο ἀρχαί, ἀνάγκη ἐν μέρει εἶναι λέγειν τὸν θεόν· μερικὸν δὲ τὸν θεὸν καὶ πέρας ἔχοντα οὐκ ἄν τις εὖ φρονῶν ὑπολάβοι· εἰ δὲ δι’ ἀλλήλων χωρεῖν τὰς δύο ἀρχὰς ἐθέλοιεν, ὧν τὸ μὲν ἀγαθόν, τὸ δὲ πονηρόν, ἀνάγκη μετέχειν τὸ πονηρὸν τοῦ ἀγαθοῦ καὶ τὸ ἀγαθὸν τοῦ πονηροῦ. | |
15 | ΜΚ. Ἔχει ἕκαστος τὴν ἑαυτοῦ δύναμιν. ΕΥΤΡ. Εἰ ἕκαστος ἔχει τὴν ἰδίαν δύναμιν, εἰκὸς ὅτι ἕκαστος ἔχει τὴν ἰδίαν κτίσιν. καὶ τίνος φὴς εἶναι τοὺς ἀνθρώπους, τοῦ ἀγαθοῦ ἢ τοῦ πονηροῦ; 〈ΜΚ. Τοῦ πονηροῦ.〉 | |
20 | ΕΥΤΡ. Πῶς συνέλαβεν ὁ ἀγαθὸς τοὺς τοῦ πονηροῦ, τῶν δύο τὰς δυνάμεις ἴσας ἐχόντων; ΜΚ. Ὁρῶν ὁ ἀγαθὸς μέλλοντας τοὺς ἀνθρώπους καταδικάζεσθαι ὑπὸ τοῦ πονηροῦ, ἐλθών, τῆς μὲν καταδίκης ἐῤῥύσατο, ἀμνηστίαν δὲ καὶ ἄφεσιν ἔδωκε τῶν ἁμαρτηθέντων. | |
25 | ΕΥΤΡ. Τίνι ἦσαν ἡμαρτηκότες οἱ ἄνθρωποι; ΜΚ. Τῷ πονηρῷ. ΕΥΤΡ. Τίς οὖν ἀνέξεταί σου τῆς γραολογίας; οἱ τῷ ἰδίῳ δεσπότῃ ἡμαρτηκότες ὑπ’ ἄλλου ἄφεσιν ἁμαρτιῶν λαμβάνειν δύνανται; ΑΔ. Τίνος χάριν τὸν μὲν αὐτῶν πονηρόν, τὸν δὲ ἀγαθὸν λέγετε; | |
30 | ὀνόμασι μόνοις ἀποχρώμενοι; ἢ πράγματι αὐτῷ ὁ μὲν ἀγαθός, ὁ δὲ πονηρὸς φαίνεται; | |
ΜΚ. Πράγμασιν αὐτοῖς εἰσὶν ὁ πονηρὸς καὶ ὁ ἀγαθός. | 62 | |
64 | ΑΔ. Πῶς; ΜΚ. Ὅτι ὁ ἀγαθὸς σώζει, ὁ δὲ πονηρὸς κατακρίνει. ΑΔ. Διὰ τὸ σώζειν ἀγαθὸς λέγεται; ΜΚ. Καὶ πάνυ· ἀγαθοῦ γάρ ἐστι τὸ σώζειν. | |
5 | ΑΔ. Αἴτιος οὖν τῆς τούτου ἀγαθωσύνης ἔσται ὁ πονηρός. ΜΚ. Πῶς; ΑΔ. Ὅτι, εἰ μὴ τοῦ δημιουργοῦ ἄνθρωποι ἥμαρτον, τούτου ἡ ἀγαθωσύνη οὐκ ἂν ἐφάνη ποτέ· ὡς, εἰ μηδεὶς ἦν τῶν ἁμαρτανόντων, ὁ θεὸς οὐκ ἂν ἐκλήθη ἀγαθός· καὶ αἰτία τῆς ἀγαθωσύνης αὐτοῦ ἡ | |
10 | καταδίκη τῶν ἁμαρτωλῶν πέφηνε. καὶ ἄλλως δὲ δείκνυται μὴ ὢν ἐξ ἀρχῆς ἀγαθός, εἰ διὰ τὸ σώζειν ἀγαθὸν αὐτὸν λέγεις. ΜΚ. Πάντοτέ ἐστιν [ὁ] ἀγαθός. ΑΔ. Πότε κατῆλθε σῶσαι τοὺς ἀνθρώπους; ΜΚ. Καθὼς περιέχει τὸ εὐαγγέλιον ὅτι ἐπὶ Τιβερίου Καίσαρος, | |
15 | ἐπὶ τῶν χρόνων Πιλάτου. ΑΔ. Μετὰ τὸ πλάσαι τὸν δημιουργὸν τὸν ἄνθρωπον, ἑξακισχι‐ λιοστῷ ἔτει κατῆλθεν. ὁ οὖν τοσούτῳ χρόνῳ μηδένα σώσας πῶς ἦν ἀγαθός; ΜΚ. Πάντοτε ἦν ἀγαθός. | |
20 | ΕΥΤΡ. Ἔφης· τὸ σώζειν ἀγαθὸν αὐτὸν ποιεῖ λέγεσθαι· ὡμολό‐ γηται δὲ ὑπὸ σοῦ ἐπὶ Τιβερίου Καίσαρος αὐτὸν κατεληλυθέναι. δῆλον οὖν ὅτι ἐξότου ἔσωσεν, ἔκτοτε καὶ τῆς προσηγορίας τοῦ ἀγαθοῦ λέγεσθαι ἀγαθὸς τετύχηκεν. ΑΔ. Εἰ διὰ τὸ σώζειν οὗτος ἀγαθὸς καλεῖται, ἐξ ἀνάγκης ἀγαθὸν | |
25 | νοεῖσθαι καὶ τὸν δημιουργόν. σώζει γὰρ πολλοὺς κἀκεῖνος ὡς ὁ νόμος ἐπαγγέλλεται καὶ οἱ προφῆται· σώζουσι οὖν ἀμφότεροι ὁμοίως, ἀλλ’ ὁ μὲν πονηρός, ὁ δὲ ἀγαθὸς ὑμῖν φαίνεται. ΜΚ. Ὁ ἀγαθὸς εἰς πάντας ἐστὶν ἀγαθός, ὁ δὲ δημιουργὸς τοὺς πειθομένους αὐτῷ ἐπαγγέλλεται σώζειν. | |
30 | ΑΔ. Ὁ ἀγαθὸς πάντας σώζει, καὶ φονεῖς καὶ μοιχούς, ἢ μόνους τοὺς πιστεύοντας αὐτῷ; (ΜΚ. Τοὺς προσφεύγοντας αὐτῷ τούτους σώζει*.) ΕΥΤΡ. Εἰ ἀμφότεροι τοὺς πειθομένους αὐτοῖς σώζουσι, τοὺς δὲ ἀπειθεῖς ἀποσείονται, ποία διαφορὰ τοῦ ἀγαθοῦ 〈καὶ τοῦ πονηροῦ〉; | |
35 | εὑρίσκεται γὰρ ἴση προαίρεσις ἀμφοτέρων. | |
ΜΚ. Ὁ ἀγαθὸς τοὺς πιστεύοντας αὐτῷ σώζει, οὐ μὴν κατακρίνει | 64 | |
66 | τοὺς ἀπειθήσαντας αὐτῷ· ὁ δὲ δημιουργός, τοὺς πιστεύσαντας σώζων. τοὺς ἁμαρτωλοὺς κρίνει τε καὶ κολάζει. ΑΔ. Ὡς οὖν φής, ὁ ἀγαθὸς οὐδένα κρίνει; ΜΚ. Οὐ. | |
5 | ΑΔ. Ἐὰν δείξω τὸν ἀγαθὸν κρίνοντα, πείθῃ ὅτι εἷς θεὸς καὶ οὐκ ἔστιν ἄλλος; ΜΚ. Οὐ δεικνύεις. ΑΔ. Τῷ ἀποστόλῳ πείθῃ; ΜΚ. Τῷ ἐμῷ ἀποστολικῷ πείθομαι. | |
10 | ΑΔ. Ἔχω τὸ ἀποστολικόν σου καὶ ἀναγινώσκω λέγοντος· κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. ΕΥΤΡ. Τὸ τῆς κρίσεως ὄνομα εἰπών, τῶν ἀγαθῶν τε καὶ κακῶν ἐμφαίνει καὶ τὸν κατ’ ἀξίαν αὐτῶν μισθόν, καταδίκην δὲ τῶν πονη‐ | |
15 | ρῶν τε καὶ ἀσεβῶν. δῆλον ὅτι καὶ ἡ κατὰ τὸ εὐαγγέλιον διὰ Ἰησοῦ Χριστοῦ γινομένη κρίσις, δι’ ἧς καὶ τὰ κρυπτὰ τῶν ἀνθρώπων ἐλεγχθήσεται κατ’ ἀξίαν, δικαιοσύνης τε καὶ ἀδικίας ποιήσεται τὴν ἀνταπόδοσιν. ΑΔ. Ἄκουε τοῦ αὐτοῦ ἀποστόλου λέγοντος· ἐγὼ μὲν γὰρ ὡς | |
20 | ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον. καὶ πάλιν | |
25 | λέγει· ὁ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα. παρὰ τίνος ὁ ταράσσων τὴν ἐκκλησίαν βαστάσει τὸ κρίμα; ἀποκρινέσθω· παρὰ τοῦ ἀγαθοῦ ἢ τοῦ πονηροῦ βαστάσει τὸ κρίμα; εἰ μὲν παρὰ τοῦ πονηροῦ, δείκνυται ὁ Χριστὸς τοῦ πονηροῦ ὤν, καὶ ὁ ἀπόστολος· εἰ δὲ παρὰ τοῦ ἀγαθοῦ, φαίνεται ὁ ἀγαθὸς κριτής. ποῦ οὖν τίθεμεν τὴν γραφὴν | |
30 | τὴν λέγουσαν· ἃ γὰρ ἂν σπείρῃ ἄνθρωπος ταῦτα καὶ θερίσει; [καὶ πάλιν· ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν τὴν ἡμέραν.] ποῦ δὴ καὶ τοῦ σωτῆρος ἡ φωνὴ ἡ λέγουσα· ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καί· ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπρο‐ | |
35 | σθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, καί· οὐκ ἦλθον, | 66 |
68 | φησί, βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν, καί· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ πῦρ, καὶ τό· οὐαὶ ὑμῖν γραμματεῖς; καὶ πάλιν ὁ ἀπόστολος· εἴπερ, φησί, δίκαιον παρὰ κυρίῳ ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. | |
5 | τίς οὖν ἐστιν ὁ ἀνταποδιδοὺς τὴν θλῖψιν; ἀποκρινέσθω. ΜΚ. Ὁ πονηρός. ΕΥΤΡ. Εἰ ὁ πονηρὸς τὴν θλῖψιν δίδωσι, δῆλον ὅτι καὶ τὴν ἄνεσιν (πρὸ τῆς θλίψεως)· λαμβάνοντες οὖν παρ’ αὐτοῦ τὴν θλῖψιν καὶ τὴν ἄνεσιν, τί χρείαν ἔχομεν ἄλλου θεοῦ; δέδεικται σαφῶς ὁ | |
10 | θεὸς κριτὴς καὶ εἷς ὤν, καὶ περισσαὶ αἱ μυθολογίαι. ΜΕΓ., [ὁ πρῶτος.] Τοῦτο τὸ λεχθὲν ὑπὸ τοῦ ἀποστόλου ἐγὼ τηλαυγέστερον ἀποδείξω. εἴπερ, φησί, παρὰ θεῷ δίκαιον ἀντα‐ ποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν καὶ ὑμῖν τοῖς θλιβο‐ μένοις ἄνεσιν· μεμνῆσθαι γὰρ ὀφείλεις ὅτι τρεῖς ἀρχὰς ὡρισάμην, | |
15 | ἀγαθήν, μέσην καὶ πονηράν. ἡ οὖν μέση ἀρχή, ὑπακούσασα τῷ ἀγαθῷ, ἄνεσιν δίδωσιν, ὑπακούσασα δὲ τῷ πονηρῷ, θλῖψιν δίδωσιν. ΑΔ. Ὑπηρέτης οὖν ἐστιν ὁ μέσος τοῦ πονηροῦ καὶ τοῦ ἀγαθοῦ, καὶ οὐδεμίαν ἔχει ἐξουσίαν ἑαυτῷ, ὑποκείμενος ἀμφοτέροις· εἰκὸς δὲ ὅτι οὐδὲν κατ’ ἰδίαν διάθεσιν πράττει, ἀλλ’ ὅσα ἂν ὁ ἀγαθὸς καὶ ὁ | |
20 | πονηρὸς ἐθέλῃ. λέγε τοίνυν κατὰ τίνος βούλησιν ὁ μέσος τοὺς ἀν‐ θρώπους ἐδημιούργησε. ΜΕΓ. Οὗτος κατ’ ἰδίαν ἐδημιούργησε τοὺς ἀνθρώπους· μετα‐ μεμέλημαι γάρ, φησί, ὅτι ἐποίησα τὸν ἄνθρωπον. μετενόησεν οὖν κακοὺς δημιουργήσας καὶ ἐθέλησε τούτους κατακρῖναι καὶ ἀπολέσαι. | |
25 | ὁ οὖν ἀγαθὸς οὐ συνεχώρησεν, ἀλλ’ ἠλέησε τὸ γένος τῶν ἀνθρώπων. ΕΥΤΡ. Τοῦτο οὐκ ἔστιν ἀγαθοῦ τὸ μὴ συγχωρῆσαι τὰ κακὰ | |
ἀναιρεθῆναι· βουλομένου δὲ τοῦ δημιουργοῦ ἀνελεῖν ταῦτα, ὁ ἀγαθὸς | 68 | |
70 | ἠλέησε τὰ κακά. ἔσται οὖν αἴτιος τῶν κακῶν ὁ ἀγαθός· ἐκεῖνον γάρ φαμεν ἀγαθὸν εἶναι, τὸν ἀναιροῦντα τὰ κακά. πολλῷ γὰρ βελτίων ὁ μὴ βουλόμενος εἶναι τὰ κακὰ τοῦ ταῦτα διατηρεῖν τε καὶ σώζειν βουλομένου. | |
5 | ΜΕΓ. Κακοὺς τοὺς ἀνθρώπους ὄντας ῥυσάμενος ἐκ τοῦ πονηροῦ ὁ ἀγαθὸς μετέβαλε καὶ ἐποίησεν ἀγαθοὺς τοὺς πιστεύσαντας αὐτῷ. ΑΔ. Ἐπεὶ ἔφης ῥυσάμενον τὸν ἀγαθὸν μεταβεβληκέναι τοὺς ἀν‐ θρώπους εἰς ἀγαθότητα, λέγε οὖν τί ἦλθε σῶσαι ὁ ἀγαθός, ψυχὴν καὶ σῶμα ἢ μόνην τὴν ψυχήν; | |
10 | ΜΕΓ. Μόνην τὴν ψυχήν. ΑΔ. Ἡ ψυχὴ τοῦ ἀγαθοῦ ἐστιν ἢ τοῦ δημιουργοῦ; ΜΕΓ. Τοῦ δημιουργοῦ ἐστιν ἡ ψυχὴ ἐμφύσημα. ὅτε οὖν ἐδη‐ μιούργησεν, εἶδεν αὐτὴν πονηρὰν καὶ ἀπειθῆ καὶ ταύτην ἀπέῤῥιψεν, ὁ πονηρὸς δὲ θεωρήσας ἀποῤῥιφεῖσαν, πρὸς ἑαυτὸν ἐπανήγαγε, καὶ ὁ | |
15 | ἀγαθὸς ἐλεήσας ἐῤῥύσατο αὐτὴν ἐκ τοῦ πονηροῦ. ΑΔ. Ὁ ἀγαθός, ῥυσάμενος τὴν ψυχὴν ἐκ τοῦ πονηροῦ, ἔδωκε τῷ δημιουργῷ ἢ κατέσχε παρ’ ἑαυτῷ; 〈ΜΕΓ. Κατέσχε παρ’ ἑαυτῷ〉. ΕΥΤΡ. Ὦ πολλῆς ἀγαθότητος, μᾶλλον δὲ ἀθεότητος, ἔλαβε, | |
20 | φησί, παρὰ τοῦ πονηροῦ, ἵνα ἀποστερήσῃ τὸν δημιουργὸν τοῦ ἰδίου ἐμφυσήματος. ΑΔ. Παρασχέσθω τὰς ἀποδείξεις πῶς ἀπέῤῥιψε καὶ κατεδίκασε τὴν ψυχὴν ὁ δημιουργός. ΜΕΓ. Ὅτε ἔφαγεν ἀπὸ τοῦ ξύλου, οὗ παρήγγειλε μὴ φαγεῖν, | |
25 | τότε ὑπέπεσε κατακρίσει καὶ καταδίκῃ καὶ ἀπωλείᾳ. ΑΔ. Ἀνάγνωθι πῶς κατέκρινε τὴν ψυχήν. ΜΕΓ. Ἀνάγνωθι τὰ ἐν τῇ Γενέσει ἐγγεγραμμένα. ΑΔ. Ἀναγινώσκω τὴν τοῦ δημιουργοῦ ἀπόφασιν, καὶ δειχθήσεται τί ἐστι τὸ καταδικασθέν, ἡ ψυχὴ ἢ τὸ σῶμα. λέγει γὰρ οὕτως· ὅτι | |
30 | ἤκουσας τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, | |
ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν | 70 | |
72 | πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως οὗ ἀποστρέψω σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. | |
5 | αὕτη ἡ ἀπόφασις καταδίκη ψυχῆς ἐστιν ἢ σώματος; ΕΥΤΡ. Ἡ ἀπόφασις σώματος καταδίκην ἐμφαίνει καὶ οὐ ψυχῆς, φάσκει γάρ· ἕως οὗ ἀποστρέψεις εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. ΑΔ. Ὃ ὁ δημιουργὸς κατεδίκασε, τοῦτο, φησίν, ὁ ἀγαθὸς ἔσωσε. | |
10 | ΜΕΓ. Κατάραν αὐτῷ ἔδωκε, πῶς οὖν οὐ κατεδίκασεν; ΑΔ. Οὐ τὸν ἄνθρωπον κατηράσατο, ἀλλὰ τὴν γῆν· λέγει γὰρ οὕτως· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. ΜΕΓ. Ὁ οὖν ἄνθρωπος οὐκ ἔστιν ἐκ τῆς γῆς; ΕΥΤΡ. Μικρῷ πρόσθεν ἔφασκες τὴν ψυχὴν μέρος καὶ ἐμφύσημα | |
15 | εἶναι τοῦ δημιουργοῦ· νῦν οὖν, ὡς ἐπιλησθείς, ἐκ γῆς αὐτὸν λέγεις εἰλῆφθαι. ΑΔ. Τὴν οὖν μὴ καταδικασθεῖσαν ἦλθε ψυχὴν σῶσαι ὁ ἀγαθός; ΕΥΤΡ. Εἰ οὖν καταδεδίκασται μὲν τὸ σῶμα οὐ τοῦτο δέ ἐστι κατ’ αὐτοὺς τὸ σωζόμενον, ἀλλὰ τὸ τοῦ καταδικάσαντος ἐμφύσημα, | |
20 | ὅπερ ἐστίν, ὡς λέγουσιν, ἡ ψυχή, δῆλον ὅτι τὸ μὲν ἐκ θεοῦ ὂν καὶ ἐκείνου ὂν μέρος ἔσωσε, τῷ δὲ καταδικασθέντι, ἐκ γῆς ὄντι, οὐδὲν ἐβοήθησε. ΜΚ. Ταῦτα μὲν πρὸς Μεγέθιον καλῶς δοκεῖ λελέχθαι, πρὸς δὲ τὸ ἡμέτερον δόγμα ἀναπόδεικτος ὁ λόγος. ἡμεῖς γὰρ οὐδὲ σῶμα οὐδὲ | |
25 | ψυχὴν λέγομεν, ἀλλὰ τὸ πνεῦμα, καθὼς λέγει ὁ ἀπόστολος· παρέ‐ δωκα τὸν τοιοῦτον εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ. ΑΔ. Τὸ πνεῦμα τοῦ δημιουργοῦ ἐστιν, ὃ ἔσχεν ὁ ἄνθρωπος, ἢ τοῦ ἀγαθοῦ; | |
30 | ΜΚ. Τοῦ ἀγαθοῦ. ΑΔ. Οὐκοῦν κοινῶς γενόμενοι ὁ δημιουργὸς καὶ ὁ ἀγαθὸς ἐδη‐ μιούργησαν τὸν ἄνθρωπον. ΜΚ. Πῶς; ΑΔ. Ἔφης τὴν ψυχὴν τοῦ δημιουργοῦ καὶ τὸ σῶμα, τὸ δὲ | |
35 | πνεῦμα τοῦ ἀγαθοῦ, ἢ οὐχ οὕτως; | |
ΜΚ. Ὁ δημιουργός, ὅτε ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν | 72 | |
74 | αὐτῷ, οὐκ ἠδυνήθη αὐτὸν τελεσφορῆσαι· ἰδὼν δὲ ἄνωθεν ὁ ἀγαθὸς κυλιόμενον τὸ πλάσμα καὶ σκαρίζον, ἔπεμψεν ἐκ τοῦ ἰδίου πνεύματος καὶ ἐζωογόνησε τὸν ἄνθρωπον. τοῦτο οὖν φαμεν ἡμεῖς τὸ πνεῦμα σώζεσθαι. | |
5 | ΑΔ. Πάντες οἱ ἄνθρωποι ἐκ τούτου τοῦ πνεύματος ἔχουσιν, ἢ οἱ πιστεύσαντες τῷ ἀγαθῷ; ΜΚ. Ἐπὶ τῆς εὐχαριστίας ἔρχεται. ΑΔ. Πῶς οὖν ἔφασκες ἐπὶ σωτηρίᾳ ἀνθρώπου αὐτὸν κατεληλυ‐ θέναι; οὐκέτι οὖν τὸν ἄνθρωπον ἦλθε σῶσαι, ἀλλὰ τὸ ἴδιον πνεῦμα. | |
10 | σωτηρίας οὖν χρῄζει τὸ τοῦ ἀγαθοῦ πνεῦμα. Ὦ τῆς ἐμφανοῦς ἀναι‐ σχυντίας. κατεδικάσθη τὸ πνεῦμα τοῦ ἀγαθοῦ σὺν τῷ ἀνθρώπῳ ὑπὸ τοῦ δημιουργοῦ; (ΜΚ. Οὔ. ΑΔ. Τὸ οὖν μὴ καταδικασθέν, ἐκεῖνο ἦλθε σῶσαι; | |
15 | ΕΥΤΡ. Η γὰρ συγκατεδικάσθη τῷ ἀνθρώπῳ τὸ ἀποσταλὲν τοῦ ἀγαθοῦ πνεῦμα*,) καὶ ἄμεινόν ἐστιν ὑπακούειν τῷ δημιουργῷ, ὄντι δυνατωτέρῳ—ὁ γὰρ ἰσχύσας τὸ πνεῦμα τοῦ ἀγαθοῦ καταδικάσαι πῶς οὐχὶ μᾶλλον καταδικάσει τοὺς ὑπ’ αὐτοῦ γενομένους ἀνθρώπους, ὡς μὴ ὑπακούσαντας αὐτῷ—; ἢ οὐ κατεδικάσθη τὸ πνεῦμα καὶ | |
20 | περισσὸν τὸ λέγειν τοῦτον ἐπὶ σωτηρίᾳ ἀνθρώπων παραγεγονέναι. ΜΕΓ. Ὁ ἀγαθός, ἰδὼν καταδεδικασμένην τὴν ψυχήν, ἐλεήσας ἦλθεν, ὁ δὲ δημιουργὸς ἠθέλησεν αὐτῷ ἐπιβουλεῦσαι, ὅθεν καὶ ἐνό‐ μισεν αὐτὸν σταυροῦν. ΑΔ. Ἀποθανεῖν ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων αὐτὸς εἵλετο, | |
25 | ἢ ὑπ’ ἄλλου ἠναγκάσθη; ΜΕΓ. Ὁ δημιουργός, ἰδὼν τὸν ἀγαθὸν λύοντα αὐτοῦ τὸν νόμον, ἐπεβούλευσεν αὐτῷ, μὴ εἰδὼς ὅτι ὁ θάνατος τοῦ ἀγαθοῦ σωτηρία ἀνθρώπων ἐγίνετο. ΑΔ. Ἀποθανεῖν ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων αὐτὸς εἵλετο | |
30 | ἢ ὑπ’ ἄλλου ἠναγκάσθη; ΜΕΓ. Αὐτὸς εἵλετο, οὐ γὰρ ἠδικεῖτο ὑπὸ τοῦ θανατοῦ. ΑΔ. Οὐκέτι οὖν ἐπεβούλευσεν αὐτῷ ὁ δημιουργός. ΕΥΤΡ. Τίς οὕτως ἀνοήτως λέξει ἐπιβουλεύεσθαι ταῦτα ἅπερ | |
αὐτὸς εἵλετο παθεῖν; εἰ μὲν γὰρ αὐτὸς εἵλετο τὸν θάνατον, περισσὸν | 74 | |
76 | τὸ λέγειν ἐπιβουλήν· εἰ δὲ ὁ δημιουργὸς ἠνάγκασεν αὐτόν, αὐτὸς αἴτιος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ οὐχ 〈ὁ〉 ἀγαθός. ΜΚ. Ἡμεῖς ἀπὸ τῶν γραφῶν δεικνύομεν ὅτι ὁ ἐλθὼν Χριστὸς οὐκ ἔστι τοῦ δημιουργοῦ, ἀλλὰ τοῦ ἀγαθοῦ, καὶ γὰρ τὸν νόμον τοῦ | |
5 | δημιουργοῦ κατέλυσεν. ΑΔ. Ἀπὸ ποίων γραφῶν δεῖξαι ταῦτα ἐπαγγέλλῃ; ΜΚ. Ἀπὸ τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, ταῖς γὰρ Ἰουδαϊ‐ καῖς φωναῖς οὐ πείθομαι, καὶ γὰρ ἄλλου εἰσὶ θεοῦ. ΑΔ. Ἐὰν οὖν δείξω ἀπὸ τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, | |
10 | παύῃ βλασφημῶν; ΜΚ. Οὐ γὰρ ὑπακούω οὔτε νόμῳ οὔτε προφήταις. ΑΔ. Ἀλλὰ τῷ εὐαγγελίῳ ἢ οὐ; ΜΚ. Πείθομαι. ΑΔ. Ἀναγινώσκω καὶ δείκνυμι ὅτι ὁ μὴ δεχόμενος νόμον καὶ | |
15 | προφήτας οὐδὲ τὸ εὐαγγέλιον δέχεται. λέγει δὲ οὕτως ὁ Χριστός· ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο εἰς τὸν πυλῶνα ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς | |
20 | τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ τραύματα αὐτοῦ. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπ’ ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη ἐν τῷ ᾅδῃ. ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, | |
25 | ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τῷ κόλπῳ αὐτοῦ, καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ἀβραὰμ δὲ εἶπε· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ | |
30 | τὰ ἀγαθὰ ἐν τῇ ζωῇ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ὑμῶν καὶ ἡμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ ἐνταῦθα διαβῆναι πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ οἱ ἐκεῖθεν ὧδε διαπερῶσιν. ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν | |
35 | εἰς τὴν οἰκίαν τοῦ πατρός μου· ἔχω γὰρ ἐκεῖ πέντε ἀδελφούς· | 76 |
78 | ὅπως διαμαρτύρηται αὐτοῖς μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τοῦ‐ τον τὸν τόπον τῆς βασάνου. λέγει αὐτῷ· ἔχουσι Μωσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν. ὁ δὲ εἶπεν· οὐχί, πάτερ, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοή‐ | |
5 | σουσιν. ὁ δὲ εἶπεν· εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἤκου‐ σαν, οὐδ’ ἄν τις ἐκ νεκρῶν ἀπέλθῃ ἀκούσουσιν αὐτοῦ. τίς οὖν ἀναστὰς ἐκ νεκρῶν ἐδίδαξε τὰ ἐν τῇ κρίσει εἰ μὴ μόνος ὁ Χρι‐ στός; ὅσοι οὖν οὐκ ἐδέξαντο Μωσέα ἢ τοὺς προφήτας οὐδὲ τὸν ἀνα‐ στάντα ἐκ νεκρῶν ἐδέξαντο. | |
10 | ΜΚ. Ἐν τῷ ᾅδῃ εἶπεν εἶναι τὸν Ἀβραάμ, οὐκ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ΑΔ. Ἀνάγνωθι ὅτι οὐκ ἐν τῷ ᾅδῃ λέγει τὸν Ἀβραάμ. ΜΚ. Ἀπὸ τοῦ συνομιλεῖν αὐτῷ τὸν πλούσιον δείκνυνται ὁμοῦ ὄντες. | |
15 | ΑΔ. Τὸ ὁμιλεῖν πρὸς ἀλλήλους ἤκουσας, τὸ δὲ λεγόμενον χάσμα μέγα οὐκ ἤκουσας; τοῦ γὰρ οὐρανοῦ καὶ τῆς γῆς τὸ μέσον χάσμα λέγει. ΜΚ. Δύναται οὖν τις ἀπὸ τῆς γῆς ἕως οὐρανοῦ ὁρᾶν; ἀδύνατον. ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἰδεῖν δύναταί τις ἀπὸ γῆς, ἢ μᾶλλον ἀπὸ τοῦ ᾅδου εἰς τὸν οὐρανὸν ὁρᾶν· εἰ μὴ δῆλον ὅτι φάραγξ ἦν ἐν | |
20 | μέσῳ αὐτῶν. ΑΔ. Οἱ σωματικοὶ ὀφθαλμοὶ τὰ ἔγγιστα μόνον πεφύκασιν ὁρᾶν, οἱ δὲ ψυχικοὶ εἰς μῆκος ἀποτείνονται, καὶ δῆλον ὅτι τὸ σῶμα ἐντεῦθεν ἀποθέμενοι τοῖς τῆς ψυχῆς ὄμμασιν ὁρῶσιν ἀλλήλους. πρόσσχες γὰρ πῶς λέγει τὸ εὐαγγέλιον ὅτι· ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ. | |
25 | **** εἰς τὸν οὐρανὸν πέφυκεν ἐπαίρειν καὶ οὐκ εἰς τὴν γῆν. ΕΥΤΡ. Ὁ Χριστός, ὡς ἐμοὶ δοκεῖ, διδάσκων τὴν διαφορὰν τῶν δικαίων καὶ τῶν ἀδίκων, ἐνταῦθα ὑποτίθεται τὸν πένητα καὶ τὸν πλούσιον. τί γὰρ ἕτερον ἔσται ἡ βασιλεία τῶν οὐρανῶν ἢ δηλονότι | |
ἀγαθόν; ἢ τί ἕτερον ἔσται ἡ γέεννα καὶ ἡ καταδίκη εἰ μὴ κακόν; | 78 | |
80 | καθὼς ἀνεγνώσθη ἐν τῷ εὐαγγελίῳ· τέκνον, φησί, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθὰ ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. τηλαυγῶς δὲ καὶ τοὺς μὴ πιστεύοντας Μωσεῖ καὶ τοῖς προφήταις, τούτους | |
5 | μηδὲ τῷ ἐκ νεκρῶν ἀναστάντι πιστεύειν ἀπεφήνατο. ΜΚ. Ἡμεῖς προφήτας καὶ νόμον οὐ δεχόμεθα, οὐδὲ γάρ εἰσι τοῦ ἡμετέρου θεοῦ· δεχόμεθα δὲ τὸ εὐαγγέλιον καὶ τὸν ἀπόστολον. ΑΔ. Ποῖον ἀπόστολον; πολλοὺς γὰρ ἔσχε ἀποστόλους ὁ Χριστός. ΜΚ. Παῦλον. | |
10 | ΑΔ. Πόθεν ἔγνως ὅτι Παῦλος ἀπόστολός ἐστιν; εἰ μὲν γὰρ ἔχεις ἐν τῷ εὐαγγελίῳ τὸ ὄνομα αὐτοῦ γεγραμμένον, δεῖξον, εἰ δ’ οὐδαμοῦ ἔχεις τοῦτο γεγραμμένον, πόθεν ἔμαθες ὅτι ἀπόστολός ἐστιν; ΜΚ. Αὐτὸς ὑπὲρ αὑτοῦ γράφει λέγων· Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ. | |
15 | ΑΔ. Οὐδεὶς περὶ αὑτοῦ μαρτυρῶν ἀξιόπιστός ἐστιν, αὐτὸς γὰρ Παῦλος λέγει ὅτι οὐχ ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος· οὐδέ τις ἕτερος αὐτῷ ἐμαρτύρησεν οὔτε τὸ εὐαγγέλιον. πόθεν οὖν ὅτι οὗτος ἀπόστολος; ΜΚ. Ὑμεῖς πόθεν αὐτὸν ἔγνωτε ἀπόστολον; οὔτε γὰρ ἐν τοῖς | |
20 | εὐαγγελίοις ἀναγέγραπται. ΑΔ. Πρόσταξον ἀναγνωσθῆναι τὰς τῶν ἀποστόλων πράξεις καὶ τὰς ἐπιστολάς, καὶ εὑρήσεις αὐτὸν μαρτυρούμενον, πὴ μὲν ὡς σκεῦος ἐκλογῆς ὑπὸ τοῦ Χριστοῦ ὁμολογούμενον, πὴ δὲ ὑπὸ Πέτρου τοῦ ἀποστόλου γεγραμμένον· κατὰ τὴν σοφίαν, φησί, τὴν δεδομένην | |
25 | τῷ ἀδελφῷ μου Παύλῳ. ΕΥΤΡ. Δέχεσθε, Μᾶρκε, τὰς τῶν ἀποστόλων πράξεις καὶ μαθη‐ τῶν λεγομένων ὡς ἀληθῆ ἢ οὐ; ΜΚ. Ἡμεῖς πλέον τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου οὐ δεχόμεθα. ΕΥΤΡ. Αἱ πράξεις καὶ αἱ ἐπιστολαὶ ποίων ἀποστόλων εἰσίν; | |
30 | μέμνημαι γὰρ ὅτι ἐν τῷ εὐαγγελίῳ ιβʹ εἰσὶ καὶ οβʹ. ΑΔ. Τῶν ἐγγεγραμμένων ἐν τῷ εὐαγγελίῳ ἐκείνων εἰσὶ καὶ αἱ πράξεις καὶ αἱ ἐπιστολαὶ καὶ τὰ εὐαγγέλια καί, εἰ βούλει, ἀναγινώσκω | |
πῶς καὶ εὐαγγελίσασθαι ἀπεστάλησαν. | 80 | |
82 | ΕΥΤΡ. Ἀνάγνωθι. ΑΔ. Ἀναγινώσκω ἐκ τοῦ εὐαγγελίου· συγκαλεσάμενος δὲ τοὺς δώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς | |
5 | κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι. καὶ ὑποβὰς μετ’ ὀλίγον λέγει· ἐξερχόμενοι δὲ διήρχοντο κατὰ πόλεις καὶ κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. ΕΥΤΡ. Πῶς, Μᾶρκε, τοὺς μὲν ἀποσταλέντας ὑπὸ Χριστοῦ εὐαγ‐ γελίσασθαι καὶ κηρῦξαι οὐ δέχεσθε, οὗ δὲ ἀποδείξεις μὴ προφέρετε, | |
10 | τοῦτον δέχεσθε; καὶ Ματθαῖον μὲν καὶ Ἰωάννην, ὧν καὶ τὰ ὀνόματα ἀναγέγραπται, ἐκφαυλίζετε, οὓς καὶ ὁ Χριστὸς κηρῦξαι καὶ εὐαγγελί‐ σασθαι ἀπέστειλε, Παῦλον δέ, οὗ οὐδεμίαν ἀπόδειξιν ἔχετε, τοῦτον δέχεσθε; καὶ πῶς οὐ γελοῖον; λέγε δὴ τοῦτο· ἐκήρυξαν καὶ εὐηγγελί‐ σαντο ἢ οὔ; | |
15 | ΜΚ. Ἐκήρυξαν. ΕΥΤΡ. Ἐγγράφως ἐκήρυξαν καὶ εὐηγγελίσαντο, ἢ ἀγράφως; ΜΚ. Ἀγράφως. ΕΥΤΡ. Σφόδρα ἠλίθιον τοὺς μὲν ἀποσταλέντας κηρῦξαι καὶ εὐαγγελίσασθαι, τούτους 〈ἀγράφωσ〉 κηρῦξαι φάσκειν, τὸν δὲ μὴ ἀπο‐ | |
20 | σταλέντα Παῦλον ἐγγράφως δεδιδαχέναι φάσκειν. εἰκὸς οὖν ὅτι τοῖς τότε μόνον ἀκούουσι τὴν σωτηρίαν ἐκήρυσσον, τοῖς δὲ μετὰ ταῦτα οὐδεμίαν ἔννοιαν παρέσχον· τὰ γὰρ ἀγράφως λεγόμενα παύεται μετ’ ὀλίγον, οὐκ ἔχοντα τὴν ἀπόδειξιν. ΑΔ. Πῶς δὲ καὶ τὸν Χριστὸν υἱὸν θεοῦ ἴσασιν; ἀποκρινάσθωσαν· | |
25 | εἰ μὲν γὰρ δέχονται τὸν νόμον καὶ τοὺς προφήτας τοὺς προκηρύσ‐ σοντας, εὖ ἂν ἔχοι· ἀπ’ ἐκείνων γὰρ ἐκηρύσσετο ὅτι μέλλοι ὁ λόγος τοῦ θεοῦ ἐνανθρωπεῖν καὶ σταυροῦσθαι καὶ σώζειν τὸ γένος τῶν ἀνθρώπων· εἰ δὲ μὴ δέχονται τοὺς προκηρύσσοντας καὶ ὑποδεικνύντας, πόθεν αὐτοῖς γνῶναι ὅτι Χριστὸς Ἰησοῦς υἱὸς θεοῦ ἐστιν; | |
30 | ΕΥΤΡ. Πόθεν ἔγνωτε ὅτι υἱὸς θεοῦ ἐστιν; ΜΚ. Ἀπὸ τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου. ΑΔ. Καίτοι ἐν τῷ εὐαγγελίῳ οὐ λέγει αὑτὸν υἱὸν θεοῦ, ἀλλ’ | |
υἱὸν ἀνθρώπου. | 82 | |
84 | ΜΚ. Ἐν τῷ εὐαγγελίῳ λέγει ὁ Χριστός· τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου; λέγουσιν οἱ μαθηταί· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προ‐ φήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ | |
5 | τίνα; ἀποκριθεὶς δὲ Πέτρος εἶπε· τὸν Χριστόν. ΑΔ. Πέτρος, Ἰουδαῖος ὢν καὶ νομομαθής, τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν κηρυσσόμενον Χριστὸν προσδοκῶν, ἔφη αὐτὸν Χριστόν, ὃν καὶ προήκουσεν. ΕΥΤΡ. Πέτρος, οὐχ ὡς αὐτὸς τεθεικὼς αὐτῷ τὸ ὄνομα τοῦτο, | |
10 | οὐδὲ ὡς ξένον, ἀλλ’ ὡς ἤδη προακηκοώς, φάσκει τὸν Χριστόν. τοῦτο δέ σου πυθέσθαι βούλομαι· Πέτρος ἐστὶν ὁ γράψας τὸ εὐαγγέλιον; πῶς οὖν ἔφασκες αὐτοὺς ἀγράφως δεδιδαχέναι; ΜΚ. Οὐ Πέτρος ἔγραψεν, ἀλλ’ ὁ Χριστὸς τὸ εὐαγγέλιον. ΕΥΤΡ. Ψευδὲς οὖν τὸ ἀναγνωσθὲν ἐν τῷ εὐαγγελίῳ ὅτι τοὺς | |
15 | ιβʹ ἀπέστειλεν εὐαγγελίσασθαι. ἄλλως δὲ οὐδ’ ἀπόδειξιν ἔσχες ὅτι Παῦλος ἀπόστολος ἦν, ἢ ὅτι υἱὸς τοῦ θεοῦ ὁ Χριστὸς λέγεται. πῶς γὰρ οὐκ ἂν εἶεν ἀληθεῖς οἱ ὑπ’ Ἀδαμαντίου λεγόμενοι λόγοι; τὰ πάλαι γὰρ ὑποσχεθέντα καὶ πρὶν ἢ γενέσθαι κηρυσσόμενα καὶ πιστευό‐ μενα ἦν προσδοκώμενα. | |
20 | ΑΔ. Φάσκει ξένον εἶναι τὸν Χριστὸν καὶ μηδὲ εἰς ἔννοιάν τινος πώποτε ἀφιγμένον· ὁ δὲ Χριστὸς οὐχ οὕτως οὐχ ὁ ὑπὸ τῶν προ‐ φητῶν, φησί, κηρυχθείς ἐστιν, ἀλλ’ ὁ πᾶσιν ἄγνωστος. ἀναγκαῖον οὖν πρῶτόν ἐστιν ἀκριβῶς ἐξετάσαι τίνι δεῖ πιστεύσαντας οὕτως δέξασθαι τὰ ὑπ’ αὐτοῦ προστεταγμένα. οὔτε γάρ, ὥς φασιν, ὑπό | |
25 | τινος τελείως διδάξαντος αὐτοὺς τὰ περὶ αὐτοῦ μαρτυρεῖται, οὔτε μὴν περὶ ἑαυτοῦ λέγων ἀξιόπιστος ἦν ὁ ἄγνωστος, ὡς αὐτὸς εἶπεν· | |
εἰ ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρῶ, ἡ μαρτυρία μου οὐκ ἔστιν | 84 | |
86 | ἀληθής· οὐδὲ γάρ, ὡς ἔτυχεν, ἁπλῶς τινι περὶ ἑαυτοῦ λέγοντι δεῖ πιστεύειν, ἐπεί τοι πᾶσιν ἐξέσται τὸ αὐτὸ ποιοῦσι πιστεύεσθαι, τὸ δὲ εὐαγγέλιον νομισθείη λόγον ἄγνωστον μηδὲ ἐλπισθέντα ποτὲ μήτε προσδοκηθέντα κατ’ αὐτοὺς κηρῦσσον. πῶς δὲ λέγει τὸν Χριστὸν | |
5 | γεγραφηκέναι τὸ εὐαγγέλιον; οὐ γὰρ ὡς περὶ αὑτοῦ ὁ γράψας τὸ εὐαγγέ‐ λιον ἐσήμανε, σημαίνει ὃν κηρύσσει Χριστὸν Ἰησοῦν, οὔτε ὁ γράψας περὶ αὐτοῦ μαθών, τοῦτον κηρύσσει τὸν κατ’ αὐτοὺς ξένον· οὐδαμῆ γὰρ αὐτῶν ἐστιν εὑρεῖν ὅτι ὁ σωτὴρ ἐδίδαξέ τινα ὅτι· Χριστός εἰμι ξένος. ΜΚ. Ὁ Χριστὸς καὶ Παῦλος, εἰ ἦσαν ὑπὸ τοῦ δημιουργοῦ ἀπο‐ | |
10 | σταλέντες, οὐκ ἂν κατέλυσαν τὸν νόμον καὶ τοὺς προφήτας. | |
ΑΔ. Τίνα τρόπον Χριστὸς λύει καὶ ὁ ἀπόστολος; φρασάτω. | 86 | |
88 | ΜΚ. Τὸν νόμον λύει, τὴν κόλασιν ἀνατρέπει, ἀναιρεῖ τὴν κρίσιν. ΑΔ. Μηδενὸς οὖν μηκέτι 〈κολασθησομένου〉 μήτε κριθησομένου, τίς χρεία φεύγειν ἀπὸ τοῦ δημιουργοῦ μήτε κρίνοντος μήτε ἀπει‐ λοῦντος κολάζειν; καὶ πῶς ἔτι λελυμένων τούτων· οὐαὶ ἐκείνῳ δι’ | |
5 | οὗ τὸ σκάνδαλον ἔρχεται; ἢ πῶς· ὁ ταράσσων ἡμᾶς βαστάσει τὸ κρίμα ὅστις ἂν ᾖ; ΜΚ. Τὰ προστάγματα αὐτοῦ ἀνατρέπει. ΑΔ. Δῆλον οὖν ὡς τὰ ἐναντία τῶν προστεταγμένων γίνεσθαι βούλεται. ἀλλ’ ἐναντίον ἐστὶ τῷ οὐ μοιχεύσεις τὸ μοιχεύειν, τῷ | |
10 | οὐ φονεύσεις τὸ φονεύειν, ὁμοίως δὲ καὶ τῷ μὴ κλέπτειν τὸ κλέπ‐ τειν. εἰκὸς οὖν ὅτι καὶ τὰ λοιπὰ ἐντάλματα ἀνετράπησαν. πῶς οὖν ἀνέτρεψεν ὁ Χριστὸς τὸν νόμον; λεγέτω. ἐν γὰρ τῷ νόμῳ γέγραπται· οὐ μοιχεύσεις, οὐ ψευδομαρτυρήσεις καὶ τὰ ἑξῆς. λεγέτω τοίνυν τί τούτων ἀνέτρεψε; τίνι προστάττει μοιχεύειν, ὅς γε καὶ τὸ μόνον | |
15 | ἰδεῖν πρὸς ἐπιθυμίαν ὡς πορνείαν ἀπείρηκε; τίνα φονεύειν ἐκέλευσεν ὁ λέγων μηδὲ ἀντιστῆναι τῷ πονηρῷ ἀνθρώπῳ; τίνα κλέπτειν ἐδί‐ δαξεν ὁ σωτὴρ ἵνα ἀντιπράξῃ τῷ νομοθετήσαντι; ταῦτα γὰρ τὰ προστάγματα τοῦ σωτῆρος οὐκ εἰσὶ ξένα, ἀλλ’ ἐκ νόμου καὶ προφη‐ τῶν. φάσκει γὰρ ὁ σωτήρ· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ | |
20 | πονηρῷ, λέγοντος τοῦ παλαιοῦ γράμματος· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις· ἀδελφοὶ ἡμῶν ἐστε. τοῦ νόμου πάλιν λέγοντος· μὴ κλέψῃς, ὁ σωτὴρ ἔλεγε· πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. τὸ δὲ διδόναι τοῖς πτωχοῖς οὐ ξένον ἐστὶ δίδαγμα, ἀλλ’ ἐκ τῆς παλαιᾶς διαθήκης προστεταγμένον. | |
25 | μὴ ἀπόσχῃ, φησίν, εὖ ποιεῖν ἐνδεῆ ἡνίκα ἂν ἡ χείρ σου ἔχῃ βοηθεῖν, καὶ τὸ ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, ὑπὸ τοῦ σωτῆρος λεγόμενον οὐκ ἔστι ξένον, ἀλλ’ ἐν τοῖς προφήταις διεσταλμένον· ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. καὶ τί δεῖ μηκύνειν τὸν λόγον; φανερῶς γοῦν τοῦ σωτῆρος | |
30 | πληρῶσαι ἐλθόντος τὸν νόμον, οὗτοι καταλύειν φάσκουσι. ΜΚ. Τοῦτο οἱ Ἰουδαϊσταὶ ἔγραψαν, τὸ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἀλλὰ πληρῶσαι· οὐχ οὕτως δὲ εἶπεν ὁ Χριστός, λέγει | |
γάρ· οὐκ ἦλθον πληρῶσαι τὸν νόμον ἀλλὰ καταλῦσαι. | 88 | |
90 | ΑΔ. Ἐστὶ καὶ τοῦτο τῆς ὑμετέρας τόλμης ὥσπερ τὰ λοιπὰ καὶ τοῦτο ἐναλλάξαι. ἀλλὰ γοῦν παρίτω ὁ ἀπόστολος ἐλέγχων ὑμῶν τὴν ῥαδιουργίαν. ΜΚ. Φανερῶς λέγει ὁ σωτήρ· ἐντολὴν καινὴν δίδωμι ὑμῖν | |
5 | τὸ καινὸν τῷ παλαιῷ οὐκ ἴσον, λέγει γὰρ πάλιν ὁ σωτήρ· βάλλου‐ σιν οἶνον νέον εἰς ἀσκοὺς νέους καὶ ἀμφότεροι συντηροῦν‐ ται. τὸ καινὸν οὐκ ἔστι πλήρωμα τοῦ παλαιοῦ, πάλιν γὰρ λέγει ὁ σωτήρ· οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἱματίῳ παλαιῷ. οὐκ ἔστι πλήρωμα νόμου οὐδ’ ὁ Χριστὸς οὐδ’ ὁ ἀπό‐ | |
10 | στολος. ΑΔ. Ὅρα, ἱερώτατε Εὐτρόπιε δικαστά, ὅπως τὰ καλῶς διεσταλ‐ μένα κακῶς λεξιθηρῶν προφέρει. πρόσταξον ἀναγνωσθῆναι τὸ εὐαγγέλιον, καὶ γνωσθήσεται περὶ ποίας ἐντολῆς καινῆς ἐντέταλται ὁ σωτήρ. | |
15 | ΕΥΤΡ. Ἀναγνωσθήτω. ΑΔ. Ἀναγνώσομαι· ἐντολήν, φησί, καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ὁ πατὴρ ἠγάπησεν ὑμᾶς. ΕΥΤΡ. Δῆλον ὅτι τὴν ἀγάπην ὡρίσατο εἶναι καινὴν ἐντολήν. ΑΔ. Τὸ καινὸν οὐχὶ καὶ ξένον ἐστὶ τοῦ προϋπάρχοντος πα‐ | |
20 | λαιοῦ. ΜΚ. Τὸ παλαιὸν τοῦ νόμου τοῦ δημιουργοῦ ἐστι, τὸ δὲ καινὸν τοῦ ἀγαθοῦ· οὐδεὶς γάρ, φησίν, ἐπιβάλλει ἀπὸ ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ. ΑΔ. Πῶς ἔσται τὸ καινὸν ῥάκος τοῦ παλαιοῦ ἱματίου ξένον, | |
25 | μιᾶς καὶ τῆς αὐτῆς οὐσίας οὔσης προβάτων φύσεως, ἐξ ἧς ὑφαίνονται τὰ ἔρια; ἀλλὰ καὶ ἡ τέχνη ἡ ἐριουργικὴ μία καὶ 〈ἡ〉 αὐτὴ ὑπάρχει ἡ ποιοῦσα καὶ τὰ παλαιὰ καὶ τὰ καινά. ἀλλ’ οὖν γε καὶ ὁ οἶνος ἐκ τῆς αὐτῆς ἀμπέλου, καὶ ὁ παλαιὸς καὶ ὁ νέος προφέρεται. ἵνα δὲ σαφέστερον ἐπιστήσω ὡς ὅτι οὐδὲν ξένον ἐνετείλατο ὁ σωτὴρ λέγων· | |
30 | ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, ἀναγι‐ νώσκω τὰ ἐν τῷ νόμῳ διεσταλμένα· ἀγαπήσεις, φησί, κύριον τὸν θεὸν ἐξ ὅλης τῆς διανοίας σου· καὶ δεύτερον· τὸν πλη‐ σίον σου ὡς σεαυτόν. ΜΚ. Πῶς οὖν ὁ ἀπόστολος λέγει· εἴ τις ἐν Χριστῷ, καινὴ | |
35 | κτίσις, τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά; | 90 |
92 | ΑΔ. Δεῖξον ποίαν κτίσιν καινὴν ἔκτισεν, ἢ ποῖον οὐρανὸν και‐ νὸν ἢ ποίαν γῆν καινήν, ποῖον δὲ ἄνθρωπον καινόν. ἢ οὐ νοεῖς ὅτι τῆς αὐτῆς οὐσίας ὑφεστώσης, τὰ παλαιὰ ἀνανεούμενα καινὰ προσαγορεύεται; | |
5 | ΕΥΤΡ. Τὰ καινὰ τῶν παλαιῶν οὐ ξένα τῇ ὕλῃ ὑπάρχει, οὐδ’ ἀλλότρια· ὡς εἴ τις βούλοιτο τὸ παλαιωθὲν τῶν σκευῶν ἀναπλάσαι καὶ αὖθις χρησάμενος τῇ τέχνῃ ἀνασκευάσαι καὶ καινουργῆσαι τὸν ἄργυρον, οὐ λέξει ξένον εἶναι τῇ ὕλῃ τὸ καινὸν τοῦ παλαιοῦ. καὶ ἣν ἔδοξας ξένην καὶ καινὴν προφέρειν ἀπόδειξιν εὑρεθήσεται ἐν τῷ | |
10 | νόμῳ γεγραμμένη, καὶ ἀνόητον τὸ λέγειν ξένον θεὸν καὶ ξένα δογ‐ ματίζοντα. ΑΔ. Ἐκδηλότερον ἐπιστήσει σε Παῦλος ὅτι πλήρωμα τοῦ νόμου ἐστὶν ἡ ἀγάπη· καί, εἰ βούλει, ἀναγινώσκω τὴν περικοπὴν οὕτω φά‐ σκοντος· τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, φησίν, οὐ κλέψεις | |
15 | καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαι‐ οῦται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. πλήρωμα οὖν νόμου ἡ ἀγάπη. ΜΚ. Τὸ ἀνακεφαλαιωθῆναι λύσιν δηλοῖ τοῦ προτέρου. | |
20 | ΕΥΤΡ. Ἤκουσα τοῦ ἀποστόλου, πλήρωμα τοῦ νόμου φάσκοντος, εἰ γὰρ τὸ ἐλλεῖπον πληροῦται, οὐκ ἤδη τὸ προὸν ξένον ἐστὶ τοῦ ἐπι‐ πληρουμένου, ἀλλὰ συγκιρνώμενον, καὶ τὸ ἀνακεφαλαιούμενον οὐ ξένον ἔσται τοῦ προτέρου. ΑΔ. Σαφέστερόν σε πείσει ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ, προσελ‐ | |
25 | θόντος αὐτῷ τινός· Διδάσκαλε ἀγαθέ, τί ποιήσας, φησί, ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός· ὁ δὲ ἔφη· τὰς ἐντολὰς οἶδα· μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μηδὲ ψευδομαρτυ‐ ρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. καί, φησίν, | |
30 | ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος. ἀκούσας ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. | |
ΕΥΤΡ. Ὁρᾷς, Μᾶρκε, πάντας τοὺς ἀκροατὰς τεθηπότας ἐπὶ ταῖς | 92 | |
94 | παραδόξοις ἀποδείξεσιν. ὁ ἐλθών, ὡς ἔφης, λῦσαι τὸν νόμον καὶ ξένα δογματίζων, ἔφασκεν· ἓν ἔτι σοι λείπει ἵνα κομίσῃ θησαυ‐ ρὸν ἐν οὐρανῷ; οὐκοῦν τηλαυγῶς τὸ ἓν τῶν λοιπῶν πλήρωμα ἀπεφήνατο, πάνυ γὰρ καὶ ὁ ἀπόστολος συνᾴδει τῷ λόγῳ τούτῳ τὸ | |
5 | ἓν τῶν πολλῶν πλήρωμα ἐκθέμενος, τὴν ἀγάπην. ΑΔ. Πρωτότυπον ὁμολογεῖ ὁ ἀπόστολος τὸν νόμον τοῦ εὐαγγε‐ λίου, λέγων· ταῦτα μὲν τύπος συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. ΜΚ. Οὐχ οὕτως γέγραπται, [οὐ] λέγει γάρ· ταῦτ’ ἀτύπως συνέ‐ | |
10 | βαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. | 94 |
96 | ΕΥΤΡ. Ποία [γὰρ] ἀκολουθία ἐν τούτῳ τῷ λόγῳ σώζεσθαι δύναται; τύπου γὰρ προάγοντος ἐξ ἀνάγκης [καὶ] νουθετεῖσθαι τοὺς ὁρῶντας, ἄτυπος δὲ νουθεσία οὐκ ἄν ποτε δειχθείη. ΑΔ. Εἰ οὖν παρίσταται τῇ ἀγχινοίᾳ τῇ σῇ, βραχύ τι προσκαρτε‐ | |
5 | ρήσας ἄκουε τοῦ ἀποστόλου τοῦ ὑπ’ αὐτῶν προκομισθέντος, ὅπως μάθῃς τὴν τούτων ἀνοησίαν· ὁ γὰρ σχέτλιος Μαρκίων, ῥαδιουργήσας τὰ κατὰ τὸν ἀπόστολον, οὐ παντάπασιν ἀπήλειψε, καὶ οὗτοι μέχρι τοῦ δεῦρο περιαιροῦσιν ὅσα ἂν μὴ συντρέχῃ τῇ αὐτῶν γνώμη. ὅσα οὖν μὴ νοήσαντες κατέλειψαν ἑαυτοῖς ἐναντιούμενα, ταῦτα ὥσπερ | |
10 | ἐπιφυλλίδας ἀναλεξάμενος ἐκ τῶν ἀποστολικῶν καὶ προφητικῶν φωνῶν, προφανῶς τῇ σῇ συνέσει ἐπιδείξομαι. λέγει δὲ οὕτως ὁ ἀπό‐ στολος· αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν, οὐ γὰρ ἐπιτέ‐ τραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. καὶ πάλιν λέγει· τρίτον τοῦτο ἔρχομαι πρὸς | |
15 | ὑμᾶς. ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. ὁμοίως δὲ καὶ ἐνταῦθα ἀναμφιλέκτως ἀκολουθεῖν φαίνεται τῷ νόμῳ ὁ ἀπόστολος, ὅταν λέγῃ· τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος· (ποῦ σου, θά‐ νατε, τὸ νῖκος*;) λεγέτωσαν ποῦ γέγραπται αὐτοῖς οὗτος ὁ λόγος, | |
20 | εἰ μὴ ἐν νόμῳ καὶ προφήταις· ὡς οὖν καταλελυμένου τοῦ νόμου φησὶ γενήσεσθαι τὸν ἐκεῖ γεγραμμένον λόγον, ἢ πληρωθησομένου; τῶν γὰρ μὴ ἐνδεχομένων ἐστὶ καὶ καταλύειν τὸν νόμον καὶ φάσκειν [τὸν νόμον καὶ] τὰ ἐν αὐτῷ γεγραμμένα ἔσεσθαι [λέγειν]. Ἐφεσίοις δὲ ἐπιστέλλων φησί· μνημονεύοντες ὅτι ποτὲ ὑμεῖς, τὰ ἔθνη, οἱ λεγόμενοι | |
25 | ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο‐ ποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ‐ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν δια‐ θηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ὑμεῖς, οἵ ποτε ὄντες μακράν, ἐγενήθητε | |
30 | ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. ποίας οὖν ἐπαγγελίας ἐνταῦθα | 96 |
98 | μέμνηται, ἧς οἱ ξένοι χωρὶς Χριστοῦ ὑπάρχουσιν; ἢ ἃς ὁ κατ’ αὐτοὺς ξένος καὶ ἄγνωστος ἐπηγγείλατο θεός; καὶ πότε ἐπηγγείλατο ὁ μηδέ‐ ποτε φανεὶς πρὸ τῶν Τιβερίου Καίσαρος χρόνων; ἢ πῶς ἄγνωστος αὐτοῖς ἦν ὁ πρότερον λαλῶν καὶ ἐπαγγελλόμενος; σαφῶς διδάσκει, | |
5 | τοὺς ξένους τῆς διαθήκης τοῦ Ἰσραὴλ ἀθέους φάσκων εἶναι. καὶ πάλιν λέγει· ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί. εἰ γὰρ ὁ ξένος καὶ πρῶτον νῦν φανεὶς οὔτε ἐγνώσθη τινὶ πρότερον, οὔτε ἐπηγγείλατο, δῆλον ὅτι ὁ ἐπαγγειλάμενος οὐδεὶς ἕτερός ἐστιν ἢ ὁ δημιουργός. ἐνδηλότερον δὲ ἐπιστῆσαι βούλομαι ὅτι Χριστὸς ἐκ | |
10 | νόμου καὶ προφητῶν κατήγγελται, ὡς αὐτὸς ὁ σωτὴρ περὶ Ἰωάννου λαλῶν φησιν· οὗτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ταύτης οὖν διὰ τῶν προφητῶν γενο‐ μένης τῆς ὑποσχέσεως ὥστε πρόδρομον κυρίου ἀποσταλῆναι πρὸ | |
15 | προσώπου αὐτοῦ, τὸν ἑτοιμάσοντα τὴν ὁδὸν τοῦ θεοῦ Ἰωάννην, ἔχουσι δεῖξαι ἕτερόν τινα οὗ πρὸ προσώπου ἐκεῖνος ἀπεστάλη; εἰ γὰρ ἐλήλυθεν ἕτερός τις πρὸ Χριστοῦ ὑπὸ τοῦ δημιουργοῦ πεμφθείς, δεικνύτωσαν, εἰ δὲ οὐδεὶς ἕτερος πέφηνεν εἰ μὴ μόνος ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ πρὸ προσώπου τούτου πάρεστιν Ἰωάννης, φανε‐ | |
20 | ρὸν ὅτι τότε ἦν πεπληρωμένη ἥ ποτε ἐπηγγελμένη ὑπόσχεσις, καὶ οὐδενὸς ἄλλου θεοῦ ἐστιν ὁ Χριστὸς ἢ τοῦ δημιουργοῦ [θεοῦ] οὗ καὶ οἱ προφῆται ὑπῆρχον καὶ ὁ νόμος. ὁ δὲ ἀπόστολος οὐχὶ τηλαυγῶς ἐκ νόμου κηρύσσει τὸν Χριστόν, λέγων Κορινθίοις ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς | |
25 | θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός; τίς οὐκ ἂν θαυμάσειε τὴν ἄνοιαν τούτων, | |
30 | ἀναγινωσκόντων μὲν ταῦτα καὶ μὴ συνιέντων; ἐὰν δέ τις παραθῇ | 98 |
100 | τούτῳ τῷ ῥητῷ τό· 〈τὸ〉 πάσχα ἡμῶν ἐτύθη Χριστός; ὅπερ πάσχα ὑπὸ τοῦ δημιουργοῦ θεοῦ νενομοθέτηται. ΜΚ. Ταῦτα μὲν ἤκουσας τοῦ ἀποστόλου, ἐκεῖνα δὲ οὐκ ἤκουσας λέγοντος· ἐγένετο ὁ πρῶτος ἄνθρωπος, Ἀδάμ, εἰς ψυχὴν | |
5 | ζῶσαν, ὁ ἔσχατος, κύριος, εἰς πνεῦμα ζωοποιοῦν· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος, κύριος, ἐξ οὐρανοῦ; ΑΔ. Σαφῶς ὁ ἀπόστολος ἔδειξε καὶ τὸν πρῶτον, Ἀδάμ, καὶ τὸν δεύτερον, κύριον, τοῦ αὐτοῦ θεοῦ καὶ οὐχ ἑτέρου τινός· εἰ γὰρ οὕτως γέγραπται· πρῶτος ἐκ γῆς χοϊκὸς ἄνθρωπος, Ἀδάμ, καὶ | |
10 | ὁ δεύτερος ἐξ οὐρανοῦ, κύριος, περισσή ἐστιν ἡ μυθοποιΐα. καὶ γὰρ τὸ γεγραμμένον οὐκ ἀλλαχῆ ἢ ἐν τῷ νόμῳ εὑρεθήσεται γεγραμ‐ μένον· καὶ ὁ οὐρανὸς δέ, ὅθεν ὁ κύριος ἦλθεν, οὐχ ἑτέρου δείκνυται ὢν θεοῦ ἀλλ’ ἢ τοῦ δημιουργοῦ. ΕΥΤΡ. Οὐρανοὺς κέκτηται ὁ ἀγαθός; | |
15 | ΜΚ. Οὐ τοὺς τοῦ δημιουργοῦ. ΕΥΤΡ. Παροικεῖ οὖν τῷ δημιουργῷ; ΜΚ. Ἰδίους ἔχει οὐρανοὺς ὁ ἀγαθός. ΕΥΤΡ. Δέδεικται οὖν καὶ ὁ ἀγαθὸς δημιουργὸς ὢν οὐρανῶν. ΜΚ. Ἐκεῖνοι οἱ τοῦ ἀγαθοῦ οὐρανοὶ ἀχειροποίητοι καὶ ἀγένητοι. | |
20 | ΑΔ. Οὐκοῦν, εἰ ἀγένητοι, καὶ ἀνονόμαστοι· τὸ γὰρ ἀγένητον καὶ ἀνονόμαστον. ἄλλως δὲ καὶ αὐτοματισμὸν δογματίζουσι κατὰ τὸν Ἐπίκουρον. ΜΚ. Πῶς; ΕΥΤΡ. Ὁ ἀπόστολος ἔφη· ὁ δεύτερος, ἐξ οὐρανοῦ, (καθ’ ὑμᾶς*) | |
25 | κύριος· ποίου οὖν οὐρανοῦ, ἀναγκαῖόν ἐστι ζητῆσαι. εἰ μὲν τοῦ δη‐ μιουργοῦ, φαίνεται καὶ ὁ Χριστὸς τοῦ δημιουργοῦ ὤν· εἰ δὲ ἐξ ἄλλου οὐρανοῦ, ὡς φής, ζητεῖν χρὴ εἰ ἀγένητον ἀγενήτου διαφέρειν δύναται. ΑΔ. Ἴσως κατ’ αὐτούς, (ὅπερ ἀδύνατον*). εἰ δὲ καὶ τοῖς οὐρα‐ | |
νοῖς τοῦ δημιουργοῦ οὐκ ἀποκέχρηται, ἀλλ’ οὖν γε τοῖς ὀνόμασι. | 100 | |
102 | πόθεν γὰρ ἔσχον τὸ ὄνομα τοῦ οὐρανοῦ; ἢ δῆλον ἀπὸ τοῦ νόμου; οὕτω γὰρ λέγει· ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν. σκόπει δὲ καὶ τοῦτο τὸ ἀσεβὲς τόλμημα, πῶς παρεχάραξαν τὴν γραφήν. τὴν γὰρ κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ἀνελεῖν βουλόμενοι, ἐνήλλαξαν | |
5 | τό· ὁ δεύτερος ἄνθρωπος καὶ ἐποίησαν· ὁ δεύτερος, κύριος, οὐκ ἰδόντες ὅτι ἢ ἐξ ἀνάγκης ὁμολογήσειν αὐτοὺς καὶ τὴν κατὰ σάρκα τοῦ πνευματικοῦ Χριστοῦ γένεσιν, ἢ μεταγενέστερον αὐτὸν τοῦ Ἀδὰμ ὁμολογῆσαι. τὸ γάρ ἐγένετο ὁ πρῶτος καὶ ὁ δεύτερος ἀκούοντες, τί ἕτερον ἢ τοῦτο νοοῦμεν· εἰ ἐκεῖνος μὲν πρῶτος ἐγένετο, ὁ δὲ | |
10 | κύριος δεύτερος, ἀκόλουθόν ἐστι νοεῖν μεταγενέστερον τὸν κύριον τοῦ Ἀδάμ; πάλιν γὰρ Κορινθίοις ὁ ἀπόστολος γράφων φησὶν ὅτι ὁ θεός, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ Χριστοῦ. τίς οὖν ὁ εἰπὼν θεὸς ἐκ σκότους φῶς | |
15 | λάμψαι, καὶ τίνι εἰπών, καὶ πότε, ἀκριβῶς ζητήσαντες, εὑρήσομεν καὶ τίνα κηρύσσει ὁ ἀπόστολος θεὸν καὶ πόθεν ἐστὶ τὸ δοθὲν ἡμῖν ἐκ προσώπου τοῦ Χριστοῦ φῶς. εἰ μὲν γὰρ ὁ κατ’ αὐτοὺς ἀναπλασά‐ μενος ἀγαθὸς θεός ἐστιν ὁ τοῦτό τινι ἤ τισιν εἰπὼν (εὑρίσκεται ἄγνω‐ στος ὢν καὶ) δειχθῆναι δεῖ πότε ἢ τί ἢ τίσιν εἶπε. καὶ εἰ εἶπε, | |
20 | ψευδὲς τὸ λέγειν ἄγνωστον καὶ μηδέποτε πεφανερωμένον, μηδὲ εἰς ἔννοιάν τινος ἀφικόμενον αὐτὸν ὑπάρχειν. εἰ γὰρ καὶ πρότερον ἐλάλει τε καὶ ἐπηγγέλλετο, οὔτε ἄγνωστος ἦν, οὔτε τότε πρῶτον, ὥς φασιν, ἐπὶ Τιβερίου κατελθὼν ἐφάνη ἐν Καφαρναούμ. εἰ δὲ οὐκ ἦν οὗτος ὁ ὑποσχόμενος τὸ φῶς, ἀλλ’ ὁ δημιουργός, ἐκείνου δηλονότι | |
25 | ἐσμὲν καὶ ἡμεῖς οἱ φωτιζόμενοι, καὶ ὁ Χριστὸς οὗ ἐν προσώπῳ λάμπει | |
τὸ παρὰ τοῦ δημιουργοῦ φῶς. (ὁ γὰρ ἀγαθός, φησίν, ἄγνωστος ἦν.) | 102 | |
104 | Ἐφεσίοις δὲ ἐπιστέλλων ὁ ἀπόστολός φησι· καὶ ἐλθὼν εὐηγγελί‐ σατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. τίνος ἡμεῖς μὲν μακρὰν ὑπήρχομεν, Ἰουδαῖοι δὲ ἐγγύς; | |
5 | ἆρά γε 〈τοῦ〉 κατ’ αὐτοὺς ξένου καὶ ἀγνώστου θεοῦ; καὶ πῶς ἐκείνου ἐγγὺς Ἰουδαῖοι ὑπῆρχον ὃν ἐπίσης ἡμῖν ἠγνόουν, ᾧ μήτε ὑπήκουσάν ποτε ἢ προσέσχον, ἑτέρῳ λατρεύοντες θεῷ, ὡς οὗτοι φάσκουσιν, ἀντι‐ κειμένῳ τῇ τοῦ ἀγαθοῦ θεοῦ προαιρέσει; φησὶ γοῦν· δι’ αὐτοῦ ἔχομεν προσαγωγὴν οἱ ἀμφότεροι πρὸς τὸν πατέρα. πρὸς | |
10 | ποῖον πατέρα, ἢ δηλονότι τὸν κτίσαντα ἡμᾶς; ἔτι τε ἀναντίρρητον ῥητὸν ἐκ τοῦ αὐτοῦ ἀποστόλου παραστήσομεν ἕνα εἶναι τὸν τῶν ὅλων θεόν τε καὶ κτίστην ἡμῶν τε καὶ πάσης τῆς κτίσεως, τὸν μόνον ἀγαθὸν θεόν, οὗ καὶ ὁ κόσμος ἐστὶ καὶ τὰ πάντα. φησὶ γὰρ Παῦλος· εἷς θεὸς πατὴρ πάντων καὶ ἐν πᾶσιν ἡμῖν· πατὴρ οὖν πάντων | |
15 | θεός. τίς οὖν κατ’ αὐτοὺς νομισθείη; πότερον ὁ κατ’ αὐτοὺς ἀγαθός, ὁ μήτε κτίσας τινὰ ἡμῶν, μήτε τινὸς ὅλως ποιητὴς ἢ δημιουργὸς ὑπάρχων; ἢ τίνων ἔσται πατήρ; οὐκ ἐνδέχεται γὰρ ἐκείνου ἡμᾶς τέκνα εἶναι, ὑφ’ οὗ μὴ γεγενήμεθα. λέγει δὲ καὶ ὁ προφήτης· οὐχὶ θεὸς ἔκτισεν ἡμᾶς καὶ πατὴρ πάντων ἡμῶν ἐστίν; | |
20 | ΜΚ. Τῶν πιστευόντων πατήρ ἐστιν ὁ ἀγαθός, λέγει γὰρ Παῦλος ὅτι εἰς υἱοθεσίαν ἐλήφθημεν. ΕΥΤΡ. Ὁρᾷς, Μᾶρκε, μειδιῶντας τοὺς ἀκροατὰς ἐπὶ τῇ ἀπαι‐ δεύτῳ σου φιλονεικίᾳ. οὐ γὰρ εἶπεν ὁ ἀπόστολος ὅτι εἷς πατὴρ πιστῶν, ἀλλὰ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. | |
25 | ΜΚ. Ἀλλ’ εἶπεν· εἰς υἱοθεσίαν ἐλήφθημεν. τίς ποτε τὰ ἴδια υἱοποιεῖται; ΑΔ. Ἔσται οὖν πονηρὸς ὁ παρ’ ἀκόντος τὰ ἀλλότρια εἰληφώς, ἀγαθὸς δὲ ὁ συγχωρήσας. ὅτι δὲ Παῦλος τὸν δημιουργὸν κηρύσσει θεὸν ἀναντιρρήτως ἐστὶ μαθεῖν αὐτοῦ λέγοντος· ὁ θεός, φησί, | |
30 | συνεκέρασε τὸ σῶμα τῷ ὑστεροῦντι περισσοτέραν δοὺς | 104 |
106 | τιμήν. λαβὲ δὴ τηλαυγέστερον ῥητόν· ὥστε, φησί, μηδεὶς καυ‐ χάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἐνε‐ στῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν· ὑμεῖς δὲ Χριστοῦ, Χρι‐ | |
5 | στὸς δὲ θεοῦ. αὕτη γὰρ ἡ διάνοια τοῦ ῥητοῦ τοῦ ἀποστολικοῦ πρὸς βίαν αὐτοὺς ἀναγκάσει τὴν ἀληθείαν εἰπεῖν καὶ ἄκοντας. τίνος γὰρ βούλονται εἶναι τὸν Χριστὸν θεοῦ; ἀποκρινάσθωσαν. ΜΚ. Τοῦ ἀγαθοῦ. ΑΔ. Ἀγαθοῦ ἄρα καὶ ἡμεῖς, οἱ τοῦ Χριστοῦ, καὶ τὰ ἡμέτερα, | |
10 | τουτέστιν ὁ κόσμος καὶ ἡ ζωὴ καὶ ὁ θάνατος καὶ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα. ΜΚ. Ὁ κόσμος τοῦ πονηροῦ ἐστιν. ΕΥΤΡ. Καὶ ὁ Χριστὸς καὶ Παῦλος καὶ Κηφᾶς καὶ ἡ ζωὴ κατὰ σὲ τοῦ πονηροῦ ἔσονται· φανερῶς γὰρ εἰς δυσσέβειαν ἡ φιλονεικία ἄγει. | |
15 | ΑΔ. Οὐκ ὀκνήσω καὶ ἕτερον ῥητὸν τοῦ ἀποστόλου προσενεγ‐ κεῖν, οὕτω λέγοντος· τῷ δὲ θεῷ, φησί, χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώ‐ σεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χρι‐ στοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυ‐ | |
20 | μένοις, τοῖς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. ἐξ οὗ τοίνυν τὰ πάντα ἡμῖν ἐστι, δῆλον ὅτι ἐκ τούτου καὶ ἡ τοῦ Χριστοῦ εὐωδία εἰς ζωὴν ὑπάρχουσα τοῖς σωζο‐ μένοις, ὀσμὴ δὲ θανατοῦσα εἰς θάνατον τοῖς ἀπολλυμένοις. ταῦτα οὖν ἀναγινώσκοντες οἱ τῆς τοσαύτης ἀπονοίας κάπηλοι, πῶς εἰσι | |
25 | πονηροὶ ἕτερον ἐπιχειροῦντες λέγειν ἀγαθόν τε καὶ πατέρα τοῦ Χριστοῦ σώζοντα, καὶ ἕτερον κρίνοντα, ὄντα τοῦ κόσμου κτίστην τε καὶ δεσπότην; εἰ γὰρ ἐξ ἑνὸς τὰ πάντα καὶ ἡμεῖς τέ ἐσμεν καὶ ὁ κόσμος καὶ ὁ θάνατος καὶ ἡ ζωὴ καὶ τὰ ἄλλα πάντα, ὅ τε Χριστὸς ὀσμή ἐστί τισι μὲν ζωῆς, τισὶ δὲ θανάτου, περισσὴ ἡ τοῦ ἑτέρου | |
30 | θεοῦ ἔσται παρεύρεσις. πῶς δὲ οὐκ αἰδοῦνται, λέγοντος Παύλου ὅτι ἐμοί, φησί, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν | |
35 | τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. 〈εἴγε〉 αὕτη ἦν ἡ ἀπὸ τῶν | 106 |
108 | αἰώνων οἰκονομία τοῦ ἀνεξιχνιάστου πλούτου τοῦ Χριστοῦ ἀποκεκρυμ‐ μένη, καὶ τοῦτό ἐστι τὸ μυστήριον ὃ εὐαγγελίζεται καὶ φωτίζει τοῖς ἔθνεσι Παῦλος, φανερὸν ὅτι τοῦ κτίσαντός ἐστιν ἀπόστολος, ὁ τὴν ἐν αὐτῷ ἀποκεκρυμμένην φωτίζων οἰκονομίαν, τόν τε ἀνεξιχνίαστον | |
5 | πλοῦτον τοῦ Χριστοῦ οὐχ ἑτέρου, ἀλλὰ τοῦ πάντα κτίσαντος λέγων. τί μήν; σαφῶς καὶ ἀναντιρρήτως ἐπέγνω τὸν νόμον καὶ τὰ κατ’ αὐτὸν προστάγματα, φησὶ 〈γάρ〉· ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· καὶ πάλιν· ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. | |
10 | ἀγαθῆς τοίνυν τῆς κατὰ τὸν νόμον οὔσης ἐντολῆς, ὡς γέγραπται, δῆλον ὅτι ἀγαθὸς ἐξ ἀνάγκης ὁμολογηθήσεται καὶ ὁ δοὺς αὐτήν, εἴγε ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται· καὶ πάλιν· περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς. εἰ γὰρ ὠφελεῖ ἡ περιτομὴ τοὺς πράσσοντας τὸν νόμον, φανερὸν ὅτι ἀγαθὴ αὐτοῖς εὑρίσκεται. τίς | |
15 | γὰρ οὕτως μέμηνεν ὡς τὰ ὠφελοῦντα μὴ ὁμολογεῖν ἀγαθά; καὶ ἡ διὰ Μωσέως δοθεῖσα πέτρα ὁ Χριστὸς ἦν, ὡς δέδειχε Παῦλος. ἢ οὖν ἀποφανοῦνται οὐκ ἀγαθὸν τὸν Χριστόν, ἢ τὸν δόντα τὴν πέτραν ἀγαθὸν ὁμολογήσουσι. τὸ δὲ ποτήριον τῆς εὐλογίας, τόν τε ἄρτον ὃν κλῶμεν ἥνικα ἂν λέγῃ τοῦ αἵματος καὶ τοῦ σώματος | |
20 | τοῦ κυρίου εἶναι κοινωνίαν, οὐχὶ πάντως καὶ ἀγαθὰ συνυπα‐ κούεσθαι βούλεται; εἰ δὲ μή, πρὸς τὰ πονηρὰ ἔσται ἡ τοῦ αἵματος καὶ τοῦ σώματος τοῦ Χριστοῦ Ἰησοῦ κοινωνία, καὶ μάτην λεχθή‐ σεται· τίς κοινωνία φωτὶ πρὸς σκότος; ἐὰν δὲ καὶ τὸ ἐν τῷ εὐαγγελίῳ γεγραμμένον ἀναγνῶσιν ὅτι· ὁ κύριος ἀναβλέψας εἰς | |
25 | τὸν οὐρανὸν εὐχαριστεῖ, οὐχὶ πρὸς τὸν κτίστην εὐχαριστεῖ; λαβὼν δὲ ἄρτον καὶ ποτήριον καὶ εὐλογήσας, ἕτερον οὖν εὐλογεῖ ὑπὲρ τῶν τοῦ δημιουργοῦ κτισμάτων, ἢ τὸν αὐτὰ ποιήσαντα καὶ παρέχοντα; ΜΚ. Ἡμεῖς ἀπὸ τοῦ ἀποστόλου καὶ τοῦ εὐαγγελίου ἐμάθομεν καὶ τὸν δημιουργὸν καὶ τὰ κτίσματα αὐτοῦ πονηρά. | |
30 | ΑΔ. Ἃ ὁ Χριστὸς ἀγαθὰ ὁμολογεῖ σὺ λέγεις πονηρά. ΜΚ. Οὐ λέγει ἀγαθὸν τὸν κόσμον οὐδὲ τὰ κτίσματα αὐτοῦ· λέγει | |
γάρ· εἰ ἦτε ἐκ τούτου τοῦ κόσμου, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. | 108 | |
110 | ΑΔ. Αὐτοῦ τοῦ σωτῆρος δίδωμί σοι φωνάς, λέγοντος ἐν τῷ εὐαγγελίῳ· ἐάν τινα, φησίν, ἐξ ὑμῶν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; (ἢ ἐὰν αἰτήσῃ ἰχθύν, μὴ ὄφιν ἐπιδώσει αὐτῷ*;) ἢ καὶ αἰτήσει ὠόν, μὴ ἐπιδώσει αὐτῷ | |
5 | σκορπίον; εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν [καὶ τὰ ἑξῆς]. ἀγαθὰ οὖν ὁμο‐ λογήσας δόματα ἄρτον τε καὶ ὠὸν καὶ ἰχθύν, ἅ ἐστι κτίσματα τοῦ δημιουργοῦ, πῶς οὐ δι’ αὐτῶν καὶ τὸν τούτων ποιητὴν ἀγαθὸν νοεῖσθαι βούλεται; εἴγε τὸ δένδρον ἐκ τῶν ἰδίων καρπῶν γινώσκεται. | |
10 | ὅταν δὲ λέγῃ ὁ σωτὴρ ὅτι ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρα‐ νῶν κόκκῳ σινάπεως, ἢ ζύμῃ, ἢ σαγήνῃ, ἤ τινι τοιούτῳ, τὰ κτίσματα τοῦ δημιουργοῦ θεοῦ, οἷς ὁμοίαν εἶναι λέγει ὁ κύριος τοῦ θεοῦ τὴν βασιλείαν, πονηρὰ ἀποκαλοῦντες, τίνα γνώμην ἔχουσι περὶ τῆς τοῦ θεοῦ βασιλείας ἐννοείτωσαν. εἰ γὰρ ὁ κόκκος τοῦ σινάπεως | |
15 | πονηρός ἐστιν, ὡς πονηροῦ κατ’ αὐτοὺς θεοῦ κτίσμα ὑπάρχον, ἢ καὶ τὰ λοιπά, δῆλον ὅτι καὶ ἣν ὁμοιοῖ αὐτοῖς βασιλείαν τῶν οὐρανῶν. καὶ τί χρῄζομεν αὐτῆς, οὔσης πονηρᾶς; εἰ δὲ ἀγαθή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἐξ ἀνάγκης ἀγαθός ἐστι καὶ ὁ κόκκος τοῦ σινάπεως καὶ τὰ λοιπὰ πάντα ὧν ὁμοία ἐστὶν ἡ ἀγαθὴ τοῦ θεοῦ βασιλεία. | |
20 | ΜΚ. Φανερὰν φωνὴν τοῦ ἀποστόλου παρέχομαι, τὴν δεικνύουσαν ὅτι τοῦ κόσμου ἄλλος ἐστὶ θεός· οὕτω γὰρ λέγει· ἐν οἷς, φησίν, ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπί‐ στων [λέγει δὲ περὶ ἐκείνων· ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύ‐ φλωσε τὰ νοήματα τῶν ἀπίστων] πρὸς τὸ μὴ διαυγάσαι αὐτῶν | |
25 | τὸν φωτισμόν. ἴδε ὅτι πονηρὸν λέγει τὸν θεὸν τούτου τοῦ | |
αἰῶνος, τὸν μὴ ποιοῦντα καταυγάσαι τὸν φωτισμόν. | 110 | |
112 | ΑΔ. Ἐπὰν προληφθεῖσα ψυχὴ ὑπὸ κακῶν κατασχεθῇ, μόλις ἀνανεῦσαι βούλεται. τὰ γοῦν καλῶς παρὰ τῷ ἀποστόλῳ κείμενα, ταῦτα κακῶς νοεῖν ἐπιχειροῦσιν, οὐ γὰρ ἄλλον θεὸν βουλόμενος δεῖξαι ὁ ἀπόστολος τοῦτο εἶπεν, ἀλλὰ περὶ τῶν ἀπίστων· τὸ δὲ ῥητόν, | |
5 | καθ’ ὑπέρβατον κείμενον, τῇ ὑμετέρᾳ προλήψει οὕτως ἔχον νοεῖται. εἰ δὲ βούλει ἐπιστῆσαι τῇ ἀληθείᾳ, ἄκουε· οὕτω γὰρ νενόηται τῷ ἀποστόλῳ λέγειν· ἐν οἷς, φησίν, ὁ θεὸς τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα. οἱ γὰρ μὴ πιστεύοντες ἄνθρωποι τῷ θεῷ, οὗτοι τυφλοῦνται, (ἵνα μὴ καὶ συνιέντες καταφρονῶσιν. | |
10 | ὁ γὰρ δοῦλος, φησίν, ὁ γνοὺς καὶ μὴ ποιήσας δαρήσεται πολλά, ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγα. φειδόμενος οὖν ὁ θεὸς τυφλοῖ τῶν ἀπίστων τὸν νοῦν, καὶ ὡς ἀγαθὸς καὶ τοῦτο λέγει· ἐὰν μὴ πιστεύσητε οὐδὲ οὐ μὴ συνῆτε. εἰ δὲ φιλονεικεῖς, ἄκουε τοῦτο καὶ παρὰ τοῦ Χριστοῦ | |
15 | γενόμενον.) ΜΚ. Τοῦτο ἀγαθοῦ θεοῦ ἐστι τὸ τυφλοῦν; ΑΔ. Ὁ μὲν δημιουργὸς τοὺς ἀπίστως αὐτῷ προσερχομένους τυφλοῖ· ὃν δὲ λέγεις ἀγαθώτερον τοῦ δημιουργοῦ, τὸν Χριστόν, ἄκουε πῶς κελεύει βληθῆναι τοὺς μὴ πιστεύοντας αὐτῷ εἰς τὸ σκότος τὸ | |
20 | ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, πῶς δὲ καὶ ὁ ἀπόστολος, τοῦ ἀγαθοῦ ὤν, παραδίδωσι τῷ σατανᾷ τοὺς ἀνθρώπους λέγων· παρέδωκα τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον. τί οὖν ἐστι ἄμεινον, τυφλοῦσθαι τοὺς μὴ πιστεύοντας τῷ θεῷ, ἢ εἰς τὸ σκότος βάλλεσθαι, καὶ τῷ σατανᾷ παραδίδοσθαι; | |
25 | ΕΥΤΡ. Ὁ τυφλωθεὶς ἑνὸς μόνον μέλους πόνον βραχὺν νῦν ὑπέμεινε, τῶν λοιπῶν μελῶν σώων ὄντων, ὁ δὲ βληθεὶς εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ ὁ τῷ σατανᾷ παραδοθεὶς πάντων ἁπαξαπλῶς τῶν μελῶν βλάβην ὑπο‐ μένουσιν. ἄμεινον οὖν ἑνὸς μέλους βλάβην ὑπομεῖναι ἢ ὅλον τὸ | |
30 | σῶμα βασάνοις παραδίδοσθαι. | 112 |
114 | ΑΔ. Ἄκουε αὐτοῦ τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ λέγοντος· ἐὰν ὁ δεξιὸς ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου ἢ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν πυρός. | |
5 | ΕΥΤΡ., (ἀναστὰς ὡς κριτής, πρὸς πάντας τοὺς ἀκροατὰς ἔφη·) Μεγέθιον μὲν καὶ Μᾶρκον καὶ τοὺς τούτοις ὁμοδόξους ἠλιθίους ὑπολαμβάνω· σφόδρα γὰρ πιθανωτέραι αἱ Ἑλληνικαὶ τραγῳδίαι τῆς τούτων ὑποθέσεως. ὁ μὲν γὰρ Μεγέθιος τρεῖς ἀρχὰς ὁρισάμενος, ἀγαθήν, δικαίαν, πονηράν, ὀνόμασι μόνον ἐπιχρησάμενος ἐσφάλη· τῶν | |
10 | γὰρ πραγμάτων ζητηθέντων ὁ πονηρὸς ὃν ἔφασκεν εὕρηται δικαιό‐ τερος τοῦ δικαίου, καὶ ὃν δίκαιον ἔλεγεν ἀπεφάνθη ἀγαθώτερος τοῦ ἀγαθοῦ. Μᾶρκος δὲ δύο ἀρχὰς ὁρισάμενος, ἀγαθὴν καὶ πονηράν, τοῦ λόγου ἐξεταζομένου, ἡ πονηρὰ ἀρχὴ ἀγαθωτέρα καὶ πλουσιωτέρα τῆς ἀγαθῆς πέφηνε. καί μοι δοκεῖ μόνον ὀρθῶς ἀποφαίνεσθαι τὸν ὑπ’ | |
15 | Ἀδαμαντίου ἐκτεθέντα ἕνα θεόν, κτίστην καὶ δημιουργὸν ἁπάντων, λόγον ἔχοντα ἐνεργῆ καὶ πνεῦμα ἅγιον, ὃς πάντων κρατεῖ, ᾧ ἀντί‐ κειται οὐδέν, οὗ τῇ βουλῇ οὐδὲν ἀνθέστηκεν, ᾧ δικαίως πρόσκειται ἡ καθολικὴ ἐκκλησία, ὀρθοῦ δόγματος προισταμένη, ἧς γένοιτο τῇ ἀγέλῃ κἀμὲ συναριθμηθῆναι, οὕτω δοξάζοντα καὶ οὕτω φρονοῦντα. | |
21 | ΜΑΡΙΝΟΣ Βαρδησιανιστής. Βραχέα βουλομένου μου γυμνάσαι, ἀνάσχεσθε ὀρθοτάτου δόγματος προισταμένου. ΕΥΤΡ. Λέγε δή. ΜΑΡ. Ἑκάστοτε οἱ ἁπλούστεροι καὶ περὶ τὰς γραφὰς ἀνοήτως | |
25 | φερόμενοι ἄλλως τὰ γεγραμμένα βούλονται νοεῖν, ὅπερ ἄλογον· διὰ τοῦτο βούλομαι ἐπ’ Εὐτροπίου δεῖξαι εἰ ἡμεῖς εὐγνωμόνως περὶ τὰ δόγματα τῶν γραφῶν φερόμεθα ἢ ὑμεῖς. ΑΔ. Ὅρισαι πρῶτον ποίου δόγματος προίστασαι καὶ ἔκθου τὴν | |
πίστιν ὅπως ποτὲ δοξάζεις, ἵν’ οὕτως ἡ ζήτησις γένηται. εἰ γάρ τις | 114 | |
116 | βούλοιτο φιλαλήθως καὶ μὴ φιλερίστως ζητεῖν τὰ θεῖα δόγματα, εὑρήσει τηλαυγεστάτην τὴν ἀλήθειαν. ποῖον δὲ δόγμα ὃ λέγεις ὀρθό‐ τατον ἐγνωκέναι; ἀποκρίνου, ἵνα βασανισθεὶς ὑπὸ θατέρων ὁ λόγος φαιδρότερος ἀναφανῇ καθὰ χρυσὸς ὑπὸ πυρὸς εἰργασμένος. | |
5 | ΜΑΡ. Ἄτοπον ἡγοῦμαι τὸ λέγειν ὑμᾶς τὸ κακὸν ὑπὸ τοῦ θεοῦ γεγενῆσθαι, ὁ θεὸς γὰρ κακῶν ἀναίτιος, καὶ τὸ λέγειν ὑμᾶς τὸν λόγον τοῦ θεοῦ σάρκα ἀνθρώπου ἀνειληφέναι, καὶ τὸ φάσκειν ταύτην τὴν σάρκα, εἰς ἣν ἐνδεδέμεθα, ἀνίστασθαι. εἰκότως γὰρ ἄχθος καὶ σῆμα καὶ δεσμὰ κέκληται διὰ τὸ ἁμαρτήσασαν τὴν ψυχὴν ἐνδεδέσθαι | |
10 | τῷ σώματι τούτῳ, ὡς ὁ ἀπόστολος τοῦ Χριστοῦ Παῦλος βοᾷ ῥυσθῆναι ἀπὸ τοῦ σώματος, λέγων· ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ταῦτα τὰ τρία ἐστὶν ἃ ζητῶ. ΕΥΤΡ. Περὶ τῆς εἰς θεὸν πίστεως ἔκθου πρῶτον ὅρον, καὶ τότε | |
15 | ταῦτα ζητηθήσεται. ΜΑΡ. Θεὸν κἀγὼ ἕνα φημὶ εἶναι ὡς καὶ αὐτός, καὶ στοιχεῖ μοι ὅτι εἷς θεός· τρία δὲ ἔστιν ἐν οἷς οὐ συμφωνοῦμεν τῇ καθολικῇ ἐκκλησίᾳ. ΕΥΤΡ. Ποῖα ταῦτα; | |
20 | ΜΑΡ. Τὸν διάβολον οὐχ ὑπὸ θεοῦ λέγομεν ἐκτίσθαι· καὶ τὸν Χριστὸν οὐ λέγομεν ἐκ γυναικὸς γεγενῆσθαι· καὶ τὸ σῶμα μὴ ἀνί‐ στασθαι. ΑΔ. Ἀναγκαῖον ἂν εἴη ἐξ οὗ τὴν ἀρχὴν ἐποιήσω ἐκεῖθεν ἐφά‐ ψασθαι. προσαγαγεῖν δὲ ἡμῖν αἰτίαν βούλει ὡς ἡμῶν φασκόντων ὑπὸ | |
25 | θεοῦ τὸ κακὸν ἐκτίσθαι, τοῦτο γὰρ ἡμεῖς φαμεν μόνον εἶναι κακὸν τὸ στερηθῆναι τῶν ἀγαθῶν. ΜΑΡ. Πῶς οὐκ ἔστι κακόν, ὁπότε καὶ τὸν ὄφιν ἐξ ἀρχῆς ὑπο‐ βάλλειν τῇ Εὔᾳ λέγει ἡ γραφή; ἀλλὰ καὶ διάβολος παντάπασιν ἐν ταῖς γραφαῖς εἴρηται καὶ σατανᾶς καὶ πονηρὸς καὶ κακοποιός. πῶς | |
30 | οὖν λέγεις· οὐδὲν ἔστι κακόν; λέγε. ΑΔ. Τί ἐστι τὸ κακόν; ΜΑΡ. Ὁ φόνος δοκεῖ σοι κακὸν εἶναι; ΑΔ. Ὁ σὸς ὅρος σφόδρα ἀγαθώτατον δείκνυσι τὸν φόνον. ΜΑΡ. Πῶς; | |
35 | ΑΔ. Ἔφης δεσμὸν εἶναι τῆς ψυχῆς τὸ σῶμα, καὶ μάρτυρα Παῦλον παρήγαγες λέγοντα· ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται | |
ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ὁ δὲ φόνος, ὃν ἔφης | 116 | |
118 | εἶναι κακόν, διάλυσίς ἐστι σωμάτων ἀπὸ ψυχῆς· δῆλον οὖν ὅτι ἀγαθὸς ὁ φόνος, ὁ λύων τὸν δεσμὸν τοῦ σώματος ἀπὸ τῆς ψυχῆς· καὶ κατὰ τὰ σοὶ δόξαντα ὁ φόνος ἐστὶν ἀγαθός, ὁ τὸν δεσμώτην ἐλευθερῶν καὶ ἀπαλλάσσων τοῦ ἄχθους τὴν ψυχήν. | |
5 | ΜΑΡ. Ἐγὼ περὶ ὧν ὡρισάμην περὶ ἐκείνων ζητῶ. ΑΔ. Μὴ σύγχεε τὰ ζητούμενα. περὶ ποίου ζητήματος βούλει πρώτως τὴν ἐξέτασιν γενέσθαι; ΜΑΡ. Περὶ τοῦ διαβόλου. ΕΥΤΡ. Ἀμφότεροι πρῶτον ὁρίσασθε. | |
10 | ΑΔ. Ἐγὼ οὐδὲν ἕτερον ἀγένητον λέγω ἢ μόνον τὸν θεόν, τὰ δὲ λοιπὰ πάντα ὅσα ἔστι γενητὰ καὶ κτιστά. ΜΑΡ. Ἐγὼ τὸν διάβολον αὐτοφυῆ λογίζομαι καὶ αὐτογένητον, καὶ δύο ῥίζας οἶδα, πονηρὰν καὶ ἀγαθήν. ΕΥΤΡ. Δύο οὖν ἀγένητα φὴς εἶναι, πονηρὸν καὶ ἀγαθόν; | |
15 | ΜΑΡ. Δύο ῥίζας φημί. ΑΔ. Δύο ῥίζας ἔφης εἶναι ἀγενήτους· λέγε δέ, τρεπταί εἰσιν ἢ ἄτρεπτοι; ΜΑΡ. Πῶς; ΕΥΤΡ. Δύναται τραπῆναι ἡ κακὴ ῥίζα καὶ γενέσθαι ἀγαθή; | |
20 | ΜΑΡ. Οὔ· οὕτω γὰρ πέφυκεν. ΕΥΤΡ. Δῆλον ὅτι οὔτε ἀγαθὴ τραπῆναι δύναται καὶ γενέσθαι κακή. ΜΑΡ. Οὔ· δύο γὰρ εἰσίν, ἀγαθὴ καὶ πονηρά. ΑΔ. Ἐπεὶ οὖν δύο ῥίζας ἀτρέπτους ὑπέθου, λέγε δὴ ἑκάστης οὐσίας τὴν ποιότητα καὶ τὴν ἐνέργειαν. | |
25 | ΜΑΡ. Τοῦ ἀγαθοῦ ἡ ποιότης καὶ ἡ ἐνέργεια φῶς, ἀγαθόν, δεξιόν, ἐλεημονικόν, εὐσεβές, δίκαιον, καὶ εἴ τι ἄλλο δεξιόν. τοῦ δὲ κακοῦ ἡ ποιότης καὶ ἡ ἐνέργεια σκότος, πονηρόν, ἀριστερόν, ἀνηλεές, ἀσεβές, ἄδικον, καὶ εἴ τι ἄλλο ἔστιν ἀριστερόν. ΑΔ. Νοητά ἐστιν ἃ λέγεις ἢ αἰσθητά; | |
30 | ΜΑΡ. Τέως περὶ αἰσθητῶν πρόκειται ἡμῖν τὸ λέγειν. | 118 |
120 | ΑΔ. Τὸ φὼς τοῦ ἀγαθοῦ καὶ τὸ σκότος τοῦ πονηροῦ αἰσθητὸν φής, ἢ νοητόν; ΜΑΡ. Τέως περὶ τῶν φαινομένων. ΕΥΤΡ. Ἐκ τῶν φαινομένων σκότος καὶ φώς, ἡμέρα καὶ νύξ; | |
5 | 〈ΜΑΡ. Ναί.〉 ΑΔ. Ὁμοῦ γενόμενοι ἐκ μιᾶς συμφωνίας ὁ ἀγαθὸς καὶ ὁ πονηρὸς τὸ φῶς καὶ τὸ σκότος ἐδημιούργησαν; ΜΑΡ. Οὔ· λέγει γὰρ ὁ ἀπόστολος· οὐδεμία κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ Χριστῷ πρὸς Βελίαρ. | |
10 | ΑΔ. Πῶς οὖν συμφωνοῦσι τὸ φῶς καὶ τὸ σκότος; ΜΑΡ. Οὐδὲν συμφωνοῦσιν, οὐδὲ ἔχουσί τι κοινὸν πρὸς ἀλλήλους. (ΑΔ.*) Περιωρισμένας ὥρας ἔχει τὸ φῶς καὶ τὸ σκότος; ΜΑΡ. Ιβʹ ὥρας ἔχει τὸ φῶς, καὶ δώδεκα τὸ σκότος. ΑΔ. Εἰ ἑνὸς οὐκ ἔστι τὸ φῶς καὶ τὸ σκότος, ἀδύνατόν ἐστιν | |
15 | ὑποχωρεῖν θάτερον θατέρῳ· ἦ γὰρ ἂν κατὰ συμφωνίαν τῶν δημι‐ ουργῶν ὑποχωροῖ τὸ σκότος τῷ φωτὶ καὶ τὸ φὼς τῷ σκότει, ἀδύ‐ νατον δὲ τῶν δημιουργῶν μὴ ὁμονοούντων πείθεσθαι ταῦτα ἀλλήλοις [ἔτι]. ἵνα δὲ πρὸς ἀτοπωτέρας ἀπορίας αὐτὸν συνελάσω, 〈ἔτι〉 σαφέ‐ στερόν σε ἐπιστήσω, ἀξιέραστε δικαστά· οὔτε γὰρ αὐτὸ τὸ σκότος | |
20 | συγχωρήσει αὐτοῖς δύο εἰσάγειν δημιουργούς. ΕΥΤΡ. Πῶς; ΑΔ. Καὶ εἰ κατὰ τὸν αὐτῶν λόγον δώδεκα ὥρας ἔχει τὸ φῶς, | |
καὶ δώδεκα τὸ σκότος, ἐδείκνυτο ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ ὄντα· νῦν | 120 | |
122 | δὲ οὐχ οὕτως ἔχει· ἐν μὲν γὰρ τῇ χειμερινῇ τροπῇ μηκύνεται τὸ σκότος, πλειόνων ὡρῶν γιγνομένων, ἐν δ’ αὖ πάλιν τῇ θερινῇ τροπῇ μηκύνεται τὸ φῶς, προσλαμβάνον ἀπὸ τοῦ σκότους. ΜΑΡ. Ἄλλου φῶς καὶ ἄλλου σκότος. | |
5 | ΕΥΤΡ. Εἰ μὴ ἑνὸς καὶ τοῦ αὐτοῦ δημιουργοῦ ἐστι τὸ φῶς καὶ τὸ σκότος, πῶς οἱόν τε ἦν ὑπενδιδόναι τὸ φῶς τῷ σκότει καὶ τὸ σκότος τῷ φωτί; εἰ γὰρ ἐναντίον τὸ κακὸν τῷ ἀγαθῷ καὶ τὸ ἀγαθὸν τῷ κακῷ, ἐν τούτοις δὲ τῷ φωτὶ καὶ τῷ σκότει οὐδεμία εὑρίσκεται ἐναντιότης, δῆλον οὖν ὅτι ἑνὸς δημιουργοῦ τὸ φῶς καὶ τὸ σκότος. | |
10 | ΑΔ. Ἔφη τὴν τοῦ ἀγαθοῦ οὐσίαν εἶναι φῶς, τὴν δὲ ποιότητα ἀγαθόν, δεξιόν· τῷ δὲ τὸ ἀγένητον καὶ ἄφθαρτον συμβέβηκεν. ἀντί‐ κειται δὲ τὸ ἀγαθὸν τῷ κακῷ; ἀποκρινάσθω. ΜΑΡ. Κατὰ πάντα ἀντίκειται τὸ κακὸν τῷ ἀγαθῷ. ΑΔ. Δῆλον ὅτι καὶ κατ’ οὐσίαν καὶ κατὰ ποιότητα καὶ κατὰ τὸ | |
15 | συμβεβηκός· κατ’ οὐσίαν μὲν σκότος ἀντίκειται φωτί, κατὰ ποιότητα δὲ κακὸν ἀγαθῷ. εἰ δὲ κατὰ συμβεβηκὸς ἀντίκειται, ἔσται γενητὸν πρὸς τὸ ἀγένητον, καὶ φθαρτὸν πρὸς τὸ ἄφθαρτον. ΜΑΡ. Πῶς; ΕΥΤΡ. Ὑπέθου ἀγενήτους τὰς δύο οὐσίας· συμπέφυκε δὲ τῷ | |
20 | ἀγενήτῳ τὸ ἀθάνατον, καὶ ἀνάγκη, εἰ ἀγένητοί εἰσιν αἱ δύο οὐσίαι, ταύτας ἀθανάτους ὑπάρχειν τῷ ἀγενήτους εἶναι λέγειν. ἔτι δὲ οὕτω σκόπει. εἰ τὸ κακὸν ἀγένητόν ἐστι, τὸ ἀγαθὸν οὐκ ἀγένητον, ἐπεὶ μὴ κακόν ἐστι, καὶ τῷ αὐτῷ λόγῳ λέγομεν ὅτι, εἰ τὸ κακὸν γενητὸν πέφυκεν, ἀγαθὸν καὶ οὐ κακόν ἐστι τὸ ἀγένητον. | |
25 | ΑΔ. Αἱ δύο οὐσίαι φθαρταὶ ἢ ἄφθαρτοι, ἢ ἡ μὲν ἄφθαρτος, ἡ δὲ φθαρτή; ΜΕΓΕΘΙΟΣ. Ἄφθαρτοι αἱ δύο οὐσίαι. ΑΔ. Ἔδει μέν σε ἀκροώμενον ἡσυχίαν ἄγειν προδιειλεγμένων ἤδη τῶν πρόσθεν ζητημάτων. | |
30 | ΜΕΓ. Ἐν τούτῳ ὁμόδοξός εἰμι Μαρίνῳ. ΕΥΤΡ. Φατὲ ἀγενήτους εἶναι καὶ ἀφθάρτους τὰς δύο οὐσίας· ἀνάγκη καὶ ὁμοουσίους ταύτας ὑπάρχειν καὶ ὁμοίας, ὅπερ ἀδύνατον. | |
ΑΔ. Ἰσοσθενεῖς εἰσιν αἱ δύο οὐσίαι; | 122 | |
124 | ΜΕΓ. Οὐκ εἰσὶ τῇ δυνάμει ἴσαι. μὴ γένοιτο. λέγει γὰρ ὁ Χρι‐ στὸς ἐν τῷ εὐαγγελίῳ· οὐδεὶς δύναται εἰς τὴν οἰκίαν τοῦ πονηροῦ εἰσελθεῖν καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν· δηλοῖ οὖν ὅτι ἔδησε τὸν διάβολον, | |
5 | ἰσχυρότερος ὤν, καὶ τὰ σκεύη αὐτοῦ ἔλαβεν. σαφῶς ὁ κύριος ἔδειξεν ὅτι ὄντας ἡμᾶς τοῦ πονηροῦ ἐρρύσατο. ΑΔ. Εἰ μὲν γὰρ ψιλῶς εἴρηκε· τοῦ πονηροῦ καὶ οὐχί· σκεύη τοῦ πονηροῦ, εἶχες τι λέγειν· νῦν δὲ φάσκει· σκεύη τοῦ πονηροῦ, δείξας ὅτι ἐν χρήσει ἔσχε καὶ οὐκ αὐτοῦ ἦν, οὔτε κατὰ ποίησιν οὐδὲ | |
10 | 〈κατὰ〉 κτῆσιν, ἀλλὰ κατὰ χρῆσιν, βιαζομένου τὸ ἀλλότριον. μαρτυρεῖ δὲ τούτοις Παῦλος λέγων· ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀδικίᾳ καὶ τῇ ἀκαθαρσίᾳ εἰς ἀνομίαν, οὕτω παρα‐ στήσατε τὰ μέλη τῷ θεῷ δοῦλα τῇ δικαιοσύνῃ. ἔφης δὲ ἄφθαρτον καὶ ἀγένητον εἶναι τὴν κακὴν οὐσίαν. εἰ οὖν ἄφθαρτος | |
15 | ἡ τοῦ κακοῦ οὐσία, ματαίως κάμνει ὁ Ἰησοῦς πειρώμενος ἀναιρεῖν τὰ κακά, μὴ δυνάμενα ἀναιρεθῆναι. πῶς οὖν ἔπαθεν ἵνα τὸν θάνατον καταλύσῃ, τὸν μὴ λυόμενον; ἀγενήτους γὰρ ἀμφοτέρους καὶ ἀφθάρ‐ τους ἔφης. οὐκοῦν παραχωρεῖ ἅτερος θατέρῳ ἀφανίσεως ἕνεκα; εἰ γάρ, τούτου τοσαῦτα δεινὰ ποιοῦντος τοῦ κακοῦ, οὐκ ἐκώλυσεν ὁ | |
20 | ἀγαθός, οὐδὲ ἂν συνεχώρει ὁ κακὸς λυθῆναι τὰ αὐτοῦ, ἀμφοτέρων κατὰ σὲ ἀγενήτων καὶ ἀφθάρτων ὄντων. (ΕΥΤΡ. Εἰ μὲν γὰρ ἀγένητος ἡ μία ἀρχὴ καὶ ἡ ἑτέρα γενητή, | |
εἶχε λόγον ὑποτετάχθαι τὸ γένητον τῷ ἀγενήτῳ, καὶ τὸ μὲν φάσκειν | 124 | |
126 | ἰσχυρότερον ἀναγκαῖον διὰ τὸ ἀγένητον ὑπάρχειν καὶ ἄφθαρτον, τὸ δὲ ἀσθενέστερον διὰ τὸ εἶναι γενητόν, τοῦ ἀγενήτου ἰσχυροτέρου ὄντος*.) ΑΔ. Σφόδρα ἀπηρυθριασμένως πρὸς τὴν ζήτησιν φέρεται Μεγέ‐ θιος. ἀποκρινάσθω εἰ ἐπιμίγνυται ἢ ἐπιφοιτῶσιν ἀλλήλαις αἱ δύο οὐσίαι. | |
5 | ΜΕΓ. Οὐκ ἐπιμίγνυνται· μὴ γένοιτο. ΑΔ. Πῶς οὖν ἦλθεν ὁ ἀγαθὸς εἰς τὰ τοῦ πονηροῦ, ἢ πῶς ἀμίκτων ὄντων τῶν οὐσιῶν γέγονε μῖξις, καίτοι ἐναντίων ὄντων ἀλλήλων; (εἰ γὰρ μὴ ἴδιος ὁ κόσμος τοῦ Ἰησοῦ ἀλλ’ ἢ τοῦ κακοῦ, πῶς δυνατὸν ἦν τῷ Ἰησοῦ ἐλθεῖν, οὐκ ἰσχυροτέρῳ ὄντι; οἱ γὰρ | |
10 | ἰσοσθενεῖς οὐδέτερος πρὸς τὸν ἕτερον ἐπιβῆναι δύνανται, διὰ τὸ εἶναι ἀγενήτους καὶ ἀφθάρτους ἀμφοτέρους*.) ΜΑΡ. Ἐγώ φημι τὸν θεὸν ἄφθαρτον μόνον. ΑΔ. Οὐκοῦν ὁ διάβολος φθαρτός. (ΕΥΤΡ.*) Εἰ μὲν γενητὸν καὶ ἀγένητον, δύναται τὸ ἀγένητον | |
15 | ἄφθαρτον τὸ δὲ γενητὸν φθαρτόν. ΜΑΡ. Φέρε δή, κἀμοῦ πυνθανομένου ἀποκρίνου. ΑΔ. Πυθοῦ. ΜΑΡ. Ἔστιν ἀγαθόν; ΑΔ. Ναί. | |
20 | ΜΑΡ. Ἔστι κακόν; ΑΔ. Ἀγαθόν φημι κατ’ οὐσίαν εἶναι, τὸ δὲ κακὸν ἐπισυμβαῖνόν ἐστιν· τὸ ἀγαθὸν ἀσώματον, τὸ δὲ κακὸν αἰσθητόν· τῷ οὖν 〈κατὰ φύσιν〉 ἀγαθῷ οὐκ ἐπισυμβαίνει τὸ κακόν, ἀλλὰ τῷ κατὰ θέσιν ἀγαθῷ διὰ τὸ αὐτεξούσιον. | |
25 | ΜΑΡ. Τί ἐστι κατὰ φύσιν καὶ κατὰ θέσιν γνῶναι βούλομαι. ΑΔ. Εἰ καὶ τὰ μάλιστα ἔδοξας εἰρωνικὴν πεῦσιν προαγαγεῖν, ὅμως ἄκουε. κατὰ φύσιν ἐστὶν ὁ θεὸς ἀγαθός, ᾧ μηδὲν ἐπισυμβαίνει κακόν, κατὰ δὲ θέσιν ἄνθρωπος λέγεται ἀγαθός· ὥσπερ καὶ τὸν λόγον | |
τοῦ θεοῦ κατὰ φύσιν λέγομεν υἱόν, τοὺς δὲ ἀνθρώπους κατὰ θέσιν | 126 | |
128 | λέγει ἡ γραφὴ υἱούς, τῇ ὁμωνυμίᾳ κεχρημένη. τῷ οὖν κατὰ φύσιν 〈ἀγαθῷ〉 οὐκ ἐπισυμβαίνει κακόν, ἀλλὰ τῷ κατὰ θέσιν ἐκ τῆς αὐτε‐ ξουσιότητος. ΜΑΡ. Αὐτεξούσιός ἐστι καὶ ὁ διάβολος κατὰ σέ. τὸ δὲ αὐτε‐ | |
5 | ξούσιον καὶ αὐτοφυὲς καὶ αὐτογένητον. ΑΔ. Ἀγνοεῖν ἔοικας τὴν διαφορὰν τοῦ παντεξουσίου καὶ τοῦ αὐτεξουσίου. τὸν μὲν γὰρ θεὸν παντεξούσιόν φημι, τὸν δὲ ἀποστάτην ἄγγελον, τὸν λεγόμενον σατανᾶν, αὐτεξούσιον λέγω, καὶ τὸν ἄνθρω‐ πον ὁμοίως. | |
10 | ΜΑΡ. Αὐτεξούσιον φὴς τὸν διάβολον καὶ τὸν ἄνθρωπον; ΑΔ. Τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους αὐτεξουσίους λέγω ὑπὸ θεοῦ γεγενῆσθαι, ἀλλ’ οὐ παντεξουσίους. ΜΑΡ. Ἔφης τὸ αὐτεξούσιον ἐκ θεοῦ δεδόσθαι, τὸ δὲ κακὸν ἐκ τοῦ αὐτεξουσίου· δείκνυται οὖν ἐκ θεοῦ ὄντα τὰ κακά. καὶ τοῦτο | |
15 | δὲ λέγε· οὐκ ᾔδει ὁ θεός, διδοὺς τὸ αὐτεξούσιον ὅτι τρέψεται ἐπὶ τὸ χεῖρον ὁ ἀποστάτης ἄγγελος καὶ ὁ ἄνθρωπος; ΑΔ. Ἄγε δὴ καὶ ὑπὲρ θεὸν φρόνησις ἐβούλετο, οὐκοῦν τοὺς ἀνθρώπους καὶ τοὺς ἀγγέλους ἴσους εἶναι τοῦ θεοῦ, ἀτρέπτους. ΜΑΡ. Πῶς ἄτρεπτοι καὶ ἴσοι τοῦ θεοῦ; | |
20 | ΑΔ. Ὅτι ὁ θεὸς ἄτρεπτος ὁ δὲ ἄνθρωπος τρεπτός, ὁ θεὸς ἀθά‐ νατος ὁ δὲ ἄνθρωπος θνητός· ἐγκαλεῖς οὖν τῷ θεῷ ὅτι οὐκ ἐποίησεν ὡς ἑαυτὸν ἄλλον. ΜΑΡ. Πῶς; ΑΔ. Εἴπερ μὴ τὸ αὐτεξούσιον, ἄτρεπτος ἦν ὁ ἄνθρωπος· ὁ δὲ | |
25 | ἄτρεπτος ἀθάνατος, ὁ δὲ ἀθάνατος θεός. οὐ γὰρ ἤρκει τῇ τοῦ θεοῦ ἀγαθότητι κτισθῆναι ἀγγέλους καὶ ἀνθρώπους, ἀλλὰ καὶ ἀτρέπτους εἶναι, ἴσους τοῦ θεοῦ; ἄλλως δὲ καὶ περιῃρεῖτο τοῦ θεοῦ πάντα τὰ ἔξοχα. ΜΑΡ. Πῶς; | |
30 | ΑΔ. Λέγε τὰς ἐνεργείας τοῦ θεοῦ. ΜΑΡ. Ἀγαθόν, δίκαιον, ἐλεημονικόν, εὐσεβές, ὅσιον, ταῦτά ἐστιν. ΑΔ. Εἰ μὴ ἦν τὸ αὐτεξούσιον, πάντα ταῦτα περιῃρημένα ἦν | |
τοῦ θεοῦ. | 128 | |
130 | ΜΑΡ. Πῶς; ΑΔ. Εἰ ἄτρεπτοι οἱ ἄνθρωποι, ὁ θεὸς ἀγαθὸς πῶς ἐδείκνυτο, μὴ ὄντων τῶν χρείαν ἐχόντων τῆς τοῦ θεοῦ ἀγαθότητος; ΜΑΡ. Σαφέστερον εἰπέ. | |
5 | ΑΔ. Τὰς ἐνεργείας τοῦ θεοῦ, ἃς ἔφης, ὀνόμασίν εἰσι μόνοις ἢ πράγμασι; ΜΑΡ. Πράγμασιν ἐνεργεῖ καὶ οὐκ ὀνόμασιν. ΑΔ. Ἐπὶ τίνας ἐνεργεῖ; ΜΑΡ. Ἐπ’ ἀνθρώπους. | |
10 | ΕΥΤΡ. Εἰ γεγόνασιν οἱ ἄνθρωποι ἄτρεπτοι, περισσαὶ ἦσαν αὗται αἱ ἐνέργειαι. τίνας γὰρ ἔμελλεν ἐλεεῖν, μὴ ὄντων τῶν [μὴ] ἁμαρτα‐ νόντων; τίσι γὰρ ἔμελλεν εἶναι ἀγαθός, μὴ ὄντων τῶν χρῃζόντων τῆς τοῦ θεοῦ ἀγαθότητος; ΑΔ. Διὰ τί τὴν μὲν πονηρὰν ῥίζαν λέγεις, τὴν δὲ ἀγαθήν; | |
15 | ΜΑΡ. Ὅτι ἡ ἀγαθὴ σώζει, ἡ δὲ πονηρὰ ἀπολλύει. ΑΔ. Τί οὖν αἴτιον τοῦ σώζεσθαι ἢ ἀπόλλυσθαι τὸν ἄνθρωπον; ΜΑΡ. Τῆς σωτηρίας τοῦ ἀνθρώπου αἴτιος ὁ θεός, τῆς δὲ ἀπω‐ λείας ὁ διάβολος. ΑΔ. Πῶς οὖν ἔφης δίκαιον εἶναι τὸν θεόν; | |
20 | ΜΑΡ. Καὶ νῦν φημι ὅτι δίκαιος ὁ θεός. ΑΔ. Κριτής ἐστι δίκαιος ὁ θεὸς ἢ οὔ; ΜΑΡ. Κριτὴς δίκαιος ὁ θεός ἐστιν. ΑΔ. Τίνα κρίνει; ΜΑΡ. Κρίνει τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ τοὺς | |
25 | ἀνθρώπους τοὺς προσφεύγοντας αὐτῷ. ΑΔ. Τὸν διάβολον τίνος ἕνεκα κρίνει; ΜΑΡ. Διὰ τὸ πλανᾶν τοὺς ἀνθρώπους. ΕΥΤΡ. Αὕτη ἀδικωτάτη κρίσις. εἰ μὲν αὐτεξούσιός ἐστιν ὁ διά‐ βολος καὶ ἔχει ἐξουσίαν τοῦ γενέσθαι ἀγαθὸς καὶ πάλιν γενέσθαι | |
30 | κακός, δικαίως κρίνεται, ὅτι, δυνάμενος ἀγαθὸς γενέσθαι, οὐκ ἐγένετο. | |
εἰ δὲ οὐ δύναται γενέσθαι ἀγαθός, τῆς φύσεως μὴ συγχωρησούσης | 130 | |
132 | διὰ τὸ εἶναι κακῆς οὐσίας, δίκαιον μὴ συγχωρῆσαι φυῆναι [παρὰ] τὴν ἀρχὴν τὸν διάβολον, ἢ φυέντα κρίνειν ἀδίκως. ΜΑΡ. Κρίνεται διὰ τὸ εἶναι αὐτὸν κακόν. ΕΥΤΡ. Ἀλλὰ ἄδικος ἡ κρίσις. | |
5 | ΜΑΡ. Πῶς; ΕΥΤΡ. Μὴ δύναται τὸ ἀγαθὸν τραπῆναι καὶ γενέσθαι κακόν; ΜΑΡ. Οὔ. ΕΥΤΡ. Τίνος ἕνεκα; ΜΑΡ. Ὅτι τοιαύτης οὐσίας πέφυκεν. | |
10 | ΕΥΤΡ. Οὐδὲ τὸ κακὸν δύναται τραπῆναι καὶ γενέσθαι ἀγαθόν. τῶν οὖν δύο οὐσιῶν ἀτρέπτων οὐσῶν, ἀδίκως ἂν κριθείη ἁτέρα ὑπὸ θατέρας, ἢ, εἰ δικαίως κρίνεται ὁ πονηρός, δικαίως κριθήσεται καὶ ὁ ἀγαθός. ΜΑΡ. Ὁ ἀγαθὸς κρίνει. | |
15 | ΕΥΤΡ. Νῦν τηλαυγῶς δέδεικται ὅτι τὸ μὲν ἀγένητον τὸ δὲ γενητόν, καὶ τὸ μὲν ἄφθαρτον τὸ δὲ φθαρτόν, καὶ τὸ μὲν ἄτρεπτον τὸ δὲ τρεπτόν, καὶ δικαίως τὸ μὲν κρίνει, τὸ δὲ κρίνεται. ΑΔ. Ἔφησε τοὺς ἀνθρώπους δικαίως κρίνεσθαι ὑπὸ τοῦ θεοῦ· φρασάτω οὖν, εἰ μή εἰσιν αὐτεξούσιοι, πῶς δικαίως κρίνονται. | |
20 | ΜΑΡ. Κρίνονται δικαίως ὑπὸ τοῦ θεοῦ, διότι ὑπακούουσι τῷ πονηρῷ. ΕΥΤΡ. Νῦν σαφῶς ὡμολόγησας ὅτι αὐτεξούσιος ὁ ἄνθρωπος. τὸ γὰρ ὑπακούειν τῷ πονηρῷ ἢ τῷ ἀγαθῷ αὐτεξουσιότητός ἐστι καὶ οὐκ ἀνάγκης. | |
25 | ΑΔ. Βραχέα ἐρωτηθεὶς ἀποκρίνου. ΜΑΡ. Πυθοῦ. ΑΔ. Παντοκράτορα φὴς τὸν θεὸν ἢ οὔ; ΜΑΡ. Παντοκράτορά φημι. ΑΔ. Περιέχει τὰ πάντα ἢ περιέχεται; | |
30 | ΜΑΡ. Δῆλον ὅτι περιέχει καὶ οὐ περιέχεται. ΑΔ. Ἐκ ποίας δυνάμεως περιέχεται καὶ συγκρατεῖται ὁ οὐρανὸς ἢ ἡ γῆ ἢ ἡ θάλασσα ἢ ὁ σύμπας κόσμος; ὑπὸ τίνος περιέχεται καὶ | |
περικρατεῖται; | 132 | |
134 | ΜΑΡ. Δῆλον ὅτι ὑπὸ θεοῦ. ΕΥΤΡ. Ὑπὸ τοῦ ἀγαθοῦ ἢ τοῦ πονηροῦ; ΜΑΡ. Ἐγὼ ἕνα θεὸν οἶδα, ἀγαθόν. ΕΥΤΡ. Τὸν οὖν κακὸν ποῦ φὴς εἶναι; | |
5 | ΜΑΡ. Εἰς τὴν γῆν· οὕτω γὰρ λέγει ὁ Χριστός· εἶδον τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ. ΕΥΤΡ. Εἰκὸς οὖν ὅτι καὶ ὁ σατανᾶς εἰς τὴν γῆν συγκρατεῖται ὑπ’ αὐτοῦ τοῦ καὶ τὴν γῆν συγκρατοῦντος, καὶ οὐ φεύξεται, μεμπτὸς οὖν ὁ ἀγαθὸς συγκρατῶν τὸν κακόν, ἓν τῶν τριῶν, ἢ συγχωρῶν | |
10 | αὐτῷ τὸ εἶναι, ἢ ἀδυνατῶν ἀνελεῖν, ἢ ἀγνοῶν ὅτι ἔστιν. ΑΔ. Ἐπεὶ ἐμνημόνευσε τοῦ εὐαγγελίου καὶ τοῦ σατανᾶ πεσόντος, αἴσιον περὶ τούτου βραχέα διαλαβεῖν, ὅπως εἰδέναι ἔχοις τὴν τοῦ θείου δόγματος ἀλήθειαν. ὁ γὰρ σωτὴρ διδάξαι βουλόμενος τὸ μὲν πρότερον ἄγγελον ὑπὸ τοῦ θεοῦ γενόμενον καὶ φωτὸς μετέχοντα, | |
15 | ὕστερον δὲ τῇ αὐτεξουσιότητι τραπέντα ἐπὶ τὸ χεῖρον καὶ πεσόντα ἀπὸ στάσεως—οὐ γὰρ ἐνδέχεται ἀπὸ πτώματος πίπτειν ἀλλ’ ἀπὸ τοῦ ἑστάναι—λέγει τό· ὡς ἀστραπήν, σαφῶς δείξας ὅτι μετεῖχε φωτὸς πρὶν ἢ τραπῆναι καὶ πεσεῖν· ἡ γὰρ ἀστραπὴ φωτός ἐστι δεικτική. | |
20 | ΕΥΤΡ. Δύο ἀγένητα εἶναι ἀδύνατον. ΜΑΡ. Αἴτιος οὖν τοῦ κακοῦ ὁ ἀγαθός. | |
ΑΔ. Οὐδὲν λυπεῖ κοσμικοῦ παραδείγματος ἅψασθαι πρὸς τὸ | 134 | |
136 | συννοητότερον γενέσθαι τὸ λεγόμενον. ἐπὰν ἀνδριαντοποιός τις, ἀνδριάντα κατασκευάσας παραδῷ σοι, στιλβώσας τὸν ἄργυρον, ὄντα κατὰ φύσιν φαιδρόν, τῇ δὲ σῇ ἀμελείᾳ τοῦ κεκτημένου συμβῇ ἰός, αἴτιον τὸν ἀνδριαντουργὸν δεῖ ὑπολαμβάνειν κατὰ σέ; | |
5 | ΜΑΡ. Πῶς; ΕΥΤΡ. Ὅτι ὁ ἰὸς οὐ κατὰ φύσιν ἐστίν, ἀλλὰ κατὰ σύμβασιν, διὰ τὴν ἀμέλειαν τοῦ κεκτημένου. οὕτως γοῦν καὶ ὁ θεὸς ἀναίτιος, στίλ‐ βοντα καὶ φαιδρὸν τὸν αὐτεξούσιον λογισμὸν παραδοὺς ἀγγέλοις καὶ ἀνθρώποις· αὐτὸς μὲν ἀναίτιος εὑρεθήσεται, οἱ δὲ κεκτημένοι τοῦτον | |
10 | ὑπαίτιοι· οὐ γὰρ κατὰ φύσιν δείκνυται ὂν κακὸν, ἀλλὰ κατὰ σύμβασιν. ΔΡΟΣΕΡΙΟΣ. Ἀκροασάμενος ἐπὶ πολὺ Μαρίνου τε καὶ τῶν σὺν αὐτῷ καὶ καταγνοὺς τῆς τούτων ἀπειρίας, βραχέα πρὸς τὸν υἱόν μου Ἀδαμάντιον γυμνάσαι βούλομαι. ΑΔ. Χρή σε πρῶτον ὁρίσασθαι καὶ ἐκθέσθαι ποίου δόγματος | |
15 | προΐστασαι καὶ τότε γυμνάσαι τοὺς λόγους. ΔΡ. Δόγματος μὲν προΐσταμαι τοῦ Οὐαλεντίνου, σφόδρα ὀρθο‐ τάτου καὶ ἀληθῶς δυναμένου ὑμᾶς πεῖσαι πόθεν ὁ διάβολος καὶ πόθεν τὰ κακά. καὶ εἰ βούλεσθε, ἔχω τὸν ὅρον Οὐαλεντίνου καὶ ἀναγινώσκω. ΕΥΤΡ. Ἐὰν οὖν ἐκ τοῦ ἐξ ἐναντίας ἀνατρέπηται ὁ ὅρος ὑπ’ | |
20 | Οὐαλεντίνου ἐκτεθείς, σὺ ἀποκρινεῖ τὰ ἐπιφερόμενα; ΔΡ. Οἴομαι μὲν ὅτι ἀναγνωσθεὶς ὁ ὑπ’ Οὐαλεντίνου ἐκτεθεὶς ὅρος οὐχ ἕξει ἀντιλογίαν· ὁ γὰρ ἐκθέμενος οὐκ εὐτελὴς ἦν ἀνήρ· εἰ δέ τις βούλοιτο ἀντιλέγειν, ἐγὼ ἀποκρινοῦμαι. ΕΥΤΡ. Ἀναγνωσθήτω τὸ δόγμα Οὐαλεντίνου. | |
25 | (Οὑτωσὶ δέ πως εὖ διατεθεῖσθαι νομίζων ἐπὶ τὴν οἰκίαν ἀνεχώ‐ | 136 |
138 | ρουν τὴν ἐμήν· τῇ δὲ ἐπιούσῃ, τουτέστι σήμερον*), ἐλθὼν ἑώρων δύο τινάς, ὁμογενεῖς ἀνθρώπους λέγω δή, διαπληκτιζομένους καὶ λοιδορουμένους ἀλλήλοις, ἕτερον πρὸς τὸν ἕτερον, τὸν δ’ αὖ πάλιν ἀφιματῶσαι πειρώμενον τὸν πλησίον. ἤδη δέ τινες καὶ δεινότερα | |
5 | τολμᾶν ἤρχοντο. ὃς μὲν γὰρ ἐσκύλευε νεκρὸν καὶ τὸ κρυβὲν ἤδη σῶμα τῇ γῇ πάλιν ἐδείκνυεν ἡλίῳ καὶ τὴν ὁμοίαν αὐτῷ ἐνύβριζεν εἰκόνα, βορὰν κυσὶ καταλείπων τὸν νεκρόν, ὁ δὲ ξίφος ἐγύμνου καὶ ἐπὶ τὸν ὅμοιον ἄνθρωπον ἐχώρει. καὶ ὁ μὲν φυγῇ τὴν σωτηρίαν πορίζειν ἤθελεν, ὁ δὲ διώκειν οὐκ ἐπαύετο οὐδὲ τοῦ θυμοῦ κρατεῖν | |
10 | ἤθελε. καὶ τί δεῖ πλέον λέγειν ἀλλ’ ὅτι χωρήσας ἐπ’ αὐτὸν εὐθέως ἔπαισε τῷ ξίφει· ὁ δὲ ἱκέτης τῷ πλησίον ἐγίνετο καὶ χεῖρας ἱκεσίας ὤρεγε καὶ τὴν μὲν ἐσθῆτα διδόναι ἤθελε, μόνον δὲ τὸ ζῆν ἔχειν ἠξίου· ὁ δὲ οὐκ ἐθραύετο τὸν θυμὸν οὐδὲ ἠλέει τὸν ὁμογενῆ οὐδὲ ἑαυτὸν διὰ τῆς εἰκόνος ἐκείνου βλέπειν ἤθελεν, ἀλλ’ ὡς ἄγριος θὴρ | |
15 | τῷ ξίφει τῆς βορᾶς ἤρχετο. ἤδη δὲ καὶ τὸ στόμα τῷ ὁμοίῳ προσέ‐ φερε σώματι, τοσοῦτος γὰρ ἦν τῷ θυμῷ, καὶ ἦν ἰδεῖν τὸν μὲν ἠδι‐ κημένον, τὸν δὲ λοιπὸν σκυλεύοντα καὶ μηδὲ γῇ σκεπάζοντα τὸ σῶμα· τῆς γὰρ ἐσθῆτος ἐγύμνωσε. πρὸς δὲ τούτοις ἕτερος προσῄει, ὃς 〈τὴν〉 τοῦ πλησίον γυναῖκα παίζειν ἤθελε, λῃστεύων γάμον ἀλλότριον, καὶ | |
20 | ἐπὶ παράνομον κοίτην τραπῆναι παρορμῶν, τὸν γεγαμηκότα γνήσιον πατέρα γενέσθαι μὴ θέλων. ἐντεῦθεν καὶ ταῖς τραγῳδίαις πιστεύειν ἠρχόμην (καὶ τὸ Θυεστεῖον δεῖπνον ἀληθῶς ἐδόκει μοι γεγονέναι*)· πιστεύω καὶ τὴν Οἰνομάου πάροινον ἐπιθυμίαν, καὶ τὴν τῶν ἀδελφῶν | |
διὰ ξίφους φιλονεικίαν οὐκ ἀπιστῶ. τοσούτων τοίνυν καὶ τοιούτων | 138 | |
140 | θεατὴς γενόμενος ἐγὼ πόθεν ταῦτα ἀναζητεῖν ἠρχόμην, τίς δὲ καὶ ἡ τῆς κινήσεως αὐτῶν ἀρχή, καὶ τίς ὁ τοσαῦτα κατ’ ἀνθρώπων μηχανησάμενος, πόθεν τε ἡ εὕρεσις αὐτῶν, καὶ τίς ὁ τούτων διδάσ‐ καλος. καὶ τὸν μὲν θεὸν ποιητὴν τούτων λέγειν τολμᾶν οὐχ οἷός | |
5 | τε ἦν, ἀλλὰ μὴν οὐδὲ ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχειν, οὐδὲ τὴν τοῦ εἶναι σύστασιν· πῶς γὰρ οἷόν τε ἦν ταῦτα περὶ θεοῦ ἐννοεῖν; ὁ μὲν γὰρ ἀγαθὸς καὶ τῶν κρειττόνων ποιητής, τῶν δὲ φαύλων αὐτῷ πρόσεστιν οὐδέν· ἀλλ’ οὐδὲ τοῖς τοιούτοις χαίρειν πέφυκεν, ἀπαγο‐ ρεύει δὲ καὶ τὴν γένεσιν αὐτῶν, καὶ τοὺς μὲν χαίροντας τούτοις ἀπο‐ | |
10 | βάλλεται, τοὺς δὲ φεύγοντας αὐτὰ προσίεται. καὶ πῶς οὐκ ἄτοπον τὸν θεὸν τούτων λέγειν δημιουργόν, τὸν ταῦτα παραιτούμενον; οὐδὲ γὰρ ἂν ἐβούλετο μὴ εἶναι ταῦτα, εἰ πρῶτος αὐτῶν ποιητὴς ὑπῆρχεν αὐτός· τοὺς γὰρ προσιόντας αὐτῷ μιμητὰς αὐτοῦ γενέσθαι θέλει· ὅθεν ἄλογον ἔδοξεν εἶναί μοι ταῦτα προσάπτειν αὐτῷ ἢ ὡς ἐξ αὐτοῦ | |
15 | γεγονότα ἤ, εἰ καὶ τὰ μάλιστα συγχωρήσειεν ἐξ οὐκ ὄντων δυνατὸν εἶναί τι γενέσθαι, ὅτι καὶ τὰ κακὰ ἐποίησεν αὐτός. ὁ γὰρ ἐκ τοῦ οὐκ εἶναι εἰς τὸ εἶναι αὐτὰ ποιήσας οὐκ ἂν ἐκ τοῦ εἶναι ἀνῄρει πάλιν, ἢ εἰ τοῦτο, ἀνάγκη λέγειν ὡς ἦν ποτε καιρὸς ὅτε τοῖς κακοῖς ἔχαιρεν ὁ θεός, νῦν δὲ 〈οὐκέτι〉, ὅπερ ἀδύνατον εἶναί μοι δοκεῖ λέγειν τοῦτο | |
20 | περὶ θεοῦ· ἀνοικεῖον 〈γὰρ〉 αὐτοῦ τῆς φύσεως τοῦτο προσαρμόζειν 〈αὐτῷ〉. διόπερ ἔδοξέ μοι συνυπάρχειν τι αὐτῷ ᾧ τοὔνομα ὕλη, ἐξ ἧς τὰ ὄντα ἐδημιούργησε τέχνῃ σοφῇ διακρίνας καὶ διακοσμήσας καλῶς, ἐξ ἧς καὶ τὰ κακὰ εἶναι δοκεῖ. ἀποίου γὰρ καὶ ἀσχηματίστου οὔσης | |
αὐτῆς, πρὸς δὲ τούτοις καὶ ἀτάκτως φερομένης, δεομένης τε τῆς τοῦ | 140 | |
142 | θεοῦ τέχνης, οὐκ ἐφθόνησεν οὗτος οὔτε διὰ παντὸς καταλιπεῖν αὐτὴν οὕτως φέρεσθαι, ἀλλὰ δημιουργεῖν ἤρχετο καὶ ἀπὸ τῶν χειρίστων αὐτῆς τὰ κάλλιστα διακρίνειν ἤθελεν. καὶ οὕτως γοῦν ἐδημιούργησε· τὰ δ’ ὅσα αὐτῆς, ὡς ἔπος εἰπεῖν, τρυγώδη ἐτύγχανε, ταῦτα ἀνάρμοστα | |
5 | ὄντα πρὸς δημιουργίαν ὡς εἶχε κατέλειψε, κατ’ οὐδὲν αὐτῷ προσή‐ κοντα. ἐξ ὧν δοκεῖ μοι νῦν παρ’ ἀνθρώποις ἐπιῤῥεῖν τὰ κακά. οὕτως ἔδοξέ μοι 〈εὖ〉 ἔχειν 〈φρονεῖν〉. 〈ΔΡ.〉 Σφόδρα, ὡς ἐμοὶ δοκεῖ, ὀρθώτατον δόγμα καὶ ὅρος ἀκλινὴς ἐκτεθεὶς ὑπὸ τοῦ σοφοῦ Οὐαλεντίνου. εἰ δέ τις βούλοιτο ἀντιλέγειν, | |
10 | παρερχέσθω, ἐμοῦ ἑτοίμως ἔχοντος πρὸς ἅπαντας ἀποκρίνασθαι. ΑΔ. Τὴν πρόληψιν ἀποθέμενος, εὐγνωμόνως πρὸς ἕκαστον ὧν πυνθάνομαι ἀποκρίνου. ΔΡ. Ἐμοὶ πρόκειται εὐγνωμόνως καὶ εὐτάκτως τὴν ζήτησιν ποιήσασθαι, οὐ γὰρ σπεύδω νικῆσαι κακῶς, ἀλλὰ ζητῆσαι ἀληθῶς. | |
15 | ΑΔ. Ἀποδέχομαί σου τὴν προθυμίαν καὶ τὴν περὶ τὸν λόγον σπουδήν· ὅτι δὲ περὶ τῶν ὄντων οὕτω διετέθης, ὡς ἄρα ἐξ ὑποκει‐ μένης τινὸς οὐσίας ταῦτα ἐδημιούργησεν ὁ θεός, πλάττῃ, Δροσέριε. καὶ γὰρ ὡς ἀληθῶς ἡ τῶν κακῶν ζήτησις οὕτω πλείστους διατεθῆναι ποιεῖ· πολλοὶ γὰρ ὁμοίως σοι διετέθησαν. οἱ δ’ αὖ πάλιν τὸν θεὸν | |
20 | τούτων δημιουργὸν ἀπεφήναντο, σύγχρονον αὐτῷ ὑπόστασιν δοῦναι πεφοβημένοι· ἕτεροι δὲ ἐκ τοῦ φοβηθῆναι τῶν κακῶν ποιητὴν εἰπεῖν τὸν θεόν, σύγχρονον αὐτῷ δοῦναι τὴν ὕλην ἔδοξαν. καὶ συνέβη ἑκα‐ | |
τέροις ἐκ τοῦ μὴ κατ’ ἐπιστήμην τοῦ ἀληθοῦς φοβηθῆναι τὸν θεὸν | 142 | |
144 | τὸ μὴ καλῶς εἰπεῖν. ἐγὼ δὲ διὰ τὴν σὴν προθυμίαν ἐπὶ τὸν τῆς ζητήσεως τραπήσομαι λόγον· μόνον εὐγνωμόνως πρὸς ἕκαστα ἀπό‐ κριναι ὧν ἐρωτῶ. ἐκ γὰρ τούτου γενήσεται καὶ σὲ μὲν γνῶναι τὸ ἀληθὲς καὶ ἐμὲ δὲ μὴ μάτην τοὺς λόγους ποιεῖσθαι πρὸς σέ. | |
5 | ΔΡ. Ἑτοίμως ἔχω προστῆναι τοῦ ὅρου Οὐαλεντίνου. ΑΔ. Ποίας ἀποδείξεις ἔχεις ὅτι σύγχρονος ἡ ὕλη τῷ θεῷ; ΔΡ. Οὐ φάσκει ἐν τῇ Γενέσει ὅτι ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος; ΕΥΤΡ. Οὕτω γέγραπται ὅτι γῆ ἦν καὶ οὐχ ὑπὸ τοῦ θεοῦ γέγονεν; | |
10 | ΔΡ. Εἰ βούλει, ἀναγινώσκω. ΑΔ. Πολλοὶ τῶν ἀνθρώπων καθεύδοντες ὀνειροπολοῦσι [καὶ] πολλῶν κειμηλίων ἐγκρατεῖς ὄντες 〈καὶ〉 εἰς ὕπαρ ἐλθόντες οὐδὲν μετὰ χεῖρας ἔχουσι, κεναῖς ἐλπίσι ὀνειροπολήσαντες. τὸν αὐτὸν τρόπον καὶ Δροσέριος. πρόσταξον τοίνυν ἀναγνωσθῆναι τῆς κοσμοποιΐας τὴν | |
15 | γραφήν, καὶ γνώσῃ εἰ προῆν ἡ γῆ ἢ ὕλη. ΕΥΤΡ. Ἀναγνωσθήτω. Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. ΑΔ. Ὁρᾷς, ἱερώτατε δικαστά, τὴν ἄδικον ἐπιβουλὴν Δροσερίου, | |
20 | τῆς γραφῆς φασκούσης πρότερον πεποιηκέναι τὸν θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τότε εἶναι· οὐ γὰρ ἔφη ὅτι ἐν ἀρχῇ ἦν ἡ γῆ, ἀλλ’· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ὑποβὰς λέγει· ἡ δὲ γῆ ἀόρατος. ΕΥΤΡ. Ἡ γραφὴ σαφῶς δείκνυσι ποίημα τοῦ θεοῦ εἶναι τὴν γῆν | |
25 | καὶ τὸν οὐρανόν· τηλαυγῶς γὰρ τὸ ποίημα προτάξας ἐπήγαγε τό· ἦν· ἀνάγκη γὰρ μετὰ τὸ γενέσθαι εἶναι τὸ γεγονός. ΑΔ. Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον. ὕλην βούλεται λέγειν Οὐαλεντῖνος συνεῖναι τῷ θεῷ, ἵνα τὸν θεὸν τῶν κακῶν ἀναίτιον δείξῃ; | |
30 | ΔΡ. Ναί. | |
ΑΔ. Τῆς ὕλης ταύτης κεχωρισμένος ἦν ὁ θεὸς ἢ ἡνωμένος; | 144 | |
146 | ΔΡ. Κεχωρισμένος. ΑΔ. Τί οὖν ἦν τὸ διαχωρίζον μεταξὺ θεοῦ καὶ ὕλης; ΔΡ. Οὐδέν. ΑΔ. Οὐκοῦν ἡνωμένος ἦν διὰ τὸ μὴ εἶναί τι [αἴτιον] τὸ διαχωρίζον· | |
5 | ἄλλως δὲ καὶ ἐν μέρει λέγεις εἶναι τὸν θεὸν καὶ οὐ πάντη δυνάμενον ἐπεκτείνεσθαι. ΕΥΤΡ. Ἀδύνατόν τι χωρίζεσθαι ἀπό τινος μὴ ὄντος τοῦ χωρί‐ ζοντος· ἀνάγκη γὰρ τὸ χωρίζον ἰσχυρότερον εἶναι τοῦ διαχωριζομένου· ἄλλως τε καὶ τρίτον μέρος ἔσται κατέχων ὁ θεός. τί οὖν φής, | |
10 | Δροσέριε, ἐν μέρει τινί ἐστιν ὁ θεὸς καὶ οὐ πάντη; ΔΡ. Ἐγὼ οὔ φημι ἐν μέρει τὸν θεὸν ἀλλ’ ἀναίτιον τῶν κακῶν. ΑΔ. Λόγῳ ἀναίτιον αὐτὸν βούλει λέγειν, ἔργῳ δὲ δημιουργὸν καὶ ὑποδοχέα τῶν κακῶν ἀπεδείξατε σὺ καὶ Οὐαλεντῖνος. ΔΡ. Πῶς; | |
15 | ΑΔ. Προϊὼν ὁ λόγος δείξει τὸν ὅρον. ὅτι μὲν οὖν ὑπάρχειν ἀδύνατον ἀγένητα δύο ἅμα οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ· πάντως γὰρ ἐξ ἀνάγκης τὸ ἕτερον δεῖ λέγειν ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἢ αὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. καὶ εἰ μὲν ἡνῶσθαί τις | |
20 | αὐτὸν ἐθέλοι, ἓν τὸ ἀγένητον λέξει· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλ’ ἓν ἐκ διαφόρων συνεστώς. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δεικνύει· εἰ δέ τίς φησι μήτε κεχωρίσθαι τὸν θεὸν τῆς ὕλης, μηδ’ αὖ | |
25 | πάλιν ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῆς ὕλης τὸν θεόν, ἢ τὴν | 146 |
148 | ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω ὅτι, ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον, ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ 〈ἀτάκτωσ〉 φέρεσθαι δεῖ. πρὸς δὴ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν | |
5 | εἰπεῖν ἀνάγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτε ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός. δικαίως δ’ ἂν καὶ τοῦτο ἐροίμην πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς ἢ ἐν μέρει τινὶ ὑπῆρχεν. εἰ μὲν γὰρ ἐν μέρει τινὶ τῆς ὕλης [τῷ κρείττονι] εἰπεῖν τις ἐθέλοι τὸν θεόν, πλεῖστον ὅσον μικρό‐ | |
10 | τερον αὐτὸν τῆς ὕλης λέγει, εἴγε 〈δὴ〉 μέρος αὐτῆς ὅλον ἐχώρησε τὸν θεόν· εἰ δὲ ἐν πάσῃ εἶναι λέγοι καὶ δι’ ὅλης κεχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησε φρασάτω. ἀνάγκη γὰρ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. | |
15 | εἰ δὲ τὴν ὕλην ἐν θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ καί, ὥσπερ ἐν ἀέρι ζῷα ὑπάρχει, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ μὲν γὰρ εἴποι τις ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν, εἰ δὲ ὥσπερ | |
20 | ἐν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὴ τούτοις ἔχουσα τὰ κακά, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τούτων, τῶν τε ἀκοσμήτων καὶ τῶν κακῶν· ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ΔΡ. Οὐαλεντῖνος ὅπως δείξει ἀναίτιον τὸν θεόν, τῇ ὕλῃ προσῆψε | |
25 | τὰ κακά, [καὶ] ἵνα ὁ μὲν θεὸς ἀναίτιος ᾖ, ἡ δὲ ὕλη αἰτία. | |
ΑΔ. Ὕλην συνεῖναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς | 148 | |
150 | τὸν θεὸν καί, τοῦτο φεύγειν προαιρούμενος, λόγῳ ψιλῷ μόνον δοκεῖς φεύγειν, ἔργῳ δέ, ἐξεταζομένου τοῦ πράγματος, δοχεῖον αὐτὸν καὶ δημιουργὸν τῶν κακῶν τὸν θεὸν ἀποφαίνεις. εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν θέλεις ὑπονοεῖν [καὶ] ἀγένητον ὑπάρχειν | |
5 | [αὐτὴν], **** ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν φὴς εἶναι, διὰ τοῦτο ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαι δοκῶ. φανεροῦ γὰρ γενο‐ μένου τοῦ λόγου καθ’ ὃν τρόπον ἔστι τὰ κακά, καὶ ὅτι οὐχ οἷόν τέ ἐστιν εἰπεῖν ἀναίτιον τῶν κακῶν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτι‐ θέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ. φὴς τοίνυν (ἄποιον*) | |
10 | ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἧς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν. ΔΡ. Οὕτω φημί. | |
ΑΔ. [Ἐξ ἀνάγκης καὶ χωρητὸν λέγειν αὐτὸν δεῖ καὶ μερικὸν καὶ πρὸς | 150 | |
152 | τῆς ὕλης περιγραφόμενον· ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι δεῖ, μὴ ἵστασθαι δὲ μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη.] οὐκοῦν, εἰ ἄποιος ἐτύγχανεν ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονε ποιητὴς ὁ θεός. ἐπεὶ δὲ ἀναγιγνω‐ | |
5 | σκομένου πρόσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων τι γίνεσθαι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν. δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι; ΔΡ. Δοκεῖ. ΑΔ. Ἕτερον 〈δέ τι〉 παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς; | |
10 | ΔΡ. Ἕτερόν 〈τι〉 παρὰ τὰς οὐσίας λέγω. ΑΔ. Οὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ θεός, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσι τῷ μήτε οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. ὅθεν περιττῶς δοκεῖς λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων | |
15 | γεγονέναι 〈τι〉 πρὸς τοῦ θεοῦ. ΟΥΑΛΗΣ [δὲ τί] ἔφη· Ἐν τούτῳ ἀφυῶς, συνέθετο Δροσέριος, ἄποιον τὴν ὕλην ὑποθέμενος. ΑΔ. Τί οὖν φής; συνυπάρχειν τὰς ποιότητας τῇ ὕλῃ; ΟΥΑΛ. Ἐμοὶ ἡ ὕλη ποιότητας ἀνάρχους ἔχειν δοκεῖ. οὕτω γὰρ | |
20 | καὶ 〈τὰ〉 κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ᾖ, τούτων δὲ πάντων ἡ ὕλη αἰτία. ΑΔ. Οὐδὲ τῷ ἰδίῳ διδασκάλῳ Οὐαλεντίνῳ Οὐάλης πείθεται, ἀνα‐ τρέπων αὐτοῦ τὸ δόγμα. ΟΥΑΛ. Τί ἀνέτρεψα; | |
25 | ΑΔ. Οὐαλεντῖνος δημιουργὸν τῆς ὕλης τὸν θεὸν ἀπεκρίνατο, σὺ δὲ φὴς καὶ οὐσιῶν ποιότητας τὴν ὕλην ἀνάρχους ἔχειν. τίνος οὖν ἔσται ποιητὴς καὶ δημιουργὸς ὁ θεός; | |
ΟΥΑΛ. Ὁ θεὸς δημιουργός ἐστι τοῦ κόσμου. | 152 | |
154 | ΕΥΤΡ. Οὐάλης μέχρι λόγου μόνον δημιουργὸν βούλεται λέγειν τὸν θεόν. ΟΥΑΛ. Πῶς; ΕΥΤΡ. Φὴς τὴν ὕλην συνυπάρχειν τῷ θεῷ, συνυπάρχειν δὲ καὶ | |
5 | τὰς ποιότητας. εἰ προυπῆρχεν ἡ ὕλη, συνυπῆρχον δὲ καὶ αἱ ποιότητες, περισσὸν τὸ λέγειν δημιουργὸν τὸν θεόν, καὶ εὑρεθήσεται Οὐαλεντῖνος κακῶς ὁρισάμενος ἢ Οὐάλης, μᾶλλον δὲ ἀμφότεροι. ΑΔ. Βραχέα ἐρωτηθεὶς ἀποκρινάσθω Οὐάλης. ΟΥΑΛ. Λέγε. | |
10 | ΑΔ. Τίνα τρόπον δημιουργὸν φὴς τὸν θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέτι ὑπάρχειν ὅπερ ἦσάν ποτε, ἀλλ’ ἑτέρας παρὰ ταύτας γενέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας αἵπερ ἦσαν, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν; ΟΥΑΛ. Οὐ δοκεῖ μοι ἀλλαγήν τινα οὐσιῶν πεποιηκέναι, τροπὴν | |
15 | δέ τινα τῶν ποιοτήτων γεγονέναι φημί, καθόπερ δημιουργὸν εἶναι λέγω τὸν θεόν. καὶ ὥσπερ, εἰ τύχοι λέγειν οἰκίαν ἐκ λίθων γεγο‐ νέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, 〈οἰκία〉 γενόμενοι, οὕτω μοι δοκεῖ τὸν θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε | |
20 | τοῦ κόσμου γένεσιν ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγω. ΑΔ. Ἐπεὶ τοίνυν τροπήν τινα ποιοτήτων πρὸς τοῦ θεοῦ γεγο‐ νέναι φής, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. (ΟΥΑΛ.) Λέγε δή. | |
(ΑΔ.) Τὰ κακὰ ποιότητες οὐσιῶν σοι δοκοῦσιν εἶναι ἢ οὐσίαι; | 154 | |
156 | ΟΥΑΛ. Ποιότητες οὐσιῶν. ΑΔ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ; ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; ΟΥΑΛ. Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας. | |
5 | ΑΔ. Οὐχὶ δὲ τὸν θεὸν φὴς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; ΟΥΑΛ. Τοῦτό φημι. ΑΔ. Εἰς τὸ κρεῖττον ἔτρεψεν ἢ εἰς τὸ χεῖρον; ΟΥΑΛ. Δῆλον ὅτι εἰς τὸ κρεῖττον. | |
10 | ΑΔ. Οὐκοῦν εἰ ποιότητες ὕλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψε, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί 〈ποτ’〉 ἦσαν τῇ φύσει. εἰ μὲν πρότερον οὐκ ἦσαν αἱ ποιότητες κακαί, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι 〈φὴσ〉 δηλονότι τὰς **** κακάς. | |
15 | ΟΥΑΛ. Ὡς ἐπιλησθεὶς τοῦ ὅρου Οὐαλεντίνου οὕτω διάκεισαι· ἔφη γὰρ ὕλην εἶναι ἄτακτον καὶ ἀνείδεον· ἐκ ταύτης τὰ μὲν κρείττονα ἔτρεψε, τὰ δὲ ὅσα τρυγώδη ἐτύγχανεν, οὐκ ὄντα χρηστὰ πρὸς δημιουρ‐ γίαν, ταῦτα κατέλειψε κατὰ μηδὲν αὐτῷ προσήκοντα· ὅθεν δοκεῖ μοι ἐπιρρεῖν τὰ κακά. | |
20 | ΑΔ. Τὰ καλὰ τῆς ὕλης, ὡς ἔφης, μόνα ἔτρεψε, τὰ 〈δὲ〉 κακὰ ταῦτα εἴασεν; ΟΥΑΛ. Οὕτως ἔχει. ΕΥΤΡ. Σφόδρα ἄπορος καὶ ἀνόητος πρότασις ἡ ὑπὸ Οὐαλεν‐ τίνου καὶ Οὐάλεντος προτεθεῖσα· ζητητέον γὰρ **** πότερον δυνά‐ | |
25 | μενον μὲν τὰ κακὰ ἀνελεῖν οὐ βουληθέντα δέ, ἢ τὸ δύνασθαι μὴ | |
ἔχοντα. εἰ μὲν γὰρ δυνάμενον λέξετε οὐ βουληθέντα δέ, αὐτὸν αἴτιον | 156 | |
158 | τῶν κακῶν εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι 〈τὰ〉 κακά, συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. εἰ γὰρ μηδόλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν εἰ συνεχώρει μένειν. | |
5 | Ἐπειδὴ δὲ μέρος αὐτῆς οὕτως εἴα, δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἴτιός ἐστι τῶν κακῶν, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ τοῦτο ὅπερ κατε‐ σκεύασε τῆς ὕλης μέρος, ἀντιλαμβανόμενον τῶν κακῶν. εἰ γάρ τις | |
10 | ἐξετάζοι ἐπ’ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον εὑρήσει νῦν τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ, νῦν δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν, καὶ τοῦθ’ ὅπερ ἐπ’ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ | |
15 | χείρονι προσγενόμενον αὐτῇ. εἰ δ’ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀναιρεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φὴς ὑπάρχειν· τὸ δὲ ἀδύνατον ἤτοι τῇ φύσει ἀσθενές, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδου‐ λωμένον πρός τινος κρείττονος. ἄλλως δὲ καὶ μείζονα λέξεις τοῦ θεοῦ τὰ κακά, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν, ὅπερ ἄτοπον | |
20 | εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται θεοὶ κατὰ τὸν Οὐαλεντίνου λόγον, νικᾶν δυνάμενα τὸν θεόν; εἴπερ θεὸν ἐκεῖνόν φαμεν ὃς τὴν ἁπάντων ἐξουσίαν ἔχει. ΔΡ. Ἀσφαλέστερον ὀφείλει ζητηθῆναι πόθεν τὰ κακά. ἐὰν γὰρ εἴπωμεν ὕλην συνεῖναι τῷ θεῷ, πολλὰ ἄτοπα παρακολουθήσει ταῖς | |
25 | ἀληθείαις. εἰ οὖν μήτε ἐξ ὕλης, μήτε ἐκ θεοῦ, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη. ΑΔ. Τὰ κακὰ οὐδὲ κατὰ φύσιν, οὐδὲ κατ’ οὐσίαν, οὐδὲ καθ’ ὑπό‐ | |
στασίν ἐστιν, ἀλλὰ τρόπῳ γίνονται τὰ κακὰ ἐκ τῆς αὐτεξουσιότητος. | 158 | |
160 | ΔΡ. Ἀλλ’ ἐγὼ κατ’ οὐσίαν καὶ καθ’ ὑπόστασιν λέγω εἶναι τὰ κακά· ὁ γὰρ τρόπος ἐπισυμβαίνων ἐστίν. ΑΔ. Ἔκθου σαφῶς ἃ λέγεις καὶ καθ’ ὑπόστασιν εἶναι καὶ κατ’ οὐσίαν. | |
5 | ΔΡ. Ὅσα ὁ νόμος ἀπηγόρευσεν ἐκεῖνα λέγω κακά, οἷον φόνον, μοιχείαν, κλοπήν, πορνείαν καὶ ὅσα ὁ νόμος ἀπαγορεύει. ΑΔ. Ἐκ τῶν συμβεβηκότων ἐστὶ ταῦτα πάντα· οὔτε γάρ ἐστι φόνος οὐσία, οὔτε πάλιν ἡ μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς **** οὔτε ῥητορικῆς οὔσης, ἀλλ’ ἀπὸ | |
10 | τῶν συμβεβηκότων αὐτῇ προσηγορίαν λαμβανούσης, ἀφ’ ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδ’ ὁπότερον αὐτῶν οὖσα, ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβά‐ νειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν. κακὸς δὲ λέγεται ἐκεῖνος, ὁ τῶν κακῶν ποιητής, ἃ δέ τις ποιεῖ οὐκ ἔστιν αὐτός, ἀλλ’ ἐνέργεια αὐτοῦ, | |
15 | ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. (εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ ταῦτ’ ἐστιν αὐτός, ταῦτα δὲ ὅταν γίνηται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται οἱ ἄνθρωποι | |
20 | καὶ ἑαυτῶν ποιηταὶ καὶ τοῦ μηκέτι εἶναι αἴτιοι.*) εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας εἶναι φής, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν οὐσίᾳ. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς τεκτονικῆς τέκτων. εἰ δὲ ἐξ | |
ὧν ἐνεργεῖ κακός, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο | 160 | |
162 | κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταῦτα 〈τὰ〉 κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔστιν ἀνάρχως κακός, οὐδὲ ἀγένητα τὰ κακά, τῷ γενητὰ πρὸς αὐτοῦ δείκνυσθαι. ΔΡ. Ἔφης τρόπῳ εἶναι τὰ κακά, καὶ οὐ κατ’ οὐσίαν, δείκνυται | |
5 | δὲ ὑπ’ οὐσίας γινόμενα τὰ κακά. σαφέστερον οὖν δεῖξον ὅτι τρόπῳ ἐστὶ καὶ οὐ κατ’ οὐσίαν. ΑΔ. Ἐγὼ πρῶτον μὲν τῇ φύσει οὐδὲν φαῦλον λέγω, τῷ δὲ τῆς χρήσεως τρόπῳ κακὸν εἶναι λέγεται. τὸ γὰρ τῆς μοιχείας ὄνομα κοινωνίας ἐστὶν ἀνδρὸς καὶ γυναικὸς σημαντικόν, ἀλλ’ ἐὰν κοινωνῇ | |
10 | τις τῇ γυναικὶ παιδοποιΐας ἕνεκα καὶ τῆς τοῦ γένους διαδοχῆς, ἀγαθή τις ἡ κοινωνία γίνεται. εἰ δέ τις καταλιπὼν τὴν νομίμην κοινωνίαν, ἐνυβρίζει γάμοις ἀλλοτρίοις, λίαν ἔργον πράττει κακόν· καὶ ἡ μὲν κοινωνία ἡ αὐτή, ὁ δὲ τῆς χρήσεως τρόπος οὐχ ὅμοιος. καὶ ἐπὶ τῆς πορνείας δὲ ὁ αὐτὸς λόγος. ἡ κοινωνία τοίνυν, χωρὶς τοῦ τρόπου | |
15 | τῆς χρήσεως ἐξεταζομένη, κακὸν οὐκ ἔστι· τότε δὲ γίνεται κακὸν ὁπότε ὁ τρόπος ἐστὶ σαφής. ἀλλὰ καὶ τὸν φόνον ὁμοίως ἔχειν φημί. ἐὰν γάρ τις τὸν ἐπὶ μοιχείᾳ ληφθέντα ἀποκτεῖναι θέλῃ, δίκας ὧν ἐτόλμησεν ἀπαιτῶν, κακὸν οὐκ ἐργάζεται· ἐὰν δέ τις τὸν μηδέν τι τῶν ἀπηγορευμένων πεποιηκότα ἀναιρήσῃ οὐδενὸς ἄλλης προφάσεως | |
20 | λόγου χάριν, οὐδὲ τῆς τῶν οἰκείων ἀφαιρέσεως ἕνεκα, τουτέστιν ἢ χρημάτων ἢ κτημάτων, φαῦλον ἐργάζεται. καὶ τὸ μὲν ἔργον τὸ αὐτὸ | |
ἐπ’ ἀμφοτέρων γίνεται, ὁ δὲ τρόπος τοῦ ἔργου τὴν διαφορὰν ἐμποιεῖ. | 162 | |
164 | πρὸς δὴ τούτοις καὶ τὸ χρήματα λαμβάνειν τινὸς τῷ τρόπῳ τῆς λήψεως γίνεται κακόν. ἐὰν μὲν γάρ τις δώῃ κοινωνῶν ἐξ ὧν ἔχει, ὁ λαμβάνων οὐδὲν φαῦλον ποιεῖ, εἰ δ’ αὖ πάλιν ἄκοντος ἀφέλοιτο ἢ λεληθότως, ἔργον τι πονηρὸν πράττει. καὶ τὸ μὲν ἀλλότρια λαμ‐ | |
5 | βάνειν ἐπ’ ἀμφοτέρων ἐστίν, ὁ δὲ τῆς λήψεως τρόπος κακὸν λέγεσθαι τοῦτο ποιεῖ. ὁμοίως δὲ καὶ τὸ θεοσεβεῖν τρόπῳ κακὸν γίνεται. εἰ μὲν γάρ τις 〈τὸν〉 ἀληθῆ σέβει θεόν, ἔργον ποιεῖ ἀγαθόν· εἰ δέ, τοῦτον καταλιπών, τὸν οὐκ ὄντα σέβει καὶ τὴν τοῦ κρείττονος τιμὴν ἢ ξύλοις ἢ λίθοις προσάπτειν ἐθέλει, κακὸν πράττει. καὶ τὸ μὲν τῆς | |
10 | θεοσεβείας ὄνομα τὸ αὐτό, ὁ δὲ τῆς χρήσεως τρόπος ἐναλλάσσει τὸ γινόμενον. ΔΡ. Ἐπεὶ τοίνυν περὶ τῶν κακῶν ἐποιήσω τὸν λόγον, δεικνύναι βουλόμενος ὡς ἔστι τὰ κακά, καὶ ὅτι τούτων οἱ ἄνθρωποι τυγχά‐ νουσι ποιηταί, βραχύ τι πάλιν πυθέσθαι βούλομαι πότερον οἱ ἄν‐ | |
15 | θρωποι τὴν ἀφορμὴν ἀφ’ ἑαυτῶν λαμβάνοντες ἔχουσι, τουτέστιν αὐτοὶ τῆς τοιαύτης χρήσεως εὑρεταὶ γενόμενοι, ἢ τοιοῦτοι ὑπὸ θεοῦ γεγό‐ νασιν, ἢ αὖ πάλιν ἕτερός τις ὑπάρχει ὁ εἰς τὰ τοιαῦτα τοὺς ἀνθρώ‐ πους παρορμῶν. ΑΔ. Ὑπὸ μὲν τοῦ θεοῦ τοὺς ἀνθρώπους τοιούτους γεγονέναι | |
20 | οὔ φημι, αὐτεξούσιον δὲ τὸν ἄνθρωπον λέγω, τοῦτο μέγιστον ὑπὸ θεοῦ κεχαρίσθαι λέγων αὐτῷ, (ὅτι τὰ μὲν ἄλλα πάντα ἀνάγκῃ δου‐ λεύει τῷ θείῳ προστάγματι· ἐάν τε γὰρ οὐρανὸν εἴπῃς, ἕστηκε φέρων τὸν δεσπότην, οὐ μετακινούμενος τοῦ ὡρισμένου τόπου, καὶ ἐὰν [τε] περὶ ἡλίου τὸν λόγον ποιεῖσθαι θέλῃς, ἐκτελεῖ οὗτος τὴν ὡρισμένην | |
25 | κίνησιν οὐ παραιτούμενος τὸν δρόμον, ἀλλ’ ἀνάγκῃ τινὶ δουλεύων τῷ δεσπότῃ, καὶ γῆν ὁμοίως πεπηγυῖαν ὁρᾷς καὶ φέρουσαν τὸ πρόσ‐ ταγμα τοῦ κεκελευκότος· ὁμοίως δὲ καὶ τὰ ἄλλα ἀνάγκῃ δουλεύει τῷ πεποιηκότι, οὐδ’ ὁπότερον αὐτῶν δυνάμενον ἕτερόν τι παρ’ ὃ | |
εἰς ὃ γέγονε ποιεῖν· διόπερ οὐκ ἐπαινοῦμεν ταῦτα οὕτω πειθόμενα | 164 | |
166 | τῷ δεσπότῃ, οὐδέ τις αὐτοῖς ὑπόκειται κρειττόνων ἐλπὶς ὅτι τὸ προσταχθὲν ἕκοντες ἐφύλαξαν.*) ἄνθρωπος δὲ τὴν ᾧ βούλεται πεί‐ θεσθαι [καὶ] προσέλαβεν ἐξουσίαν, ἑαυτὸν δουλαγωγῶν, οὐ τῆς φύσεως ἀνάγκῃ κρατούμενος, οὐδὲ τῆς δυνάμεως ἀφαιρούμενος, ὅπερ τῶν | |
5 | κρειττόνων ἕνεκα αὐτεξούσιον εἶναί φημι, ἵνα τι πλεῖον προσλάβῃ παρὰ τοῦ κρείττονος, ὅπερ αὐτῷ ἐκ τῆς ὑπακοῆς προσγίνεται καὶ ὡς ὀφειλὴν αἰτεῖ παρὰ τοῦ πεποιηκότος. οὐ γὰρ ἐπὶ βλάβῃ οὕτω γεγονέναι τὸν ἄνθρωπόν φημι, ἕνεκα δὲ τῶν κρειττόνων. εἰ γὰρ ὡς ἓν γέγονε τῶν στοιχείων ἢ τῶν ὁμοίων, ἀνάγκῃ δουλεύων τῷ θεῷ, | |
10 | οὐκέτι μισθὸν ἄξιον τῆς προαιρέσεως λαμβάνει, ἀλλ’ ὥσπερ ὄργανον | |
ἔσται ὁ ἄνθρωπος τοῦ δημιουργοῦ **** καὶ τούτων αἴτιος ἦν ὁ | 166 | |
168 | χρώμενος. ἀλλ’ οὐδὲ 〈τὸ〉 κρεῖττον ἄνθρωπος ἠπίστατο, μηδὲν ἕτερον εἰδώς, ἀλλ’ ἐκεῖνο μόνον εἰς ὃ πέφυκε. φημὶ τοιγαροῦν τὸν θεὸν οὕτω τὸν ἄνθρωπον τιμῆσαι προαιρούμενον καὶ τῶν κρειττόνων ἐπιστήμονα γενέσθαι, τὴν ἐξουσίαν αὐτῷ τοῦ δύνασθαι ποιεῖν ἃ | |
5 | βούλεται δεδωκέναι. ΕΥΤΡ. Οὐ μόνον ἠλίθιον πεῖσαι, ἀλλὰ καὶ ἀνόητον ἀντιτυπῆσαι δύνανται οἱ τοῦ ὀρθοτάτου δόγματος λόγοι. ἄτοπον γὰρ ἡγοῦμαι τοιούτοις ἐνδιατρίβοντας εἰς μῆκος ἐκτείνειν τὸν λόγον, ἀποχρώντως ἐπιδείξαντος ἡμῖν τοῦ λόγου. καί μοι δοκεῖ ἐπὶ τεκμηρίου λαβεῖν τὸ | |
10 | προκείμενον ὑποδείγματος χάριν· ἀπεικάζω γὰρ τὴν ἀλήθειαν καὶ τὸ τῆς καθόλου ἐκκλησίας δόγμα καὶ τὸν ταύτης ὑπερασπίζοντα καθάπερ πηγήν τινα ἀέναον ὑπάρχουσαν ἥτις γέγηθέ τε καὶ αὔξει, ὀχετηγὸς γενομένη· καὶ ὅσῳ ἐπὶ πλεῖον οἱ περὶ Δροσέριον ἀρύονται ἀπολήγειν ταύτην προσδοκήσαντες, τοσούτῳ πλείονας ὄμβρους πλημ‐ | |
15 | μύρει. ὅθεν καλῶς ἔχειν δοκεῖ Δροσέριον. μὲν καὶ Οὐάλεντα τῆς κακομαχίας ἀναχωρεῖν. Μαρῖνος δέ, εἰ βούλοιτο, τὰς λοιπὰς δύο προτάσεις ὑπεξαγέτω· λείπειν γὰρ δοκεῖ τῷ ὅρῳ τῷ ὑπ’ αὐτῷ ἐκ‐ τεθέντι. ΜΑΡ. Περὶ τοῦ Χριστοῦ πυθέσθαι βούλομαι εἰ, ὥς φατε ὑμεῖς, | |
20 | σάρκα αὐτὸς ἀνείληφεν ἐκ τῆς ἡμετέρας ὑποστάσεως. νομίζω ὅτι πάνυ ἀτοπώτατον τοῦτο τῇ ἀχράντῳ οὐσίᾳ προσάπτειν, ἄλλως δὲ | |
καὶ αἱ γραφαὶ οὐράνιον αὐτόν φασι σάρκα ἀνειληφέναι. | 168 | |
170 | ΑΔ. Οἶσθα ὅτι ὁ σοφίᾳ ἀληθῶς βουλόμενος ἐπὶ πέρας ἄγεσθαι τὸ ζητούμενον, ἀποθέμενος τὸν φιλέριστον καὶ προληπτικὸν τρόπον εὐγνωμόνως, εὑρήσει τὸ ἀληθές. πρῶτον οὖν περὶ οὗ βούλει τὴν ζήτησιν γενέσθαι ἔκθου τὸν ὅρον σαφῶς. | |
5 | ΜΑΡ. Περὶ τοῦ Χριστοῦ ἐστι τὸ ζητούμενον. ἐγὼ ὁρίζομαι ὅτι οὐράνιον σῶμα ἔλαβε· σὺ δὲ τί ὁρίζῃ λέγε. ΑΔ. Φημὶ ἐγὼ ἐξ ἐκείνης τῆς ὑποστάσεως τῆς τοῦ πρωτο‐ πλάστου Ἀδάμ, ἐξ ἧς καὶ ἡμεῖς. ΜΑΡ. Τὸ τῶν Χριστιανῶν δόγμα πίστει καὶ γραφαῖς συνέστηκε. | |
10 | χρὴ οὖν ἀπὸ γραφῶν ἢ πεῖσαι ἢ πεισθῆναι. ΑΔ. Λέγε ἀπὸ γραφῶν. ΜΑΡ. Πρῶτον μὲν τοῦτο ζητηθήτω εἰς 〈οὐ〉 φέρει αἶσχος τὸ λέγειν αὐτὸν τὸν τοῦ θεοῦ λόγον ἀπὸ γυναικὸς σάρκα ἀνειληφέναι. ΑΔ. Εἰ ἐπισυμβαίνει πάθος τι τῷ λόγῳ τοῦ θεοῦ, αἰδεῖται | |
15 | τὸ θεῖον. ΜΑΡ. Πῶς; ΑΔ. Ἐπειδὴ ἔφης αἶσχος εἶναι τὸ λέγειν τὸν λόγον σάρκα ἀνει‐ ληφέναι· τὸ δὲ θεῖον οὐκ αἰδεῖται, οὐ δόξης ὀρέγεται, οὐκ ἐπιθυμεῖ. ταῦτα γὰρ πάθη ἐστί, παθῶν δὲ τὸ θεῖον ἀνεπίδεκτόν ἐστιν. βραχέα | |
20 | πυθέσθαι σου βούλομαι. ΜΑΡ. Λέγε. ΑΔ. Τὸν ἄνθρωπον τίς ἐδημιούργησεν; ΜΑΡ. Ὁ θεός. ΑΔ. Ὁ πατὴρ τοῦ λόγου, τουτέστι τοῦ Χριστοῦ; | |
25 | ΜΑΡ. Ὁ πατὴρ σὺν τῷ λόγῳ. ΑΔ. Πῶς ἐδημιούργησεν; ΜΑΡ. Καθὼς λέγει ἡ γραφή· ποιήσωμεν ἄνθρωπον, φησί, κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· καὶ ἔλαβεν ὁ θεὸς χοῦν | |
ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. | 170 | |
172 | ΑΔ. Λαβὼν ὁ θεὸς χοῦν εἰς τὸ κρεῖττον ἔτρεψεν ἢ εἰς τὸ χεῖρον; ΜΑΡ. Δηλαδὴ εἰς τὸ κρεῖττον. ΑΔ. Εἰ χοῦν λαβὼν ὁ θεὸς καὶ πλάσσων ἐκ χείρονος τὸν ἄν‐ θρωπον οὐκ ᾐσχύνετο, ἀναλαβεῖν ὃν ἔπλασεν ᾐδεῖτο; | |
5 | ΜΑΡ. Πῶς τοῦτο λέγεις; ΕΥΤΡ. Ἔφης ἐκ χοὸς τὸν ἄνθρωπον δεδημιουργῆσθαι ἢ οὐχ οὕτως; ΜΑΡ. Ναί. ΕΥΤΡ. Τί οὖν ἐστι τιμιώτερον καὶ ἐνδοξότερον, χοῦς ἢ ἄνθρωπος; ΜΑΡ. Ἄνθρωπος. | |
10 | ΕΥΤΡ. Ἀνόητον οὖν τὸ λέγειν ἐπὶ χείρονι μὴ αἰσχύνεσθαι, ἐπὶ δὲ τῷ κρείττονι αἰδεῖσθαι. εἰ γὰρ χοῦν λαβεῖν ὁ θεὸς οὐκ ᾐδέσθη, πῶς ἄνθρωπον, γενόμενον ὁμοίωσιν αὐτοῦ, λαβεῖν ᾐσχύνετο; ΑΔ. Αὐτὴ γὰρ ἡ φύσις οὐκ ἐλέγχει ὅτι μέχρι τῆς σήμερον ὁ λόγος τοῦ θεοῦ πλάσσει τοὺς ἀνθρώπους; ἢ χωρὶς τοῦ θεοῦ φὴς | |
15 | ζωοπλαστεῖσθαι ἐν τῇ μήτρᾳ ἄνθρωπον; ΜΑΡ. Ἐγὼ δύναμιν θεοῦ λέγω ζωογονεῖν τὸν ἄνθρωπον. ΑΔ. Ἄκουε τοῦ ἀποστόλου λέγοντος· Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία· ἄκουε Ἰωάννου τοῦ εὐαγγελιστοῦ λέγοντος· πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. | |
20 | ἀλλὰ μὴν καὶ Ἱερεμίας ὁ προφήτης δείκνυσι τὸν θεὸν πλάστην τοῦ ἀνθρώπου, φάσκοντα· πρὸ τοῦ με πλάσαι σε, ἐκ κοιλίας ἐπί‐ σταμαί σε. ἀλλὰ καὶ Δαυΐδ· αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. ἀλλ’ οὖν γε καὶ ἐν τῇ Γενέσει· ἔλαβε, φησίν, ὁ θεὸς χοῦν καὶ ἔπλασε τὸν ἄνθρωπον. (ἔτι μὴν καὶ ὁ ἀπόστολος· | |
25 | ὅτε δέ, φησίν, εὐδόκησεν ὁ θεός, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου.) εἰ τοίνυν δείκνυται ἀπὸ τῶν γραφῶν ὁ λόγος τοῦ θεοῦ ζωοπλαστῶν τὸν ἄνθρωπον, πῶς οἷόν τέ ἐστι τὰ μὲν αἰσχύνης ἄξια, εἴγε αἰσχύνεσθαί φατε τὸ θεῖον, ἀποδέχεσθαι, τὰ δὲ ἀμείνονα καὶ ἐνδοξότερα ταῦτα ἐκφαυλίζετε; | |
30 | ΜΑΡ. Τί πρὸς τὸ τηλαυγὲς τῶν γραφῶν ὅτι οὐράνιον σῶμα φάσκουσιν ἀνειληφέναι; καθὼς ὁ εὐαγγελιστὴς Ἰωάννης· καὶ ὁ λόγος | |
σάρξ, φησίν, ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. | 172 | |
174 | ΑΔ. Ὁ εὐαγγελιστὴς πάνυ ὀρθοδόξως ἐξέθετο τὸν λόγον, δείξας ὅτι ἐν ἡμῖν ἐσκήνωσεν ὁ λόγος, τουτέστιν ἐν τῇ ἡμετέρᾳ σαρκί. ΜΑΡ. Ἀλλ’ ὁ λόγος σὰρξ ἐγένετο. ΑΔ. Εἰ μὲν εἶπεν ὅτι ὁ λόγος σὰρξ ἦν, εἶχες τι λέγειν, τὸ δὲ | |
5 | ἐγένετο ἔδειξε σαφῶς προσγενόμενόν τε τὸ οὐκ ὄν, καὶ ὅτι τὸ οὐκ ἤδη ὂν αὐτὸ γέγονεν. οὐ γὰρ τὸ γεγονὸς ὂν λεχθήσεται ἀλλὰ [τὸ] γενόμενον, οὐκ ὂν τοῦτο πρὶν γενέσθαι. οὐκοῦν γέγονε σὰρξ τοῦ λόγου προόντος, τὸ γὰρ γενόμενον μεταγενέστερον τοῦ ὄντος. ΜΑΡ. Ὁ λόγος αὐτὸς σὰρξ ἐγένετο, οὐδὲν ἔξωθεν προσλαβών. | |
10 | ΑΔ. Τρεπτός ἐστιν ὁ λόγος τοῦ θεοῦ, ἢ ἄτρεπτος; ΜΑΡ. Ἄτρεπτος. ΕΥΤΡ. Βουλόμενος δεῖξαι ὅτι οὐκ ἀνέλαβε σάρκα ὁ τοῦ θεοῦ λόγος καὶ φεύγων, περιπείρῃ δεινοτάτῃ καὶ ἀσεβεῖ βλασφημίᾳ. ΜΑΡ. Ποίᾳ ταύτῃ; | |
15 | ΕΥΤΡ. Ἓν μὲν ὅτι τῷ ὅρῳ σου ὁ λόγος οὗτος οὐ συνδραμεῖται, δεύτερον δὲ ὅτι τρεπτὸς εὑρεθήσεται ὁ λόγος εἰ κατὰ σὲ γέγονε σάρξ. τὸ γὰρ τρεπόμενον παρ’ ὃ πέφυκεν οὐκέτι ἔσται ὃ ἦν, ἀλλ’ ὃ γέγονε. περισσὸν οὖν τὸ λέγειν λόγον θεοῦ εἶναι τὸν Χριστόν. οὐ γάρ ἐστι λόγος ἀλλὰ σὰρξ κατὰ σέ. περισσὸν δὲ καὶ τὸ ἐξ οὐρανοῦ φάσκειν | |
20 | αὐτὸν ἐσχηκέναι σάρκα. ΑΔ. Εἰ τὸν λόγον φάσκει σάρκα γεγενῆσθαι καὶ μὴ ἀνειληφέναι σῶμα ἀνθρώπου, φρασάτω τί ἐστι τὸ πεπονθὸς ἐπὶ τοῦ σταυροῦ. ΜΑΡ. Δοκήσει πέπονθεν αὐτός. ΕΥΤΡ. Δοκήσει, τουτέστι φαντασίᾳ καὶ οὐκ ἀληθείᾳ. | |
25 | ΑΔ. Εἰ δοκήσει καὶ οὐκ ἀληθείᾳ πέπονθε, δοκήσει καὶ Ἡρώδης δικάζει, δοκήσει Πιλᾶτος ἀπονίπτεται τὰς χεῖρας, δοκήσει καὶ Ἰούδας παρέδωκε, δοκήσει καὶ Καϊάφας, δοκήσει καὶ Ἰουδαῖοι κατέσχον αὐτόν, | |
δοκήσει καὶ οἱ ἀπόστολοι ****, δοκήσει καὶ τὸ αἷμα αὐτοῦ ἐξεχύθη, | 174 | |
176 | δοκήσει καὶ οἱ εὐαγγελισταὶ εὐηγγελίζοντο, δοκήσει καὶ ἦλθεν ἀπ’ οὐρανῶν καὶ δοκήσει ἀνῆλθε, δοκήσει δὲ καὶ ἡ σωτηρία τῶν ἀνθρώπων καὶ οὐκ ἀληθείᾳ. πῶς οὖν λέγει ὁ Χριστός· ἐγώ εἰμι ἡ ἀλήθεια; ΕΥΤΡ. Μαρῖνος διαβεβαιοῦται· λόγῳ μὲν λέγει ὁ Χριστὸς ὅτι· | |
5 | ἐγώ εἰμι ἡ ἀλήθεια, ἔργῳ δὲ οὐδὲν ἀληθὲς πράττει. ΜΑΡ. Ἐγὼ ἀπὸ τῶν γραφῶν δεικνύω ὅτι ἀπ’ οὐρανῶν ἔχων ἦλθε σῶμα. ΑΔ. Ἔστιν 〈οὖν〉 οὐσία καὶ ὑπόστασις σαρκικὴ ἐν οὐρανῷ; χρὴ γάρ σε ἀπὸ γραφῶν δεῖξαι ὅτι ἔστιν οὐσία ἐν οὐρανῷ ἔχουσα σάρκα | |
10 | καὶ ὀστέα καὶ αἷμα, καὶ τότε ἐπὶ τὰς ἀποδείξεις ἐλθεῖν. ΜΑΡ. Ἐπὶ σώματος δεικνύω. λέγει γὰρ ὁ ἀπόστολος· σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. ΑΔ. Σῶμα ὁ ἀπόστολος ὀνομάζει οὐρανόν, ἥλιον, σελήνην. οὕτω γὰρ φάσκει· σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. ἄλλη | |
15 | δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης, ἄλλη δόξα ἀστέρων· ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ· οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. δεῖξον οὖν εἰ σὰρξ καὶ ὀστέα καὶ αἷμα ἔχει ὑπόστασιν ἐν οὐρανῷ. ΜΑΡ. Σῶμα καὶ σὰρξ τὸ αὐτό ἐστιν. | |
20 | ΕΥΤΡ. Ὁ ἀπόστολος σώματα, δηλονότι οὐρανόν, ἥλιον, σελήνην ἐμφαίνει. ΑΔ. Οὔκ ἐστι τὸ αὐτό. μὴ δυνάμεθα τὸν οὐρανὸν σάρκα ὀνο‐ μάσαι, σῶμα δὲ ὀνομάζομεν. δεῖξον οὖν πρῶτον ὅτι σὰρξ καὶ ὀστέα καὶ αἷμα ἔχει οὐσίαν ἐν οὐρανῷ, καὶ τότε παρέξεις τὰς ἀποδείξεις. | |
25 | ΕΥΤΡ. [πρὸς πάντας]. Ἀδαμάντιος φάσκει ἐπίγειον αὐτὸν σάρκα ἀνειληφέναι, τουτέστιν ἐκ τῆς ἡμετέρας, Μαρῖνος δὲ οὐράνιον δια‐ βεβαιοῦται. χρὴ οὖν δειχθῆναι εἰ ἔστιν ἐν οὐρανῷ οὐσία σαρκός, καὶ τότε ἐπὶ τὰς ἀποδείξεις τραπῆναι πότερον ἀπὸ τῆς ἐπιγείου ἀνεί‐ | |
ληφεν ἢ ἀπὸ τῆς ἐπουρανίου. | 176 | |
178 | ΑΛ. Προδήλου οὔσης τῆς ὑποστάσεως τῆς σαρκικῆς, παρέξομαι καὶ ἀποδείξεις ἐκ τῶν γραφῶν ὅτι σάρκα καὶ αἷμα καὶ ὀστέα ἀνέ‐ λαβεν ὁ οὐράνιος λόγος, καὶ πρῶτόν γε ἀπὸ τοῦ εὐαγγελίου. μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἔγερσιν, ἀπιστοῦντος αὐτῷ Θωμᾶ, ἔφασκε· βάλε | |
5 | τὸν δάκτυλόν σου εἰς τοὺς τύπους τῶν ἥλων καὶ τὴν χεῖρά σου εἰς τὴν πλευράν, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. πνεῦμα γὰρ σάρκα καὶ ὀστέα οὐκ ἔχει ὡς ἐμὲ ὁρᾶτε ἔχοντα. ΕΥΤΡ. Ὁ Χριστὸς ἔδειξε σαφῶς σάρκα καὶ ὀστέα ἐσχηκέναι. χρὴ οὖν πρῶτον δειχθῆναι ὅτι οὐσία ἔστιν ἐν οὐρανῷ ἔχουσα σάρκα | |
10 | καὶ ὀστέα, καὶ τότε τὸ ἀσφαλέστερον εὑρήσετε. ΜΑΡ. Ἔδειξα τὸ σώματα ἐπουράνια. ΕΥΤΡ. Δείκνυται οὖν ἀστέρων αὐτὸν ἀνειληφέναι σάρκα καὶ ὀστέα, ὅπερ ἀδύνατον. ΑΔ. Εὐδηλότερόν σε ἐπιστήσει Παῦλος, τὴν διαστολὴν σώματος | |
15 | καὶ σαρκὸς δεικνύς· οὕτω καὶ ὑμεῖς ποτε ἦτε, φησίν, ἐχθροὶ τοῦ θεοῦ καὶ ξένοι τῆς ἐπαγγελίας τῶν διαθηκῶν· νῦν δὲ ἀντικατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ, δείξας σαφῶς καὶ σῶμα καὶ σάρκα αὐτὸν ἀνειληφέναι. (ΕΥΤΡ. Δειξάτω εἰ ἔστιν οὐσία ἐν οὐρανῷ ἔχουσα σάρκα καὶ | |
20 | αἷμα καὶ ὀστέα.) ΜΑΡ. Οὐράνιον ἔσχε καὶ δείκνυμεν ὅτι οὐράνιον ἦν. ΑΔ. Ἀπὸ ποίας οὐσίας; ἀπὸ τῆς ἀγγελικῆς; ἀλλ’ ἀπὸ τῆς ἐξου‐ σίας; ἀλλ’ ἀπὸ κυριότητος; πόθεν ἀνείληφε; λέγε. ΕΥΤΡ. Μὴ δείξαντες οὐσίαν, σάρκα οὐράνιον φάσκετε αὐτὸν | |
25 | ἀνειληφέναι. ἀνάγκη οὖν ἐκ μὴ ὄντων λέγειν αὐτὸν ἀνειληφέναι. ΜΑΡ. Δοκήσει φαμὲν αὐτὸν ἀνειληφέναι, ὡς καὶ οἱ ἄγγελοι τῷ Ἀβραὰμ ὤφθησαν καὶ ἔφαγον καὶ ἔπιον μετ’ αὐτοῦ, οὕτω καὶ αὐτός. ΑΔ. Τί οὖν ἡμᾶς ἦλθε διδάξαι τὴν ἀλήθειαν ἵνα δι’ αὐτῆς σωθῆναι δυνηθῶμεν; ἢ καθ’ ὑμᾶς ψευδόμενος ἐπηγέλλετο ἡμῖν τὴν | |
30 | σωτηρίαν; εἰ μὲν διὰ τοῦ ψεύδους ἡμᾶς καλεῖ εἰς τὴν ζωήν, οὐκ | |
ἀληθὴς [οὖν] ἦν ἡ τοῦ ψεύδους ἐπαγγελία· εἰ δὲ ἀληθείας διδάσκαλος | 178 | |
180 | ἦν, δῆλον ὅτι πρῶτον αὐτὸς ἦν ἀληθεύων. [πατέρα γὰρ ἴδιον ὁμολογεῖ ὁ Χριστὸς τὸν ἀπεσταλκότα αὐτόν. ὁ γὰρ πατὴρ οὐ καλῶς νοεῖται πατὴρ εἰ μὴ εἴη τις ἐξ αὐτοῦ γεγεννημένος. ἀγέννητον δὲ οὗτοί φασι τὸν Χριστόν.] ἑλέσθωσαν οὖν τίνα θέλουσιν εἶναι τῶν δύο λόγων ψευδῆ, τὸν ἑαυτῶν | |
5 | ἢ τὸν τοῦ Χριστοῦ. ἀρνούμενοι δὲ καὶ τὴν κατὰ σάρκα γέννησιν καὶ οἰκονομίαν Χριστοῦ, πῶς ἀκούουσιν αὐτοῦ λέγοντος ἑαυτὸν υἱὸν ἀνθρώπου; εἰ γὰρ τῷ δοκεῖν σχήματι ἀνθρώπου ἐφαίνετο, τίς χρεία τοῦ λέγειν ἑαυτὸν υἱὸν ἀνθρώπου; ἐχρῆν γὰρ ἁπλῶς λέγειν· δεῖ τὸν ἄνθρωπον πολλὰ παθεῖν. [οἱ δὲ ἐν ψευδεῖ μορφῇ φασιν πεφηνέναι | |
10 | τὸν κύριον καὶ μὴ ἀληθῶς καθὸ ἦν ἐγνῶσθαι.] εἰ γὰρ τὴν ἀλήθειαν διδάξαι τοὺς ἀνθρώπους ἐβούλετο, διὰ τί οὐχὶ ἄνθρωπον, ἀλλ’ υἱὸν ἀνθρώπου ἑαυτὸν ἔλεγε, ψευδόμενος ὅπερ οὐκ ἦν; ἀλλ’ ἀληθῶς καὶ ἁπλῶς ἂν τοῦθ’ ὅπερ ἦν ἔλεγε περὶ αὑτοῦ. οὔτε γὰρ ἐνδοξότερον ἑαυτὸν ἐποίει ἀντὶ θεοῦ ἄνθρωπον νομίζεσθαι, οὔτε ἂν μᾶλλον αὐτῷ | |
15 | ἐπίστευον ἄνθρωπον δοκοῦντες ἢ θεόν. καί, εἰ μὲν γνωσθῆναι βουλό‐ μενος τὴν κατ’ αὐτοὺς ἀλήθειαν ἀφῖκται εἰς τὸν κόσμον, οὔτε μετα‐ μορφοῦσθαι ἐχρῆν εἰς τὸ μὴ φαίνεσθαι ὃ ἦν, ἀλλ’ ἀγνοεῖσθαι, οὔτε μήν, σιωπήσαντα τοῦθ’ ὅπερ ἦν ἀληθῶς, ἄνθρωπον ἀντὶ θεοῦ ἑαυτὸν καλεῖν. καὶ τοῦτ’ ἐλέγομεν ἂν εἰ ἁπλῶς ἑαυτὸν ἄνθρωπον | |
20 | ἔλεγεν, ὅτε δὲ καὶ υἱὸν ἀνθρώπου φάσκει εἶναι ἑαυτόν, πῶς τεχνά‐ | |
ζονται οὗτοι 〈οἱ〉 ψεύδους προιστάμενοι ὅτι διὰ τὸ ἐν ἀνθρωπίνῳ | 180 | |
182 | σχήματι βλέπεσθαι νοεῖται πάντως ὅτι ἀνθρώπου ἐστὶν υἱός; καὶ τί λέγω περὶ μόνου σχήματος; ὅτι οὐ μόνον τῷ σχήματι φαίνονται ἄνθρωποι, ἀλλὰ καὶ τῇ οὐσίᾳ, φύσει ἄνθρωποι ὄντες. ὅ τε γὰρ Ἀδὰμ καὶ ἡ Εὔα υἱοὶ ἀνθρώπων οὔτε ὑπῆρχον οὔτε ἐκαλοῦντο· | |
5 | εἰ μὲν γὰρ τῆς οὐσίας τῶν ἀνθρώπων ὑπῆρχε σημαντικὸν τὸ υἱός, ἐχρῆν καὶ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, ἀνθρώπους ὄντας, υἱοὺς ἀνθρώ‐ πων καλεῖσθαι, τούς τε πλειστάκις ἐν εἴδει καὶ ὁμοιώσει ἀνθρώπων ἁγίους ἀγγέλους πεφηνότας οὕτω κεχρῆσθαι τῇ υἱὸς ἀνθρώπου προσηγορίᾳ ἔδει. | |
10 | ΕΥΤΡ. Οὐ τὴν οὐσίαν τῶν ἀνθρώπων δηλοῖ 〈τὸ〉 υἱός, ἀλλὰ τὴν ἐξ ἀνθρώπων γέννησιν. ΜΑΡ. Ἐγώ φημι ὅτι, ὥσπερ οἱ ἄγγελοι τῷ Ἀβραὰμ ὤφθησαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ὡμίλησαν, οὕτω καὶ ὁ Χριστός. ΑΔ. Πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τύποι ἐγίνοντο, ἐλθούσης | |
15 | δὲ τῆς ἀληθείας οἱ τύποι ἐπαύθησαν κατὰ τὸν ἀπόστολον. ὁ γὰρ νόμος σκιὰ τῶν μελλόντων ἀγαθῶν. εἰ οὖν καὶ ὁ Χριστὸς σκιωδῶς καὶ προφητικῶς καὶ αὐτὸς ὡς οἱ ἄγγελοι ἦλθεν, ἄλλον νῦν οὖν κατὰ σὲ προσδοκᾶν ὀφείλομεν ἀληθῶς, καὶ υἱὸν ἀνθρώπου ὄντα καὶ ἀληθῶς ἀποθνήσκοντα καὶ θαπτόμενον καὶ ἐγειρόμενον ἐκ νεκρῶν | |
20 | καὶ ἀληθινὴν σωτηρίαν δώσοντα τοῖς ἀνθρώποις. ΜΑΡ. Εἰ τύποι ἦσαν τοῦ Χριστοῦ οἱ ἄγγελοι, πῶς ἔφαγον μετὰ τοῦ Ἀβραὰμ καὶ ἔπιον; ἔφαγον δὲ ἀληθῶς ἢ οὔ; ΑΔ. Οἱ ἄγγελοι, πρότυποι γενόμενοι τῆς ἀληθείας, τουτέστι τοῦ σωτῆρος Χριστοῦ, ἔφαγον μὲν ἀληθῶς, οὐδεμίας αὐξήσεως τοῖς | |
25 | σώμασιν αὐτῶν ἐκ τῆς τροφῆς προσγινομένης· ὥσπερ γὰρ τὸ πῦρ πάντα τὰ παραβαλλόμενα κατεσθίει καὶ καταναλίσκει, οὕτω καὶ οἱ ἄγγελοι μετὰ τοῦ Ἀβραάμ, καθὼς καὶ ὁ ἀπόστολος φάσκει· ταῦτα μὲν τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. | |
30 | ΕΥΤΡ. Ὁ ἀπόστολος, ὡς ἔμοιγε δοκεῖ, σκιὰν καὶ τύπον ἐμφαίνει μελλούσης ἀληθείας, ἧς καὶ σχήματα γεγόνασιν οἱ ἄγγελοι. εὖ γε οὖν καὶ καλῶς στοιχήσει τῷ ἀποστολικῷ γράμματι ἡ τῶν ἀγγέλων εἰκὼν | |
καὶ τύπος. εἰ δ’ ὥσπερ οἱ ἄγγελοι οὕτω καὶ ὁ Χριστὸς πέφηνεν, | 182 | |
184 | εἰκόνα καὶ σχῆμα τῆς ἀληθείας προφέρων, ἀνάγκη ἄλλον ζητεῖσθαι Χριστὸν οὗ τὰς εἰκόνας καὶ σχήματα οἱ ἄγγελοι καὶ ὁ Χριστὸς προ‐ φέρουσι, καὶ περισσὸν τὸ λέγειν τὸν Χριστόν· ἐγώ εἰμι ἡ ἀλήθεια. ΑΔ. Σαφέστερον ἐπιστῆσαι βούλομαι περί τε τῆς εἰκόνος καὶ | |
5 | τοῦ σχήματος καὶ τῆς ἀληθείας· τὸ μὲν γὰρ σχῆμα τῶν ἀγγέλων ἀκράτητον καὶ ἀψηλάφητον ἦν, ἡ δὲ ἀλήθεια, τουτέστιν ὁ Χριστός, κεκράτηται καὶ πέπονθε καὶ σάρκα καὶ αἷμα καὶ ὀστέα ἔσχηκε καὶ ἐγήγερται ἐκ νεκρῶν, καὶ οἱ μὲν ἄγγελοι ἀνθρώπους ἑαυτοὺς οὐχ ὡμολόγησαν, ὥσπερ ὁ Χριστός φησι· τίς μου ἥψατο; ᾐσθήθην | |
10 | γὰρ δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ· ἐδείχθη γὰρ καὶ Θωμᾶς ψηλα‐ φῶν τὰς οὐλὰς τῶν τραυμάτων. πότερον οὖν ἐξαπατᾶν ἐβούλετο τοὺς ἀκούοντας καὶ μάλιστα τοὺς γνησίους αὐτοῦ μαθητὰς ὄντας; ἢ τὰ ἀληθῆ αὐτοὺς διδάσκων, ἐβούλετο αὐτοὺς εἰδέναι ὅτι καὶ ψηλα‐ φητὸς ἦν καὶ οὕτω σάρκα καὶ αἷμα καὶ ὀστέα ἀνέλαβεν; εἰ δέ, ὡς | |
15 | οὗτοί φασιν, ἄσαρκος καὶ ἄναιμος ἦν, ποίας σαρκὸς (ἢ τίνος σώματος) ἢ ποίου αἵματος εἰκόνας διδοὺς ἄρτον τε καὶ ποτήριον, ἐνετέλλετο τοῖς μαθηταῖς διὰ τούτων τὴν ἀνάμνησιν αὐτοῦ ποιεῖσθαι; ὧν καὶ ὁ ἀπόστολός ἐστι· μαρτυρῶν γὰρ τούτοις φησὶ τόν τε ἄρτον καὶ τὸ ποτήριον τῆς εὐλογίας κοινωνίαν αἵματός τε εἶναι καὶ σαρκός. εἰ δέ, | |
20 | ὡς τούτοις δοκεῖ, δοκήσει καὶ οὐκ ἀληθείᾳ περὶ τὸν κύριον ὑπῆρξεν ὅσα ἄνθρωπος τέλειος ἔχων ψυχὴν νοερὰν καὶ αἷμα καὶ σάρκα, οὔτε διὰ Παύλου τ’ ἀληθῆ ἐκηρύττετο, καὶ μάτην κατὰ τούτους σπεύδομεν γνῶναι τὴν ἀλήθειαν, ἣν μήτε δι’ αὑτοῦ, μήτε διὰ τοῦ ἀποστόλου σαφῶς ἐβουλήθη φανερῶσαι ὁ κύριος· πρὸς τῷ καὶ ἀντιπράσσειν | |
25 | **** τοῦτο βουλόμεθα γνῶναι ὅπερ ἐκεῖνος γνωσθῆναι οὐ βούλεται. εἰ δὲ ἀληθής ἐστιν, αὐτοαλήθεια ὤν, ὁ πεπονθώς, ὁ Χριστός, ἀληθὴς ἔσται καὶ ὁ ὑπὸ τούτου ἀποσταλεὶς Παῦλος, λέγων· ἢ δοκιμὴν | |
ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; καὶ πείθεσθαι δεῖ | 184 | |
186 | ὥσπερ τοῖς τοῦ Χριστοῦ λόγοις, οὕτω καὶ τοῖς τοῦ ἀποστόλου γράμ‐ μασι, δι’ ὧν καὶ αἷμα καὶ σῶμα Χριστὸν ἐσχηκέναι ἀκούομεν, καὶ ὑπὲρ ἡμῶν κατ’ ἀλήθειαν ἀποθανόντα καὶ τῷ ἰδίῳ ἡμᾶς ἐλευθερώ‐ σαντα θανάτῳ δὴ καὶ αἵματι, ἅπερ οὐχ οἷόν 〈τε〉 πιστεῦσαι παθεῖν | |
5 | τὸν ἐξ οὐρανοῦ κατελθόντα Χριστόν, εἰ μὴ σάρκα ἀνέλαβε. καὶ ὅτι θάνατον καὶ αἷμα ὁ ἀπόστολος οὐ παρακεκαλυμμένως, ἀλλὰ μετὰ πάσης παρρησίας κηρύσσει, ἀναγνώσομαι. λέγει γὰρ οὕτω· γνωρίζω γὰρ ὑμῖν τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρε‐ λάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι’ οὗ καὶ σώζεσθε, τίνι λόγῳ | |
10 | εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύ‐ σατε. παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ. εἴ τις οὖν μὴ εἰκῆ πεπίστευκεν, ἀλλὰ κρατεῖ τὴν παράδοσιν τοῦ ἀποστόλου καὶ γνωρίζει τὸ εὐαγγέλιον δι’ οὗ σωζό‐ | |
15 | μεθα καὶ ἔχει τοῦτο. ΕΥΤΡ. Ὀρθότατα ὁ ἀπόστολος δείκνυσιν· ὑπὲρ τῶν ἁμαρ‐ τιῶν ἡμῶν, λέγων· ἀπέθανε Χριστὸς καὶ ἐτάφη καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται. κατὰ ταύτην τὴν ὑπόθεσιν ἔσται ψευδῆ τὰ λεγό‐ μενα εἰ μὴ καὶ σάρκα [καὶ αἷμα] ἔσχεν ὁ Χριστός, ἀλλὰ μόνον ἦν | |
20 | πνεῦμα, φαντασίαν ἀνθρώπου ἔχων. οὔτε γὰρ παραδοθῆναι ἠδύνατο [τὸ] πνεῦμα, ἀκράτητον ὄν, οὐδὲ ἀποθανεῖν, μὴ ὂν θνητῆς φύσεως· ταφῆναι δὲ πνεύματι ἀμήχανόν ἐστι. τί δεῖ καὶ λέγειν; ἀλλ’ οὐδὲ ἔναιμόν ἐστι τῇ φύσει τὸ πνεῦμα. ἄλλως δέ, εἰ διὰ τοῦ θανάτου καὶ τοῦ αἵματος Χριστοῦ τὴν σωτηρίαν τῶν ἀνθρώπων καταγγέλλουσιν | |
25 | αἱ γραφαί, οὗτοι δὲ αἷμα καὶ σάρκα ἀρνοῦνται ἔχειν αὐτόν, οὔτε ἀπέ‐ θανεν ἐκεῖνος κατ’ ἀλήθειαν, οὔτε ἐτάφη, 〈οὔτε ἀνέστη〉· οὔτε γὰρ αἷμα ἐσχήκει· ἀλλὰ τῷ δοκεῖν ταῦτα ἐπ’ αὐτοῦ, μὴ ἀληθῶς γενόμενα λέγεται, οὐδὲ ἡμεῖς οὖν κατ’ ἀλήθειαν ἐσώθημεν ἀλλὰ δοκήσει, ὡς ἐπὶ τῆς τῶν ἄλλων κατὰ δόκησιν παρουσίας ὁ κόσμος σωθῆναι οὐκ | |
30 | ἠδυνήθη, ἀγγέλων λέγω ἐπί τε τοῦ Ἀβραὰμ καὶ εἴ τις ἕτερος | 186 |
188 | γέγραπται. διὸ ἐσφάλημεν περὶ τὴν πίστιν τῷ δοκεῖν τῆς ἐλπίδος καὶ τῆς σωτηρίας τετυχηκότες. ΑΔ. Βραχὺ προσκαρτερήσας ἄκουε μειζόνων ἀποδείξεων τοῦ ἀποστόλου· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ἐκ νεκρῶν, φησί, | |
5 | κενὸν καὶ τὸ κήρυγμα, κενὴ καὶ ἡ πίστις ἡμῶν. εἰ οὖν τῷ δοκεῖν, ὡς τούτοις δοκεῖ, πέπονθε καὶ οὐ κατ’ ἀλήθειαν, οὐκ ἀπέ‐ θανεν ἀληθῶς· δῆλον οὖν ὅτι οὐδὲ ἀληθῶς ἠγέρθη ἐκ νεκρῶν καὶ ἔσται κατ’ ἀλήθειαν κενὸν καὶ τὸ κήρυγμα, κενὴ καὶ ἡ πίστις ἡμῶν. εἶτ’ ἐπιφέρει· εἰ δὲ Χριστὸς κηρύσσεται ἐκ νεκρῶν, ἀπαρχὴ | |
10 | τῶν κεκοιμημένων· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. ἀπαρχὴ Χριστός. ΕΥΤΡ. Πιστεύεις τῷ ἀποστολικῷ, Μαρῖνε; | |
15 | ΜΑΡ. Πιστεύω μὲν αὐτῷ, ἀλλὰ πρόσσχες πῶς ὁ αὐτὸς ἀπό‐ στολος λέγει· ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς. καὶ ἐν τῷ εὐαγγελίῳ λέγει· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. ὁρᾷς ὅτι τηλαυγῶς λέγει αὐτὸν ἐξ οὐρανοῦ ἐληλυθέναι. | |
20 | ΑΔ. Αὗται αἱ ἀποδείξεις τὸ ἡμέτερον δόγμα συνιστῶσιν. ΜΑΡ. Πῶς; ΑΔ. Τὸ μὲν οὖν εὐαγγέλιον σαφῶς ἔδειξεν ὅτι, εἰ μὴ ὁ λόγος ἀπ’ οὐρανοῦ κατῆλθεν, οὐκ ἂν ἄνθρωπος εἰς οὐρανοὺς ἀνῆλθεν. οὐδεὶς γάρ, φησίν, ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ | |
25 | τοῦ οὐρανοῦ καταβάς. τὸ γὰρ ἀναβέβηκε παρῳχηκότος ἐστὶ χρόνου σημαντικόν. οὐ γὰρ εἶπεν ὅτι οὐδεὶς ἀναβήσεται, ἀλλ’· οὐδεὶς ἀναβέβηκεν. ἔδειξεν οὖν σαφῶς ὅτι πρὸ τοῦ Χριστοῦ οὐδεὶς ἀνα‐ βέβηκε· καθὼς καὶ ὁ ἀπόστολος λέγει· πρωτότοκος, φησί, καὶ πάλιν· ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πάλιν λέγει· ἀπαρχὴ Χριστός, | |
30 | ἔπειτα οἱ τοῦ Χριστοῦ. πρὶν οὖν τὸν τοῦ θεοῦ λόγον κατελθεῖν καὶ ἀναλαβεῖν τὸν ἄνθρωπον ἐκ μήτρας, οὐδεὶς ἀνῆλθε, μετὰ δὲ τὸ ἀνελθεῖν τὸν Χριστὸν τότε καὶ οἱ αὐτοῦ. οὕτω γὰρ ἔφη· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ. τὸ δέ· ὁ καταβὰς αὐτός | |
ἐστι καὶ ὁ ἀναβάς, οὕτως ὁ. ἀπόστολος τὸ ἀπαθὲς τοῦ λόγου | 188 | |
190 | δεῖξαι θέλων καὶ τὸ ἄτρεπτον. ἀληθῶς γὰρ ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, οὐδὲν ἄλλο γενόμενος παρ’ ὃ ἦν, θεός. ΕΥΤΡ. Αὗται αἱ ῥήσεις τῷ ὅρῳ Ἀδαμαντίου συντρέχουσιν· ὅμως δὲ βούλομαι περὶ τούτου ἀμφοτέρους ὁρίσασθαι. | |
5 | ΑΔ. Ὁ τοῦ θεοῦ λόγος κατελθὼν ἀνέλαβεν ἄνθρωπον ἀπ’ ἀχράντου παρθένου Μαρίας ἐν μήτρᾳ, καὶ γεννᾶται ὁ Χριστὸς χωρὶς συνουσίας ἀνδρός, καὶ οὗτος ὁ ληφθεὶς ἀπὸ Μαρίας ἐκ πνεύματος ἁγίου, οὗτος ὑπέμεινε πάντα τὰ ἀνθρώπινα πάθη, ἵνα τὸν ἄνθρωπον σώσῃ. ΜΑΡ. [Καλῶς.] Πάσχοντος οὖν τοῦ ἀνθρώπου συμπαρῆν ὁ λόγος | |
10 | ἢ οὔ; ΕΥΤΡ. Ἐκθοῦ πρῶτον τὸν ὅρον. ΑΔ. Συγχώρησον πρῶτον τὴν ἀπόκρισιν τὴν πρὸς αὐτὸν ποιή‐ σασθαι, εἶθ’ οὕτως ἐκθέσθαι τὸν ὅρον. συμπαρῆν μὲν ὁ τοῦ θεοῦ λόγος τῷ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἠδικεῖτο, ὥσπερ ἀδάμας ὑπὸ σιδήρου | |
15 | παιόμενος σῶος μένει, τοὐναντίον ἀντιβλάπτων τὸν ἐθέλοντα βλάψαι, ἀλλὰ καὶ ἡ ἀμίαντος τῷ πυρὶ παραδιδομένη, ἄθραυστος καὶ ἄχραντος διαμένει, οὐδὲν ἀδικουμένη. ἀλλ’ οὐδὲ τὸ πῦρ ὑπὸ φασγάνου τεμνό‐ μενον διαιρεῖται, ἡ γὰρ πυκνότης τοῦ πυρός, εἰς αὑτὴν ἀνατρέχουσα, ἀδιαίρετος μένει. εἰ οὖν αἱ ὕλαι πρὸς ἑτέρας ὕλας τὸ ἑαυτῶν σθένος | |
20 | ἐνδείκνυνται, ἀναλωθῆναι μὴ δυνάμεναι, πῶς οὐχὶ μᾶλλον ὁ τοῦ θεοῦ λόγος, ἀπαθοῦς καὶ ἀτρέπτου φύσεως ὤν, ἔμεινεν ἀπαθής, τὰ πάθη ἀναλίσκων; εἰ δὲ βούλει, ἀναγινώσκω τὸ εὐαγγέλιον ὅτι ἐκ Μαρίας γεγέννηται. ΜΑΡ. Καὶ ἡμεῖς ὁμολογοῦμεν ὅτι διὰ Μαρίας, ἀλλ’ οὐκ ἐκ Μαρίας. | |
25 | ὥσπερ γὰρ ὕδωρ διὰ σωλῆνος διέρχεται, μηδὲν προσλαμβάνον, οὕτω καὶ ὁ λόγος διὰ Μαρίας καὶ οὐκ ἐκ Μαρίας. ΑΔ. Πρόσταξον ἀναγνωσθῆναι τὸ εὐαγγέλιον. ΕΥΤΡ. Ἀναγνωσθήτω. ΑΔ. Ἀναγινώσκω πῶς ὁ ἄγγελος πρὸς τὴν Μαρίαν λέγει· πνεῦμα | |
30 | ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει | 190 |
192 | σοι. διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον υἱὸς ὑψίστου κλη‐ θήσεται. ΕΥΤΡ. Ἴσως καὶ τὴν τοῦ ἀγγέλου φωνὴν δοκήσει λέξεις γεγε‐ νῆσθαι. τί γὰρ τούτου ἔσται ἀληθέστερον, τοῦ ἀγγέλου φήσαντος· | |
5 | διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον; οὐ γὰρ ἔφη· τὸ γεννώ‐ μενον διὰ σοῦ, ἀλλ’ ἐκ σοῦ. πῶς δὲ κἀκεῖνο οὐκ ἔσται ἀνόητον, τὸ λέγειν ὡς διὰ σωλῆνος, καὶ τὸ μὲν διελθεῖν διὰ Μαρίας τὸν λόγον ὁμολογεῖν, τὸ δὲ λαβεῖν τι ἐξ αὐτῆς ἀρνεῖσθαι; καὶ εἰ μὲν δι’ αἰδῶ τινα ἀρνεῖσθε, εἴγε αἰδεῖται τὸ θεῖον, [καὶ] τὸ μὲν αἰδοῦς ἄξιον ὁμο‐ | |
10 | λογεῖς, Μαρῖνε, τὸ δὲ σεμνότερον καὶ οἰκονομικώτερον ἀρνῇ. εἰ γὰρ διελθεῖν διὰ Μαρίας ὁ λόγος οὐκ αἰσχρὸν ἡγήσατο, οὐδὲ λαβεῖν τι ἐξ αὐτῆς ᾐδεῖτο. τί γὰρ ἦν ἀναγκαῖον διελθεῖν εἰ μή τι προσελάμβανεν; ΑΔ. Εἰ μὴ ἔλαβεν ἄνθρωπον ἐκ Μαρίας, πῶς ἂν συσταθεῖεν οἱ ὑπὸ τοῦ ἀποστόλου λεγόμενοι λόγοι; πῶς δὲ πρωτότοκος ἔσται | |
15 | τῶν νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων; δειξάτωσαν. εἰ μὲν γὰρ σχήματι μόνῳ φασὶν αὐτόν, ὡς καὶ τοὺς ἀγγέλους, πεφη‐ νέναι, οὐ δύναται εἶναι πρωτότοκος οὐδὲ ἀπαρχή. ΜΑΡ. Πῶς; ΕΥΤΡ. Οἱ ἄγγελοι πρὸ τοῦ Χριστοῦ πεφήνασιν, ἢ ὁ Χριστὸς | |
20 | πρὸ τῶν ἀγγέλων; ΜΑΡ. Πρὸ πολλοῦ χρόνου τῷ Ἀβραὰμ ἐφάνησαν οἱ ἄγγελοι. ΕΥΤΡ. Εἰ καὶ οἱ ἄγγελοι καὶ ὁ Χριστὸς δοκήσει ἀμφότεροι πεφήνασιν, οὐ δύναται εἶναι ὁ Χριστὸς πρωτότοκος, τῶν ἀγγέλων τὸ πρῶτον φανέντων, ὡς ὑπὸ σοῦ ὡμολόγηται. ἀνάγκη γὰρ τοὺς | |
25 | πρώτους ἐκείνους πρωτοτόκους λέγειν. ΑΔ. Πῶς δὲ ἀπαρχὴ ἔσται τῶν κεκοιμημένων ὁ Χριστός, ὁπότε πρὸ αὐτοῦ καὶ ὁ τῆς Σουμανίτιδος υἱὸς πρὸ πολλοῦ ἐκ νεκρῶν ἀνέστη, καὶ ὁ τῆς Σαραφθίνης καὶ ὁ Λάζαρος; εἰ μὴ οὖν κατ’ ἀλήθειαν ἀπέ‐ θανε, καὶ τὰ γενόμενα οὐ δοκήσει ἀλλ’ ἀληθείᾳ γέγονε, καθὼς λέγει | |
30 | Ἰωάννης ὁ εὐαγγελιστὴς ὅτι· ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις | 192 |
194 | καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γέγονε, δειξάτω οὖν πῶς ἀπαρχὴ τῶν κεκοιμημένων ἐστὶν ὁ Χριστός. ΜΑΡ. Σὺ δεῖξον. ΑΔ. Δείκνυμι ὅτι καὶ πρωτότοκος τῶν νεκρῶν καὶ ἀπαρχὴ τῶν | |
5 | κεκοιμημένων κατ’ ἀλήθειάν ἐστιν ὁ Χριστός. [οἱ γὰρ πρὸ τοῦ Χριστοῦ ἀναστάντες αὖθις ἀπέθανον, ὁ δὲ Χριστὸς ἀναστὰς οὐκέτι ἀποθνήσκει.] ὡς γὰρ πρωτότοκος ἀπέθανεν Ἀδάμ, οὕτω πρῶτος ἀνέστη Χριστός. παραθήσομαι αὐτὰς τοῦ ἀποστόλου τὰς ῥήσεις. ὥσπερ, φησίν, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ | |
10 | πάντες ζωοποιηθήσονται· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ. τί ἂν εὕροιμεν ἕτερον οὕτω φανερῶς ἡμᾶς διδάσκον ἀμ‐ φότερα καὶ ὅτι ἀπέθανεν ὁ Χριστὸς καὶ ὅτι ἄνθρωπος ἦν τὸ ἀπο‐ θανόν; εἰ γὰρ ἀπαρχή ἐστι τῶν κεκοιμημένων ὁ ἐκ νεκρῶν ἐγηγερ‐ μένος Χριστός, ἵνα ᾖ διὰ τοῦ ἀνθρώπου ἡ ἐκ νεκρῶν ἀνάστασις, | |
15 | νοουμένη δὲ ὃν τρόπον καὶ δι’ ἀνθρώπου θάνατος, δύο οὗτοι ἄν‐ θρωποί εἰσιν, εἷς μὲν ὁ Ἀδὰμ δι’ οὗ ὁ θάνατος, ἕτερος δὲ ὁ Χριστὸς δι’ οὗ ἡ ἀνάστασις. τῶν δύο οὖν τὸ ἕτερον· ἢ ὁ ἐξ οὐρανοῦ καταβὰς λόγος ἀπέθανεν, ἢ ὃν ἀνέλαβεν ἄνθρωπον, καί, ὅπερ ἐξ ἀνάγκης ἕπεται νοεῖν, ὁμολογήσουσιν ὅτι ὁ μὲν καταβὰς ἐξ οὐρανοῦ ἦν θεός, | |
20 | ἵνα δὲ ἡμᾶς ἐλευθερώσῃ προσελάβετο σάρκα τὴν ὑπὲρ ἡμῶν ἀποθα‐ νεῖν δυνηθεῖσαν, δι’ ἧς ἠλευθερώθημεν, καὶ ἐγένετο ἀπαρχὴ τῆς ἀνα‐ στάσεως, πρώτης αὐτῆς ἐγερθείσης ἐκ νεκρῶν. οὕτω γὰρ ὄντως θεὸν κατὰ πνεῦμα καὶ ὄντως ἄνθρωπον κατὰ σάρκα ὁμολογήσαντες | |
Χριστόν, οὐχὶ τῷ δοκεῖν ἀλλ’ ἀληθῆ καὶ βεβαίαν ἕξομεν τὴν | 194 | |
196 | πίστιν· ὅπερ παρέδωκεν ὁ ἀπόστολος ὅτι κατὰ σάρκα Χριστὸς καὶ ἀπέθανε καὶ ἐτάφη καὶ ἐγήγερται ἐκ νεκρῶν καί ἐστιν ἀπαρχὴ τῆς τῶν κεκοιμημένων ἀναστάσεως. ΜΑΡ. Ἔφης ὅτι πρὸ τοῦ Χριστοῦ πολλοὶ ἀνέστησαν· πῶς οὖν | |
5 | ἐστιν ἀπαρχή; ΑΔ. Οἱ πρὸ τοῦ Χριστοῦ ἀναστάντες πάλιν αὖθις ἀπέθανον, ὁ δὲ Χριστὸς ἀναστὰς οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφά‐ παξ, ὃ δὲ ζῇ ζῇ τῷ θεῷ. τίνος οὖν ἐκυρίευσεν ὁ θάνατος; τὸ γὰρ | |
10 | εἰπεῖν· οὐκέτι κυριεύει ἔδειξεν ὅτι πρότερον ἐκυρίευσεν. ΕΥΤΡ. Δῆλον ὅτι, εἰ μὴ τῆς σαρκὸς ἧς ἀνέλαβεν ὁ λόγος ἐκυ‐ ρίευσεν ὁ θάνατος, ἀνάγκη λέγειν τοῦ λόγου κεκυριευκέναι τὸν θάνατον, εἰ μὴ κατ’ ἀλήθειαν ὁ λόγος σάρκα ἀνέλαβε. λόγου δὲ θεοῦ θάνατον κυριεῦσαι οὐκ εὔφημον εἶναι λέγειν μοι δοκεῖ. | |
15 | ΑΔ. Ἄκουε οὖν τοῦ ἀποστόλου περί τε τοῦ θανάτου ὅτι ἀληθῶς καὶ οὐ δοκήσει ἀπέθανε, καὶ περὶ τοῦ αἵματος ὅτι ἀληθῶς ἐξεχύθη τὸ αἷμα αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας σωτηρίας. λέγει δὲ οὕτω· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ θεὸς εἰς ἡμᾶς ὅτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· πολλῷ μᾶλλον, δικαιω‐ | |
20 | θέντες ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα ἀπὸ τῆς ὀργῆς· καὶ πάλιν· καὶ γὰρ εἰ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ· καὶ πάλιν· ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτί‐ σθητε εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτί‐ σθητε. ὃς εἰ μὴ ἀπέθανε, τίς ἀμφιβάλλει μὴ εἶναι βάπτισμα; καὶ | |
25 | πάλιν· ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ υἱῷ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ· καὶ πάλιν· ὅτι ταὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὰ καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας. (οὐκ εἶπε· καὶ τοὺς δοκήσει πεφηνότας | |
30 | ἀγγέλους, οἷς ὡμοιώσατε αὐτὸν ὑμεῖς, ἀλλά· καὶ τοὺς προφήτας, οἵτινες ἀληθινὴν σάρκα καὶ οὐ φαντασίαν ἀνθρώπου ἔχοντες καθ’ ὑμᾶς, ὁ μὲν ἐπρίσθη σαρκὶ ὁ δὲ ἐλιθάσθη καὶ οἱ λοιποὶ ἐν φόνῳ μαχαίρας | |
ἀπέθανον.) ἔτι μὴν καὶ αὐτοῦ τοῦ σωτῆρος παρέξομαι φωνὰς τὰς | 196 | |
198 | προαγγελλούσας τὸ πάθος αὐτοῦ, οὕτω φάσκοντος ὅτι· δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ σταυρω‐ θῆναι καὶ μεθ’ ἡμέρας τρεῖς ἀναστῆναι· καὶ πάλιν μετὰ τὴν | |
5 | ἀνάστασιν ἐλέγχων τινὰς ἔλεγεν· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησα πρὸς ὑμᾶς ὅτι ἔδει ταῦτα παθεῖν τὸν Χριστόν. ἔτι μὴν καὶ ὁ εὐαγγελιστὴς οὐ δόκησιν ἀλλ’ ἀληθινὸν θάνατον εἰσηγούμενός φησι· καὶ φωνήσας μεγάλῃ φωνῇ ὁ Ἰησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παραθή‐ | |
10 | σομαι τὸ πνεῦμά μου, καὶ ἐξέπνευσε, καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, αἰτησάμενος τὸ σῶμα, ἐνετύλιξεν ἐν σινδόνι καὶ ἔθηκεν ἐν καινῷ μνημείῳ. τίς οὖν οὗτος ἦν τολμήσαντες εἰπά‐ τωσαν. οὐ γὰρ δήπου τὸ πνεῦμα ἐξέπνευσεν, ὂν ἀΐδιον καὶ ἄφθαρτον, ἀλλὰ πάντως τις ἦν ὁ ἔχων τὸ πνεῦμα, ὃς ἐξέπνευσεν ὄντως, ὃς καὶ | |
15 | παρέθετο ἐκπνέων τὸ πνεῦμα τῷ πατρί, ὃν ἐνείλησε σινδόνι ὁ Ἰωσήφ. οὐ γὰρ δήπου σκιὰν ἐνείλησε καὶ ἔθαψεν, ἀλλὰ τὸν προσπαγέντα τῷ ξύλῳ. οὕτω γέ τοι μετὰ τὴν ἀνάστασιν ἔλεγε τοῖς μαθηταῖς, δοκοῦσιν αὐτὸν φαντασίαν εἶναι· τί τεταραγμένοι ἐστέ; καὶ ἵνα τί διαλο‐ γισμοὶ ἀναβαίνουσιν εἰς τὴν καρδίαν ὑμῶν; ἴδετε τὰς χεῖράς | |
20 | μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός, ὅτι πνεῦμα ὀστέα καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τί, τοσοῦτον ἐπιδιατρίβων τοῖς ἐλέγχοις, εἰς μῆκος ἐκτείνω τοὺς λόγους; ἤρκει γὰρ τὸ ὁμολογεῖν ἑαυτὸν υἱὸν ἀνθρώπου. ΜΑΡ. Τίνος ἀνθρώπου ἐστὶν υἱός; | |
25 | ΑΔ. Ἐκ σπέρματος κατὰ σάρκα τοῦ Δαυΐδ ἐστι, καθὼς καὶ τὸ εὐαγγέλιον φάσκει. ΜΑΡ. Ἐν τῷ εὐαγγελίῳ, τῶν Ἰουδαίων λεγόντων ὅτι υἱός ἐστι τοῦ Δαυΐδ, αὐτὸς ὁ Χριστὸς κατεγίνωσκεν αὐτῶν, καί, εἰ θέλεις, ἀνα‐ γινώσκω. | |
30 | ΕΥΤΡ. Ἀνάγνωθι. ΜΑΡ. Εἶπεν ὁ Ἰησοῦς· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ. λέγει αὐτοῖς ὁ Ἰησοῦς· πῶς οὖν Δαυῒδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου; | |
35 | εἰ οὖν Δαυῒδ ἐν πνεύματι κύριον αὐτὸν λέγει, πῶς υἱὸς αὐτοῦ ἐστιν; εἶδες ὅτι καταγινώσκει τῶν λεγόντων ὅτι υἱὸς Δαυΐδ | |
ἐστιν, ἀρνούμενος αὐτός. | 198 | |
200 | ΑΔ. Τὸ πῶς οὐκ ἀρνήσεώς ἐστιν, ἀλλὰ πεύσεως, καί γε οὐχ ἅπαξ ἀλλὰ πολλάκις ἐν ταῖς γραφαῖς οὐκ ἐπ’ ἀρνήσεως, ἀλλ’ ἐπὶ πεύσεως κείμενον· πῶς γάρ, φησί, διώξεται εἷς χιλίους; (καί· πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;*) καί· πῶς ἐξέπεσεν | |
5 | ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; οὐχὶ γὰρ ἀρνούμενος ὁ Χριστὸς ἔφασκε· πῶς; ἀλλὰ πυνθανόμενος. ΜΑΡ. Δαυῒδ κύριον αὐτὸν ὁμολογεῖ, οὐχὶ υἱόν. ΑΔ. Δαυῒδ αὐτὸν κατὰ σάρκα κύριον οὐχ ὁμολογεῖ, ἀλλὰ κατὰ πνεῦμα, τουτέστιν ὁ λόγος τοῦ θεοῦ οὐ μόνον τοῦ Δαυῒδ κύριός ἐστιν, | |
10 | ἀλλὰ καὶ πάσης ἀρχῆς, ἐξουσίας, κυριότητος, ὀνόματος ὀνο‐ μαζομένου οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ἤδει δέ, προγνώστης ὤν, τοὺς Ἰουδαίους ἀπιστοῦντας τὸ κατὰ πνεῦμα καὶ ἐπύθετο λέγων· εἰ οὖν Δαυῒδ ἐν πνεύματι κύριον αὐτὸν λέγει, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐ γὰρ ἔφη ὁ Χρι‐ | |
15 | στὸς ὅτι· εἰ οὖν Δαυῒδ ἐν σαρκὶ κύριον αὐτὸν καλεῖ, ἀλλ’ ἐν πνεύ‐ ματι, τῷ πνεύματι κύριον αὐτὸν ὁμολογῶν, τὸ δὲ κατὰ σάρκα υἱόν. παραστήσω δὲ σαφέστερον ἐκ τοῦ εὐαγγελίου ὅπως αὐτὸς ὁ Χριστὸς συντίθεται ταύτην εἶναι τὴν πίστιν σωτήριον καὶ ἀκλινῆ, καί, εἰ βούλει, ἀναγινώσκω. | |
20 | ΕΥΤΡ. Ἀνάγνωθι. ΑΔ. Ἐπειδὴ πάρεισιν οἱ περὶ Μεγέθιον, οἱ τοῦ δόγματος Μαρ‐ κίωνος, ἐκ τοῦ αὐτῶν εὐαγγελίου ἀναγινώσκω· ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, καί τις τυφλὸς ἐπαιτῶν ἐκάθητο παρὰ τὴν ὁδόν. ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθά‐ | |
25 | νετο τί ἂν εἴη τοῦτο. ἀπηγγέλη δὲ αὐτῷ ὅτι Ἰησοῦς παρέρ‐ χεται, καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυΐδ, ἐλέησόν με. στα‐ θεὶς δὲ ἐκέλευσεν αὐτὸν ἀχθῆναι. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· κύριε, ἵνα ἀναβλέψω. καὶ ἀποκριθεὶς εἶπεν ὁ Ἰησοῦς· ἀνάβλεψον· | |
30 | ἡ πίστις σου σέσωκέ σε, καὶ παραχρῆμα ἀνέβλεψεν. ΕΥΤΡ. Ὁ τυφλός, ἐμοίγε δοκεῖ, ὀρθῶς πιστεύσας, δικαίως ἀνέ‐ | |
βλεψε· δηλαδὴ ἀπηλλαγμένος τῆς πίστεως τῆς Μεγεθίου καὶ Οὐάλεντος, | 200 | |
202 | Δροσερίου τε καὶ Μαρίνου. καὶ ὃς μέν, καλῶς πιστεύσας, ἀνέβλεψεν, οἱ δέ, ὑπ’ ἀπαιδευσίας ἐλαυνόμενοι, τυφλώττουσι τὴν διάνοιαν, οὕτω τηλαυγῶς ἐπαινοῦντος τοῦ Χριστοῦ τὴν τοῦ τυφλοῦ πίστιν καὶ λέγοντος· ἀνάβλεψον, ἡ πίστις σου σέσωκέ σε. ὁ δὲ πιστεύων | |
5 | τυφλὸς καὶ τὴν κατὰ σάρκα καὶ τὴν κατὰ πνεῦμα παρουσίαν ὁμο‐ λογεῖ, εἰς ἀμφότερα πιστεύων ὅτι θεὸς ἐν ἀνθρώπῳ ἐστί. καὶ πρῶτόν γε ἐπιγνοὺς τὸν ἄνθρωπον, εὐθὺς γνωρίζει καὶ τὸν κύριον. καὶ περὶ μὲν τοῦ ἀνθρώπου φησίν· υἱὲ Δαυΐδ, ἐλέησόν με, περὶ δὲ τοῦ θεοῦ· κύριε, ἵνα ἀναβλέψω. κατ’ οὖν τὰ δόξαντα τοῖς περὶ Μαρῖ‐ | |
10 | νον εἰ μή ἐστιν υἱὸς Δαυΐδ, ἑαυτῷ ἐναντιοῦται ὁ Χριστός, πὴ μὲν διὰ τὸ ὅλως πεπιστευκέναι ἀναβλέψαι κελεύσας τὸν τυφλόν, πὴ δὲ ἐν τῇ πρὸς Ἰουδαίους πεύσει ἀρνεῖσθαι τοῦ εἶναι υἱὸν Δαυΐδ. καὶ πῶς οὐκ ἔστιν ἐναντίος καὶ ἑαυτῷ ἀντιπράττων καθ’ ὑμᾶς ὁ Χριστός; ταῦτα δὲ συμβαίνει τοῖς τῇ ἀσυστάτῳ αἱρέσει χρωμένοις· ὅταν ἀνα‐ | |
15 | κολούθοις ἐπιτηδεύωσι χρῆσθαι μυθολογίαις, τοιαῦτα αὐτοῖς ἀνάγκη ἀπαντᾶν ἀτοπήματα. χρὴ οὖν ἕπεσθαι τούτῳ τῷ δόγματι ᾧ καὶ ὁ τυφλὸς σώας τὰς ὄψεις ἀπείληφεν, ᾧ καὶ ὁ Χριστὸς ἐμαρτύρει καλῶς πεπιστευκότι. ὅθεν καλῶς ἔχειν δοκεῖ τὴν πίστιν τῶν περὶ Μαρῖνον καὶ ἀπορρίψαι καὶ ἀποσφενδονῆσαι, πόρρω τῆς ἀληθείας ὑπάρχουσαν | |
20 | καὶ κατὰ μηδὲν τῇ θεότητι προσήκουσαν. μύθοις γὰρ καὶ φαντασίαις καὶ δοκήσει πιστεύοντες, μύθῳ καὶ φαντασίᾳ καὶ δοκήσει τὴν σωτη‐ ρίαν σὺν τῷ δόγματι ἕξουσιν. εὖ οὖν ἔχειν μοι δοκεῖ Μαρῖνον παύ‐ σασθαι ἀπὸ τῆς φιλερίστου γνώμης, εὐγνωμόνως ἐπὶ τὸν τρίτον ὅρον ἐγκαταγινόμενον, τουτέστι τὸν περὶ τῆς ἀναστάσεως λόγον. | |
25 | ΜΑΡ. Εἰ βούλει ὑπὲρ τῆς ἀληθείας γενέσθαι, ἑτοίμως ἔχω περὶ τούτου δεῖξαι ἀκριβῶς. ΕΥΤΡ. Πάρεισιν οὐχ οἱ τυχόντες ἄνδρες· αὐτοὶ λεγέτωσαν εἰ ἐξέβην τοῦ δικαίου. εἰ δὲ σὺ ἥττησαι ᾗ δεδούλωσαι προλήψει κρα‐ τούμενος, ἐμοὶ αἰτίαν οὐ προσαπτέον. | |
30 | ΜΑΡ. Εἰ βούλεσθε μετὰ πάσης ἀληθείας τὴν ζήτησιν γενέσθαι, παραιτήσασθε τὰ φιλοσοφούμενα ταῖς γραφαῖς πειθόμενοι μόναις. ΑΔ. Πεισθῶμεν ταῖς γραφαῖς. ΕΥΤΡ. Δήλη ἡ συγκατάθεσις ἀμφοτέρων. | |
ΜΑΡ. Οἴομαι ὅτι ἀδίκως ἐπιβάλλετε τὴν ζήτησιν ταύτην. | 202 | |
204 | ΑΔ. Προϊὼν ὁ λόγος τὸν ἀδίκως ἐπιβαλλόμενον τὴν ζήτησιν ταύτην ἐλέγξει. ΜΑΡ. Ὁρισάσθω Ἀδαμάντιος ποῖον σῶμα ἀνίσταται, τοῦτο ὃ περικείμεθα εἰς ὃ ἐνδεδέμεθα, ἢ ἄλλο πνευματικόν. | |
5 | ΑΔ. Τοῦτο τὸ σῶμά φημι ἀνίστασθαι ὃ περικείμεθα. ΜΑΡ. Αὐτόθεν πάρεστιν ἔλεγχος σαφής, ἀνατρέπων αὐτοῦ τὴν ἄδικον ἐπιβολήν. τὸ γὰρ τοῦ ἀνθρώπου σῶμα οὐκ ἐκ παίδων μέχρι γήρως τὸ αὐτὸ παραμένει, ῥευστῆς οὐσίας ὑπάρχον. ποῖον οὖν φάσκεις ἀνίστασθαι σῶμα, τὸ παιδικὸν ἢ τὸ μέσον ἢ τὸ γηραλέον; | |
10 | ΑΔ. Οἱ τοιχογράφοι, ναυπηγοὺς καὶ κυβερνήτας καὶ πελαγίους πλωτῆρας ζωγραφοῦντες, ναυπηγεῖν καὶ κυβερνᾶν οὐκ ἴσασι· τὸν αὐτὸν τρόπον καὶ Μαρῖνος προήκατο λόγον, οὗ τὴν πεῖραν καὶ τὴν ἀπόδειξιν μὴ ἔχει. ΕΥΤΡ. Σαφέστερον μαθεῖν βούλομαι πῶς οὐκ ἔστι τὸ σῶμα ἐκ | |
15 | παιδόθεν μέχρι γήρως τὸ αὐτό. ΜΑΡ. Ῥευστῆς οὐσίας ὂν τὸ σῶμα ὑπεκρεῖ, ἐκ τῆς τροφῆς 〈ἕτερον〉 γινόμενον, ἀμέλει οὖν ταῖς νόσοις δαπανηθὲν [ἢ τὸ ἐκ παιδόθεν ἢ τὸ γηραλέον]. 〈ΑΔ.〉 Εἰ καὶ τὰ μάλιστα ῥεῖ καὶ φθείρεται, ἐκ τῆς τροφῆς | |
20 | αὖθις ἕτερα προσγίνεται. | 204 |
206 | ΜΑΡ. Ποῖον οὖν λέγεις σῶμα ἀνίστασθαι, τὸ ἐν ταῖς νόσοις δαπανηθὲν ἢ τὸ ἐκ παιδόθεν ἢ τὸ γηραλέον; ΑΔ. Εἰ καὶ τὰ μάλιστα ἀπὸ γραφῶν ἐπαγγειλάμενος πείθειν τοὺς ἀκροατάς, ἰατρικῇ ἐπιστήμῃ προσπελάσας, ἐπελήσθης τοῦ ὅρου, | |
5 | οὐκ ὀκνήσω καὶ αὐτός, εἰ καὶ μὴ ἤσκημαι ἰατρικήν, ἀποκροῦσαί σου τὰ ἄδικα τῆς ἐννοίας φρονήματα. εἰ γὰρ ῥευστῆς οὐσίας ἦν τὸ σῶμα, ἕτερον ἀνθ’ ἑτέρου γινόμενον, ἐχρῆν τὰ ἀποκοπτόμενα μέλη, τουτέστι ὠτίον ἢ δάκτυλον ἢ ῥῖνα αὖθις ἐκ τῆς τροφῆς ἀναπληροῦσθαι· ἔδει δὲ καὶ τὰς οὐλὰς τῶν τραυμάτων μὴ παραμένειν μέχρι γήρως, ὑπεκ‐ | |
10 | ρεόντων κατὰ σὲ τῶν σωμάτων. ἀλλ’ οὐδὲ τὰ ἐν ταῖς νόσοις ὑπεκρεῖ σώματα, αὖθις ἕτερα γενόμενα· ἀλλ’ ὅταν ἡ ψυχὴ μὴ δέξηται τὰ αὐτῆς ὀρεκτά, μύσει τὸ σῶμα καθάπερ ἐρίων 〈τὰ〉 ὑγραινόμενα πιλοῦται, ὅταν δὲ δέξηται τὰ αὐτῆς ὀρεκτά, αὖθις πιαινόμενον ὀγκοῦται. οὐ γὰρ οὕτω **** ῥᾷστα, ἀνασφήλαντος ἐκ νόσου τοῦ σώματος, ἐν | |
15 | βραχεῖ χρόνῳ ἀποκαθίσταται 〈τὰ〉 διὰ τοσούτου χρόνου αὐξάνοντα. | 206 |
208 | (ΕΥΤΡ. Εἰ ῥευστὸν [ἦν] τὸ σῶμα, ἕτερον ἀνθ’ ἑτέρου γινόμενον, ἀδύνατον ὃ ἦν εὑρεῖν τὸ σῶμα, ἀνυπόστατον 〈ὄν〉. ΜΑΡ. Πῶς; ΕΥΤΡ. Ἐπ’ ἀνθρώπου τὸ παράδειγμα λαβέ· ὃν τρόπον, εἴ τις | |
5 | βούλοιτο ἀπὸ κηροῦ ἀνδροείκελον κατασκευάσαι καὶ πρότερον μὲν βραχείᾳ ὑποστάσει ἀποτυπωσάμενος, αὖθις 〈δ’〉 ἕτερον κηρὸν ἐπιχέων, εἰς ὕψος καὶ μέγεθος βούλεται τοῦτο πλάττειν, ἀδυνάτως ἴσχει, οὔτε γὰρ τὸ γινόμενον τέλους τυχεῖν δυνήσεται, τῆς πρώτης ὑποστάσεως τοῦ κηροῦ ὑπεκρεούσης καὶ ἑτέρας γινομένης, οὔτε ὁ ἀνδροεικελοποιὸς | |
10 | τελέσει τὸ ἔργον·*) ὁ δὲ ἄνθρωπος, τὴν ἐκ παίδων τοῦ σώματος ὑπόστασιν ἔχων, προσλαμβάνει τὴν αὔξησιν, μενούσης τῆς παιδικῆς ὑπο‐ στάσεως. ὅθεν καὶ τῶν τραυμάτων αἱ οὐλαὶ μέχρι γήρως παραμένουσι καὶ αἱ τῶν μελῶν ἀποκοπαί, καὶ περισσὸν τὸ λέγειν ῥευστὸν τὸ σῶμα. ΜΑΡ. Εἰ τὸ ἐκ παίδων μέχρι γήρως σῶμα ἀνίσταται, ἀποκρι‐ | |
15 | νάσθω ὁποῖον αἷμα συνανίσταται τῷ ἀνθρώπῳ, τὸ ἐν ταῖς φλεβοτο‐ | 208 |
210 | μίαις, ἀλλὰ τὸ ἐν ταῖς αἱμορραγίαις. ἔνιοι δὲ τῶν ἀνθρώπων καθ’ ἕκαστον ἐνιαυτὸν φλεβοτομούμενοι ἐκκρίνουσι. λεγέτω οὖν μοι ποῖον αἷμα συνανίσταται τῷ ἀνθρώπῳ. ΑΔ. Οὐ τὸ γονιμώτατον καὶ κύριον αἷμα ἐκκρίνουσιν οἱ φλε‐ | |
5 | βοτομούμενοι, ἀλλὰ τὸ νόθον καὶ ἐπείσακτον, ἐκ τῶν χυμῶν ἐπιγινό‐ μενον, ὅθεν καὶ ἐν ταῖς αἱμορραγίαις προπηδᾷ, οὐκ ὂν γονιμώτατον οὐδὲ κύριον. διὰ τοῦτο καὶ οἱ τῆς ἰατρικῆς ἐπιστήμης μέτοχοι, εἰδότες τὸ ἐκ τῶν χυμῶν ἐπείσακτον ἐρυθαινόμενον καὶ ὁμόχροον γινόμενον τῷ αἵματι, οὐ μὴν γονιμώτατον ὄν, ἐπιτηροῦσιν ἐν ταῖς | |
10 | φλεβοτομίαις ὅταν ἐκκρίνηται πᾶν τὸ νόθον, τὸ λεγόμενον μέλαν· τοῦ δὲ ξανθοῦ καὶ γονιμωτάτου προκύψαντος, εὐθὺς στάλσεις ποιοῦνται, μήπως ἐκρεῦσαν τὸ γόνιμον διαλύσῃ τὸ ζῶον. ΕΥΤΡ. Ἀνεπιστήμων πρότασις τὰ νόθα καὶ τὰ ἐκ τῆς τροφῆς ἐπείσακτα ταῦτα κύρια καὶ γονιμώτατα ὑπολαμβάνειν· εἰσπεμπομένη | |
15 | γὰρ ἡ τροφὴ εἰς τὸ ἔνδον καὶ χυλουμένη πὴ μὲν εἰς αἷμα, πὴ δὲ εἰς φλέγμα, πὴ δὲ εἰς σίελον ἐκκρίνεται. ἐάσαντες οὖν τὰ ἄκυρα ἐπὶ τὰ κυριώτερα ἔλθετε. ΜΑΡ. Ὁ ἄνθρωπος ἐκ γῆς καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος συνέ‐ στηκεν· ἐπὰν οὖν ἀποθάνῃ καὶ διαλυθῇ, ἑκάστη οὐσία τὸ ἴδιον ἀπο‐ | |
20 | λαμβάνει συγκιρνωμένη, οἷον τὸ τοῦ πυρὸς μέρος τὸ πῦρ, τὸ τοῦ ὕδατος τὸ ὕδωρ, τὸ τοῦ ἀέρος ὁ ἀήρ, τὸ τῆς γῆς ἡ γῆ. πῶς οὖν ἐν τῇ ἀναστάσει δυνατὸν αὐτὸν τὸν ἄνθρωπον ἀναστῆναι οὗ τὰ μέρη συνεκράθη; ὥσπερ [γάρ], εἴ τις οἷον ἐν πελάγει θαλάττης ἐκχέας ὕδωρ τὸ αὐτὸ αὖθις ἀνακομίσασθαι διαβεβαιοῦται, τοῦ πράγματος | |
25 | ἀδυνατοῦντος. ἀνάγκη γοῦν ἄλλον ἀντ’ ἄλλου ἄνθρωπον ἀνίστασθαι. ΑΔ. Σφόδρα, κατὰ σέ, δυνατώτεροι οἱ ἄνθρωποι τοῦ θεοῦ δείκ‐ νυνται, καὶ περισσὸν τὸ λέγειν τὸν σωτῆρα· τὰ παρ’ ἀνθρώποις ἀδύνατα παρὰ τῷ θεῷ δυνατά. ΜΑΡ. Πῶς εἰσιν οἱ ἄνθρωποι τοῦ θεοῦ δυνατώτεροι; | |
30 | ΑΔ. Οἱ ἄνθρωποι μὲν γὰρ οἶνον ὕδατι συγκραθέντα χωρίζουσι, | 210 |
212 | τέχνῃ καὶ ἐπιστήμῃ χρώμενοι, καὶ ἀργύριον ἀπὸ χαλκοῦ, καὶ πλείστων ὅσων τὰς διακρίσεις ἴσασι ποιεῖσθαι, ὁ δὲ θεός, ὁ ἀνυπέρβλητος δυνάμει τεχνίτης τε καὶ δημιουργὸς πάντων, ᾧ ὑποτέτακται πῦρ, ἀήρ, ὕδωρ, γῆ, φόβῳ δουλεύοντα, καὶ ἕκαστον τηροῦντα τὸ ἴδιον μέρος, | |
5 | πῶς οὐκ ἂν ἑκάστῳ ἐν τῇ ἀναστάσει ἀποδοίη τὸ ἴδιον σῶμα; τὸ μὲν γὰρ πῦρ, ὑποτεταγμένον τῷ θεῷ καὶ νεύματι πειθόμενον, τοὺς τρεῖς ἀδελφοὺς τοὺς βληθέντας εἰς κάμινον πυρὸς οὐκ ἠδίκησεν, ἀλλὰ σώους τῷ δεσπότῃ παρέδωκε· τὸ δὲ ὕδωρ τὸν Ἰωνᾶν δεξάμενον ἐν τῷ βυθῷ ἐν τρισὶ νυχθημέροις ὁλόκληρον ἀπεκατέστησεν· ὁ δὲ | |
10 | ἀὴρ τὸν Ἠλίαν εἰς οὐρανὸν ἀνεκόμισεν· ἡ δὲ γῆ Λάζαρον τεταρταῖον ἀπέδωκεν· ἀλλὰ μὴν καὶ τὰ γλυκέα ὕδατα ἐπιρρέοντα τῇ θαλάσσῃ, συγκιρνώμενα καὶ συγκυλινδούμενα, πάλιν ὕδατα γλυκέα διὰ τῶν νεφελῶν χεῖται, διαχωριζόμενα ἀπὸ τῶν ἁλμυρῶν, καθὼς καὶ ὁ προ‐ φήτης φησίν· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ | |
15 | ἐπιχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς. ΕΥΤΡ. Ἀπὸ γραφῶν ἐπαγγειλάμενος δεῖξαι, εἰς φυσιολογίας καὶ ἰατρικὰς ζητήσεις ἐκτραπείς, τοὺς ἀνθρώπους δυνατωτέρους τοῦ θεοῦ ἀπέδειξεν. ΜΑΡ. Ἐμοὶ εὐχερές ἐστιν ἀπὸ τῶν γραφῶν δεῖξαι εἰ εὐγνωμονεῖ | |
20 | Ἀδαμάντιος. ΕΥΤΡ. Οὐκ Ἀδαμάντιος τῆς ἐκτροπῆς αἴτιος, ἀλλ’ ἡ σὴ φιλό‐ νεικος γνώμη. ΑΔ. Συγχωρητέον αὐτῷ ἃ βούλεται οἴεσθαι, ἐμοῦ ἑτοίμως ἔχοντος πρὸς ἅπαντα ὑπαντιάζειν, συναιρομένης μοι τῆς ἀληθείας. | |
25 | ΜΑΡ. Ποίαις γραφαῖς πείθῃ; ἵν’ ἀπ’ ἐκείνων δείξω ὅτι οὐκ ἀνίσταται ἡ σάρξ. ΑΔ. Πάσαις ταῖς ἐνδιαθέτοις πείθομαι. ΜΑΡ. Ἀναγινώσκω ἀπόφασιν τοῦ θεοῦ ἀποφηναμένου ἐν τῇ πρώτῃ διαθήκῃ· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀν‐ | |
30 | θρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκα καὶ αἷμα. | |
ΑΔ. Εἰ οὖν εἶπεν· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν | 212 | |
214 | τούτοις, δῆλον ὡς ὅτι ἐν ἄλλοις κατέμεινε, τὸ γὰρ τούτοις μερικὴ αἰτία ἐστὶ καὶ οὐ κατὰ πάντων ἀπόφασις. ΜΑΡ. Πείσω σε ἀπὸ γραφῶν ὅτι οὕτε προφῆται οὔτε ἀπόστολοι μνήμην ἐποιήσαντο σαρκὸς ἢ αἵματος ἀλλὰ ψυχῆς μόνης, ἣν καὶ | |
5 | ηὔχοντο σῶσαι. καὶ πρῶτον μὲν ὁ Δαυΐδ· ὅτι ἐῤῥύσω, φησί, τὴν ψυχήν μου ἐκ θανάτου, καὶ πάλιν ὁ αὐτός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα, καὶ πάλιν· ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου (καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ), καὶ πάλιν· οὐ καταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην. ὁρᾷς ὅτι ψυχὴν | |
10 | μόνην ηὔχοντο σῶσαι, οὐ σάρκα καὶ αἷμα. ΑΔ. Ὁρισάσθω περὶ τῆς ψυχῆς εἰ θνητή ἐστιν ἢ ἀθάνατος. ΜΑΡ. Ἀθάνατος δῆλον. ΑΔ. Πῶς οὖν φάσκει· μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι; τὰ θηρία δύνανται ψυχὴν λυμήνασθαι οὖσαν | |
15 | ἀθάνατον; ΕΥΤΡ. Θῆρες οὐ ψυχὴν λυμαίνονται ἀλλὰ σῶμα. τῷ γὰρ φάσκειν· μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι δηλαδὴ ὅλον τὸν ἄνθρωπον ψυχὴν ὀνομάζει. ΑΔ. Ἐνδηλότερον πείσειέ σε ἡ γραφὴ ὅτι τὸν ἐκ σώματος καὶ | |
20 | ψυχῆς συνεστῶτα ἄνθρωπον ψυχὴν ὀνομάζει· καὶ ἐγένοντο, φησίν, υἱοὶ καὶ θυγατέρες τῷ Ἰακὼβ ψυχαὶ λγʹ, καὶ πάλιν φάσκει· καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον μετὰ οʹ ψυχῶν. ΕΥΤΡ. Ἴσως κατὰ 〈τὰ〉 δόξαντα Μαρίνῳ ἀσώματοι κατῆλθον ἐν Αἰγύπτῳ οἱ τοῦ Ἰακὼβ υἱοί. δέδεικται δὲ ὅτι ὅλον τὸν ἄνθρωπον | |
25 | ψυχὴν ὀνομάζει ἡ γραφή, καὶ οὐ χρὴ περὶ τούτου ἐνδοιάζειν. ΜΑΡ. Τῶν προφητῶν ἀληθέστερον τὸν ἀπόστολον παράγω | |
μάρτυρα ὅτι σῶμα δεσμός ἐστι ψυχῆς καὶ πάντων τῶν κακῶν αὐτό | 214 | |
216 | ἐστιν αἴτιον, περὶ οὗ λέγει· ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ΑΔ. Πῶς ἐστι δεσμὸς ψυχῆς τὸ σῶμα; ΜΑΡ. Ὅτε παρέβη τὴν ἐντολὴν τοῦ θεοῦ ἡ ψυχὴ ἁμαρτήσασα, | |
5 | τότε, φησίν, ἐποίησεν ὁ θεὸς δερματίνους χιτῶνας καὶ ἐνέ‐ δυσεν αὐτούς, τουτέστι τὸ σῶμα, ὡς καὶ Ἱερεμίας ὁ προφήτης 〈γῆσ〉 δεσμίους ἡμᾶς καλεῖ, τοῦ θεοῦ ἐνδήσαντος τὴν ψυχὴν εἰς τὸ σῶμα διὰ τὸ ἡμαρτηκέναι. τὸ οὖν πάντων τῶν κακῶν αἴτιον σῶμα ἀνίστασθαι λέγεις, ἵνα πάντοτε ἐν δεσμοῖς ἐξετάζηται ἡ ψυχή. | |
10 | ΑΔ. Ἔφης διὰ τὸ ἡμαρτηκέναι τὴν ψυχὴν ἐνδεθῆναι ἐν τῷ | |
σώματι· εἶτα μετ’ ὀλίγον ὑποβὰς αἴτιον πάντων τῶν κακῶν λέγεις | 216 | |
218 | τὸ σῶμα, τῆς ψυχῆς καὶ πρὶν ἢ ἐνδεθῆναι ἐν τῷ σώματι ἁμαρτησάσης. εἰ οὖν δυνατὸν τῇ ψυχῇ χωρὶς σώματος ἁμαρτεῖν, τί αἴτιον τὸ σῶμα, τῆς ψυχῆς ἁμαρτανούσης. ΕΥΤΡ. Εἰ πρὸ τοῦ ἐνδεθῆναι τὴν ψυχὴν φὴς ἡμαρτηκέναι, | |
5 | περισσὸν τὸ λέγειν αἴτιον τῶν κακῶν τὸ σῶμα. εἰ γὰρ πρὸ τοῦ σώματος ἥμαρτε, καὶ ἀπαλλαγεῖσα νῦν ἐκ τοῦ σώματος αὖθις ἁμαρ‐ τήσει διὰ τὸ καὶ πρὸ τούτου ἡμαρτηκέναι, καὶ οὐκ αἴτιον τὸ σῶμα, ἀλλ’ ἡ ψυχή. ΑΔ. Εἰ δεσμὸν ψυχῆς τὸ σῶμα ὑπέθετο, ὁ δὲ δεσμὸς ἐπέχειν | |
10 | πέφυκε τὸν ἁμαρτάνοντα καὶ ἀπείργειν ἀπὸ τῶν πλημμελημάτων, τὸ σῶμα οὐ δεσμός ἐστι ψυχῆς, ἀλλὰ συνεργόν. ΜΑΡ. Πῶς; ΕΥΤΡ. Ὁ δεσμὸς οὐ συνεργεῖ τῷ δεδεμένῳ πρὸς ἁμαρτίαν ἀλλ’ ἐπέχει, εἴργων τὸν δεσμώτην, τὸ δὲ σῶμα συνεργεῖ τῇ ψυχῇ εἰς | |
15 | φόνους καὶ μοιχείας· δείκνυται οὖν ὁ θεὸς οὐ δεσμὸν δοὺς τῇ ψυχῇ τὸ σῶμα, ἀλλὰ συνεργόν. ΜΑΡ. Ἀποκρινάσθω Ἀδαμάντιος εἰ πείθεται τῷ ἀποστόλῳ. ΑΔ. Κατὰ πάντα πείθομαι τῷ χριστοφόρῳ καὶ πνευματικῷ Παύλῳ. ΜΑΡ. Εἰ οὖν αὐτῷ πείθῃ, ἄκουε αὐτοῦ ἀποφηναμένου καὶ | |
20 | λέγοντος· σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὔτε ἡ φθορὰ τὴν ἀφθαρσίαν. τί τούτου φανερώ‐ τερον, τί τούτου τηλαυγέστερον; οὕτω δὴ ἔλεγχον τὸν δι’ ἐναντίας | |
ὁμολογῶ ἀντειπεῖν οὐδεὶς δύναται, ὅτι φανερῷ καὶ ἀληθεῖ. | 218 | |
220 | ΑΔ. Οἱ μὴ νοοῦντες τὰ ὑπὸ τοῦ ἀποστόλου νοητῶς λεγόμενα, ψιλοῖς τοῖς γράμμασι προσέχοντες, ἐκπίπτουσι τῆς ἀληθείας. ὁ γὰρ ἀπόστολος σάρκα καὶ αἷμα ὀνομάζει τὰς αἰσχρὰς καὶ φαυλοτάτας πράξεις, τοὺς τὰ σαρκικὰ φρονοῦντας σαρκικοὺς καλῶν, τοὺς δὲ πνευ‐ | |
5 | ματικὰ πράττοντας πνευματικούς. φέρε δὴ αὐτόν σοι τὸν ἀπόστολον παραστήσω σαφῶς λέγοντα σαρκικοὺς τοὺς μὴ κατὰ πίστιν πολιτευο‐ μένους, ἀλλὰ τύφῳ καὶ πράξεσι σαρκικαῖς κεχρημένους. καί φησιν οὕτω· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν 〈τοῖσ〉 μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. οἱ γὰρ κατὰ | |
10 | σάρκα περιπατοῦντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι. ἀποκρινάσθω, οἷς ἐγράφη ταῦτα ἆρα ἄσαρκοι ἦσαν; καὶ πάλιν· γάλα γάρ, φησίν, ὑμᾶς ἐπότισα, | |
15 | οὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ διχοστασία, οὐχὶ σαρκικοί ἐστε; (ὅταν γὰρ λέγῃ τις· ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· ἐγὼ Ἀπολλῶ, οὐχὶ ἄνθρωποί ἐστε;*) καὶ πάλιν· ὅτε γὰρ ἦτε ἐν σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν, τὰ διὰ τῆς σαρκός, ἐνεργεῖτο | |
20 | ἐν ὑμῖν· νῦν δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, καίτοι οὐκ ἀπεκδυσάμενοι τὴν σάρκα. πάντα γὰρ ταῦτα δείκνυσιν | |
ὅτι σάρκα λέγει τὴν σάρκινόν τε καὶ πονηρὰν ἀναστροφὴν ὡς | 220 | |
222 | καὶ ἄνθρωπον. τίς γὰρ ἀγνοεῖ ὅτι, εἰ καὶ ἔλεγον ἑαυτοὺς ὁ μὲν εἶναι Παύλου, ὁ δὲ Ἀπολλῶ, οὐδὲν ἧττον ἀνθρώπων υἱοὶ ὑπῆρχον τῇ οὐσίᾳ; ἢ ὅτι οἷς γράφει· ὅτε ἦτε ἐν σαρκί, καὶ τότε ὅσον ἐν οὐσίᾳ οὐκ ἦσαν ἄσαρκοι; ἃ καὶ ἔλεγε σάρκα τὴν σάρκινόν τε καὶ διεφθαρ‐ | |
5 | μένην τοῦ βίου ἀναστροφήν, ἣν εἰκότως ἐξοικίζει τῆς ἐλπίδος ὡς μὴ δυναμένην τὴν τοῦ θεοῦ κληρονομῆσαι βασιλείαν. εἰ δὲ δίδοται τὴν τοῦ σώματος σάρκα, ὡς οἴονται, μὴ δύνασθαι τυχεῖν τῆς ἐλπίδος, τίς χρεία βαπτίσματος καὶ λουτροῦ; οὕτω γὰρ φάσκει ὁ ἀπόστολος· ἀλλὰ ταῦτα, φησί, τινὲς ἦτε, ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσ‐ | |
10 | θητε. τί ἐστι τὸ λουόμενον καὶ ἁγιαζόμενον, ἀποκρινάσθωσαν. ἀλλ’ ἐπεὶ καὶ οἱ περὶ Μεγέθιον ἀκροαταὶ τυγχάνουσι, διὰ τοῦτο ἐκ τοῦ αὐτῶν ἀποστολικοῦ προφέρειν ἀναγκάζομαι, πρὸς ἀμφοτέρους ποιού‐ μενος τὸν λόγον. Παῦλος γοῦν Γαλάταις γράφων οὕτως ἔφη· ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγα‐ | |
15 | πήσαντός με· καὶ πάλιν· τῶν δ’ ἄλλων εἰκῆ κόπους μοι μηδεὶς παρεχέσθω. ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. φέρε τοίνυν, ἴδωμεν τί δηλοῦσιν αὗται αἱ φωναί· ὃ ζῶ, φησίν, ἐν σαρκί, ἐν πίστει ζῶ. δῆλον οὖν ὅτι τῆς πίστεως ἡ ζωὴ ἐν τῇ σαρκί ἐστιν· τὰ στίγματα τοῦ Χριστοῦ, δι’ ὧν ἐστιν | |
20 | ἡμῖν ἡ σωτηρία, τὸ σῶμα βαστάζει. πῶς οὖν τὸ βαστάζον τὰ τῆς σωτηρίας στίγματα, καὶ τὴν τῆς πίστεως ἔχον ζωήν, κατ’ αὐτοὺς οὐ σώζεται; ἢ γὰρ οὐδὲν ὠφελεῖται ἔχον τὴν τῆς πίστεως ζωὴν καὶ τὰ τοῦ Ἰησοῦ στίγματα, ἤ, εἰ ἔστι διὰ τούτου ἡ σωτηρία, σάρξ ἐστιν ἡ σωζομένη. καὶ ταῦτα ὑπάρχειν ὁμολογεῖται. Κορινθίοις δὲ ἐπιστέλλων | |
25 | οὕτως ἔφη· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. εἰ γὰρ Χριστοῦ μέλη ἐστὶ τὰ σώματα, ἢ ἀπόλλυνται τὰ μέλη τοῦ Χριστοῦ ἢ σώζεται ἡ σάρξ. ΜΑΡ. Σῶμα, οὐ σάρκα λέγει. | |
30 | ΑΔ. Δείκνυται ἐκ τῶν ἐπιφερομένων. οὐκ οἴδατε γὰρ, φησί, ὅτι | |
ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, | 222 | |
224 | οἱ δύο εἰς σάρκα μίαν. (καὶ πάλιν γάρ φησιν· ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων. εἰ τὸ κατακαλυπτόμενόν ἐστι τὸ φαινόμενον σῶμα, τουτ‐ έστι ἡ σάρξ, τοῦτο δ’ ἐστὶ τοῦ θεοῦ δόξα τε καὶ εἰκών, δύναται καὶ | |
5 | σωθῆναι· εἰ γὰρ οὐκ ἐπιδέχεται σωτηρίαν, οὐδὲ θεοῦ δύναται εἰκὼν καὶ δόξα εἶναι. ἀλλὰ μήν ἐστιν, ὡς γέγραπται, εἰκὼν καὶ δόξα ἡ σάρξ· φανερὸν οὖν ὅτι, ὥσπερ ταῦτα ἐπιδέχεται, οὕτω καὶ τὸ σωθῆναι χωρεῖ.*) ἵνα δὲ σαφέστερον ἐπιστήσω, πρόσταξον αὐτῷ τὸ ἐδάφιον τοῦ ἀποστόλου ἀναγνωσθῆναι. | |
10 | ΕΥΤΡ. Ἀναγνωσθήτω. ΑΔ. Ἀναγινώσκω ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φάσκοντος οὕτως· τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί βαπτίζονται ὑπὲρ αὐτῶν; τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν, καθ’ ἡμέραν ἀπο‐ | |
15 | θνήσκοντες; νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ, τῷ κυρίῳ ἡμῶν. εἰ κατ’ ἄνθρωπον ἐθηριο‐ μάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγεί‐ ρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ἐκνή‐ | |
20 | ψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε. ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ. ἀλλ’ ἐρεῖ τις· πῶς ἐγεί‐ ρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ πρῶτον ἀποθάνῃ, καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν | |
25 | κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν, ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλεσεν· ἕκαστον δὲ τῶν σπερ‐ μάτων τὸ ἴδιον σῶμα ἀπολαμβάνει. οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἄλλη μὲν σὰρξ ἀνθρώπου, ἄλλη δὲ σὰρξ κτηνῶν, ἑτέρα δὲ ἰχθύων. καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ’ | |
30 | ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ [καὶ] ἡ τῶν ἐπι‐ | 224 |
226 | γείων, ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. καὶ ὑποβὰς μετ’ ὀλίγον λέγει· ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες | |
5 | δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρ‐ τοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. | |
10 | ΜΑΡ. Οὐ τοῦτο τὸ σῶμα λέγει ἀνίστασθαι, ἀλλ’ ἕτερον ἀπὸ τοῦ λέγειν· ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. ΑΔ. Ὁ σῖτος, θαπτόμενος εἰς γῆν, αὖθις σῖτος ἀνίσταται καὶ ὁ ἄνθρωπος παραδιδόμενος ἐν τῇ γῇ ἄνθρωπος ἀνίσταται, οὐχ ἕτερος γινόμενος, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, λέγοντος· ἑκάστῳ δὲ | |
15 | τῶν σπερμάτων τὸ ἴδιον σῶμα δίδωσιν. ΕΥΤΡ. Οὐδὲ ἑρμηνείας δεῖται ταῦτα, οὕτω φανερῶς καὶ ἀναμ‐ φιλέκτως εἰρημένα ὑπὸ τοῦ ἀποστόλου, οὐ γὰρ ἐνδέχεται τὴν ψυχὴν εἰς τὴν γῆν θάπτεσθαι, ἀθάνατον οὖσαν καὶ ὁμολογηθεῖσαν, τὴν δὲ ὥσπερ σῖτον σπειρομένην σάρκα· ὁρῶμεν γὰρ ὅτι τὸ σῶμα ὥσπερ | |
20 | σῖτος σπείρεται. σὺ γάρ, φησίν, ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ πρῶτον ἀποθάνῃ. τί οὖν ἐστι τὸ σπειρόμενον καὶ καταβαλλό‐ μενον εἰς τὴν γῆν, δηλαδὴ ὅτι ἡ σάρξ. ΜΑΡ. Ἀλλ’ ὁρᾷς ὅτι λέγει· οὐ τὸ γενησόμενον σῶμα σπεί‐ ρεις, ἀλλὰ γυμνὸν κόκκον σίτου. | |
25 | ΑΔ. Ὥσπερ ὁ σῖτος γυμνὸς σπειρόμενος, τῇ τοῦ θεοῦ βουλήσει ἀνιστάμενος, προσλαμβάνει τὴν πόαν, ἀμφιεννύμενος καὶ εὐερνὴς γινόμενος, οὐκ ἄλλος παρ’ ὃ πέφυκε μεταβαλλόμενος, οὕτω καὶ ὁ ἄν‐ θρωπος, παραδιδόμενος τῇ γῇ καὶ αὖθις τῇ βουλήσει τοῦ θεοῦ ἀνι‐ στάμενος, ἀμφιέννυται τὴν ἀθανασίαν, καθὼς ὁ ἀπόστολος ἐμνημό‐ | |
30 | νευσε λέγων· δεῖ δὲ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν | |
καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. | 226 | |
228 | [ΜΑΡ. Ἐν τῷ ἡμετέρῳ ἀποστολικῷ οὐχ οὕτω λέγει. ΑΔ. Ἀλλὰ πῶς; ΜΑΡ. Οὐ λέγει· ὁ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, ἀλλ’ ὁ θεὸς δίδωσιν αὐτῷ πνεῦμα καθὼς ἠθέλησεν.] | |
5 | ΜΑΡ. ***** σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. ΑΔ. Κατὰ σὲ οὖν δίδωσιν αὐτῷ ὁ θεὸς σῶμα πνευματικόν. εἰ τοίνυν τὸ διδόμενον ὑπὸ τοῦ θεοῦ πνευματικόν ἐστι, τὸ οὖν λαμ‐ | |
βάνον τί ἐστι; | 228 | |
230 | ΜΑΡ. Τὸ λαμβάνον ἐστὶν ἡ ψυχή. ΑΔ. Ἡ ψυχὴ οὖν θάπτεται. ΕΥΤΡ. Ὁρισάμενος ἀθάνατον τὴν ψυχήν, οὐ μόνον θνητὴν ἀλλὰ καὶ εἰς γῆν θάπτεσθαι πείθειν ἡμᾶς βιάζεται, φανεροῦ ὄντος | |
5 | τοῦ πράγματος ὅτι σῶμά ἐστι τὸ θαπτόμενον. [καὶ ἄτοπον ἡγοῦμαι ἐν τοῖς αὐτοῖς ἐνδιατρίβοντας περὶ τῶν αὐτῶν ἐξετάζειν, ἀποχρώντως ἐπιδείξαντος | |
ἡμῖν τοῦ λόγου.] | 230 | |
234 | ΑΔ. Ἴσως οὐ δόξει τούτοις αὐτάρκη εἶναι τὴν τῆς ἀναστάσεως ἀπόδειξιν. βραχύ τι προσκαρτερήσας, ἄκουε φάσκοντος τοῦ ἀποστόλου φανερώτερον ὅτι· ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλ’ ἐν πνεύματι θεοῦ ζῶν‐ | |
5 | τος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. εἰ μὴ γοῦν ἀνίσταται ἡ σὰρξ κατὰ τὴν τούτων ἀπόνοιαν, οὐδὲν ὠφελεῖ ἡ ἐπιστολὴ τοῦ Χριστοῦ, ἡ ἐν σαρκίναις καρδίαις γεγραμμένη πνεύματι θεοῦ ζῶντος. ἀλλ’ οὐ μάτην γέγραπται ἡ τοῦ Χριστοῦ ἐπιστολὴ τῷ τοῦ ζῶντος πνεύματι θεοῦ, ἀλλ’ εἰς τὸ διδόναι ζωὴν | |
10 | ἐν οἷς γέγραπται, ὃ ἐν τοῖς ἐφεξῆς αὐτὸς διδάσκει ὁ ἀπόστολος λέγων· εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολὺ μᾶλλον τὸ μένον ἐν δόξῃ καὶ μὴ καταργούμενον. καί, εἰ ἐν ταῖς σαρκίναις γέγραπται καρδίαις ἡ ἐπιστολὴ τοῦ Χριστοῦ, δῆλον ὅτι μένουσι καὶ αἱ σάρκιναι καρδίαι, ἐν αἷς μένει τὸ γεγραμμένον καὶ μὴ καταργούμενον. καὶ | |
15 | πάλιν· ἔχομεν οὖν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ ᾖ τῆς δυνάμεως τοῦ θεοῦ καὶ οὐχ ἡμῶν. ἑλέσθωσαν οὖν οἱ τῆς πλάνης ῥήτορες πῶς βούλονται νοῆσαι τὸ ῥητὸν τοῦτο. ἐν τίνι βούλονται εἶναι τὸ γεγραμμένον τοῦτον τὸν θησαυρόν; ἐν τῷ κατ’ αὐτοὺς ἔσω ἀνθρώπῳ; εἰ ὁ ἔσω ἄν‐ | |
20 | θρωπος ὀστράκινος, ὀστράκινον ἔσται κατ’ αὐτοὺς σκεῦος ἡ ψυχή· ἀλλ’ ἡ σάρξ ἐστι τὸ ὀστράκινον σκεῦος, ὅ ἐστι κατ’ αὐτοὺς ὁ ἔξω ἄνθρωπος· ἐν τῇ σαρκὶ οὖν ἦν ὁ θησαυρός. καὶ τῶν δύο θάτερον· ἢ ἀπόλλυται ὁ τοῦτον ἔχων τὸν θησαυρόν, ἢ ἀναντιρρήτως σώζεται ἡ σάρξ, ἐν ᾗ ὁ θησαυρός. καὶ πάλιν· ἡμεῖς γὰρ οἱ ζῶντες εἰς | |
25 | θάνατον παραδιδόμεθα, ἵνα καὶ ἡ ζωὴ τοῦ Χριστοῦ φανε‐ ρωθῇ ἐν τῇ θνητῇ ἡμῶν σαρκί. οὐδὲ χρῄζει ἐξηγήσεως τὴν ζωὴν τοῦ Ἰησοῦ λέγοντος ἐν τῇ σαρκὶ φανεροῦσθαι. καὶ πάλιν· ὅταν δὲ καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ἀθανασίας, τί ἕτερον δύναται νοηθῆναι ἢ ὅτι χωρεῖ εἰς ζωὴν τοῦθ’ ὅπερ θνητόν; καὶ πάλιν· ἄρα | |
30 | γὰρ αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω τῷ νόμῳ τοῦ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρ‐ | |
τίας καὶ τοῦ θανάτου. εἰ μὲν ὁ νοῦς τῷ τοῦ θεοῦ νόμῳ δουλεύει, | 232 | |
236 | τῷ δὲ τῆς ἁμαρτίας ἡ σάρξ, ἠλευθέρωσε δὲ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ ὁ τοῦ πνεύματος τῆς ζωῆς νόμος ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, δῆλον ὅτι τὸ δουλεῦον τῷ τῆς ἁμαρτίας νόμῳ ἠλευ‐ θέρωσεν ἀπὸ τῆς ἁμαρτίας. ἐδούλευε δὲ τῷ τῆς ἁμαρτίας νόμῳ οὐχ | |
5 | ὁ νοῦς, ἀλλ’ ἡ σάρξ. ἠλευθέρωται οὖν ἀπὸ τοῦ θανάτου ἡ σάρξ. πῶς οὖν σώζεται τὸ τῷ νόμῳ τῆς τοῦ πνεύματος ζωῆς ἐν Χριστῷ ἀπὸ τοῦ θανάτου ἐλευθερωθέν, αὐτὸς λεγέτω, ἐγὼ γὰρ ἐπὶ πλεῖον ἐλέγχων τὴν τούτων ἀπαιδευσίαν αἰδοῦμαι. ΕΥΤΡ. Συλλήβδην ἁπάντων φαύλων αἰτία γίνεται ἡ ἀπαιδευσία, | |
10 | ᾗ συμπεφύκασι καὶ συνήνθησαν Μεγέθιος, Δροσέριός τε καὶ Μᾶρκος, Οὐάλης καὶ Μαρῖνος, ἐκτραπέντες τῆς εὐθείας καὶ τοῦ ὀρθοτάτου δόγματος [Εὐτρ. τῆς ἐκκλησίας γενέσθαι εὐχόμενος] λεξιθηροῦντες τὰς ἐκ τῶν γραφῶν ῥήσεις καὶ ἀγκιστρεύοντες πρὸς τὴν ἑαυτῶν νόσον τε καὶ πρόληψιν, εἰς βάραθρον καὶ ἀκανθώδεις ἀτραποὺς βαδίζοντες, τὴν | |
15 | ἐπευθύνουσαν εἰς τοὺς οὐρανοὺς ὁδὸν 〈καταλείψαντεσ〉, ἧς ὑπερασπιστὴς | |
τυγχάνει [ταῦτα δὲ ἐν τοῖς ὀπίσω διὰ μακροῦ τὴν ἐπίλυσιν ἔχει. σὺ δὲ ὡς | 234 | |
238 | ἐπιλησθείς, οὐ παύῃ τῆς ἀντιλογίας. δίκαιον οὖν ἐστιν, κατὰ τὴν ἐμὴν κρίσιν, εἴγε καὶ αὐτὸς στέργεις τοῖς ὑπ’ ἐμοῦ λεχθεῖσιν, ἀμφότεροι γάρ με κριτὴν εἵλεσθε, πεισθῆναι τοῖς ὑπ’ Ἀδαμαντίου περὶ τῆς εἰς θεὸν εὐσεβείας ὁρισθεῖσι καὶ | |
προστεθῆναι τῇ καθολικῇ ἐκκλησίᾳ, ἧς κἀγώ, ξένος ὤν, εὔχομαι γενέσθαι τέκνον. | 236 | |
240 | ὅρα δὲ ὅτι καὶ πάντες οἱ ἀκροώμενοι ἀδελφοὶ τούτῳ τὴν εὐσεβῆ δόξαν μαρτυ‐ ροῦσιν· αὐτάρκως τοίνυν διειλεγμένων πάντων τῶν πανούργως καὶ ἀσεβῶς συντεθειμένων σοφισμάτων, καιρὸν ἔχει πέρας ἐπιθεῖναι τῷ λόγῳ] Ἀδαμάντιος, ὁ καὶ ἡμῖν ὑποδείξας, ἄγων ὁμαλωτάτην καὶ λείαν, τὴν ἀληθῆ πίστιν, | |
5 | ἐξ ἧς ἀπελήλαται τὸ ψεῦδος, ἐξελήλαται δὲ πᾶσα φαντασία, ἕνα καὶ μόνον θεὸν ὑποδεικνύουσαν [ἐν ἁγίᾳ καὶ ὁμοουσίᾳ τριάδι], οὐ νόθον καὶ ἐπείσακτον καὶ ξένον καὶ ἀκτήμονα καὶ πάροικον καὶ ἀλλοτρίων ἐπι‐ θυμητήν, ὡς οἱ ἀσεβεῖς δογματίζουσιν αἱρετικοί, ἀλλὰ τὸν τῶν ἰδίων κτημάτων δημιουργόν, ᾧ τὰ πάντα ὑποτέτακται, ᾧ οὐχ ὕλη σύγ‐ | |
10 | χρονος, οὐχ ἕτερόν τι [ὧν 〈οἱ〉 αἱρετικοὶ συκοφαντοῦσι πλὴν τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ὁμοούσιος γὰρ καὶ ἀχώριστος ἡ μακαρία τριάς]· ὃς ἐξ οὐκ ὄντων τὰ ὄντα ἀγαθότητι συνεστήσατο, οὗ λόγος ἄνθρωπον κατὰ δικαίαν οἰκονομίαν ἀληθῶς ἀπεφάνθη ἀνειληφώς, οὐκ αἰδούμενος [καὶ] ὃ ἐδημιούργησεν ἀναλαβεῖν τῆς ἡμῶν σωτηρίας ἕνεκα, [ὃς ἐλθὼν | |
15 | εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, καὶ σὲ καταλλάξαι τῷ θεῷ καὶ πατρὶ διὰ τῆς ἀπολυτρώσεως τοῦ αἵματος αὐτοῦ, ὃ ἐξέχεεν ὑπὲρ παντὸς τοῦ κόσμου, καὶ ἡμᾶς καταρτίσει πάντας καὶ στηρίξει, ἵνα ἤρεμον καὶ | |
ἡσύχιον βίον διάγοντες ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι καταληφθῶμεν ἐν τῷ | 238 | |
242 | αἰῶνι τούτῳ, τῶν κόπων τὰς ἀμοιβὰς παρ’ αὐτῷ ἔχοντες καὶ τὴν ἀληθινὴν ἡμῶν ζωήν. κέκρυπται γὰρ ἡ ζωὴ ἡμῶν σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ φανερωθησόμεθα ἐν δόξῃ] ὃς καὶ ὁσίως ἀναστήσειν τὸν ἄν‐ | |
5 | θρωπον ἐπηγγείλατο, σὺν τῷ σώματι ἀθανασίας μεθέξοντα καὶ ἀφ‐ θόνου δωρεᾶς ἀπολαύσοντα, ὃς καὶ διὰ τοῦ αὐτεξουσίου δικαίως ἅπαντας εἰς κρίσιν ἄξειν ἀποδέδεικται, ᾧ οὐδὲν ἀντικεῖσθαι πέφυκεν, ᾧ πᾶσα ἐξουσία ὑπόκειται, ᾧ δικαίως λατρεύει ἡ οἰκουμένη πᾶσα καὶ τὸ τῶν ἐπισκόπων στῖφος, ἔτι μὴν καὶ τὸ τούτων διδασκαλεῖον, οἷς | |
10 | εὐσεβῶς πειθόμενοι συναγελάζονται βασιλεῖς καὶ πάντες ἄρχοντες, σύμψηφοι μὲν τῆς ἀληθείας γινόμενοι, ἀπωθεῖσθαι δὲ καὶ ἀποκλείειν τὸ ψεῦδος πειρώμενοι· αὐτῇ γὰρ μόνῃ, ὡς ἀληθῶς, δικαίως καὶ εὐσεβῶς καὶ ὁσίως ἡ καθόλου ἐκκλησία πολιτεύεται, ἧς οἱ ἐκτραπέντες καὶ ἀποσφαλέντες πόρρω τῆς ἀληθείας τυγχάνουσι, λόγῳ μὲν ἐπαγ‐ | |
15 | γελλόμενοι εἰδέναι ἀλήθειαν, ἔργῳ δὲ μακρὰν ἀφεστηκότες αὐτῆς. ὅθεν δίκαιον ἡγοῦμαι τοὺς περὶ Μαρῖνον μὴ παραιτήσασθαι τὴν παρ’ ἐμοῦ ἀπόφασίν τε καὶ παραίνεσιν, ἀποσχέσθαι δὲ τοῦ ἀτάκτου καὶ ἀσυντάκτου καὶ ἐπισφαλοῦς δόγματος, καὶ ἀπορρίψαντες τὴν αἰδῶ, ἀναδραμεῖν ἐπὶ τὴν ἀληθῆ καὶ δικαίαν πίστιν, σωζόμενοι σὺν ἡμῖν, | |
20 | γινόμενοι θείων μαθημάτων μύσται. | 240 |